← デモステネス

第五十七弁論 エウブリデスへの抗弁

§18-25

親族と各種共同体の証言による父の市民権の証明

弁論者は父のアテネ市民権を証明するため、デケレイア戦争中の捕虜経験や、男系・女系の数多くの親族、同信族、同族、区民による証言を提示し、父がアテネ社会の諸集団に深く組み込まれていたことを論じます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

διαβεβλήκασι γάρ μου τὸν πατέρα, ὡς ἐξένιζεν· καὶ ὅτι μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων ὑπὸ τὸν Δεκελεικὸν πόλεμον καὶ πραθεὶς εἰς Λευκάδα, Κλεάνδρῳ περιτυχὼν τῷ ὑποκριτῇ πρὸς τοὺς οἰκείους ἐσώθη δεῦρο πολλοστῷ χρόνῳ, παραλελοίπασιν, ὥσπερ δὲ δέον1 ἡμᾶς διʼ ἐκείνας τὰς ἀτυχίας ἀπολέσθαι, τὸ ξενίζειν αὐτοῦ κατηγορήκασιν.

なぜなら、彼らは私の父を、外国人らしく振る舞っていたと誹謗中傷したからです。しかし、デケレイア戦争の際に敵に捕らえられてレウカスに売られたものの、役者のクレアンドロスに出会ったことで、長い年月の後に身内の元へ、この地へと救い出されたという事実を、彼らは無視しています。そして、まるでそれらの不幸のゆえに私たちが破滅せねばならないかのように、彼の「外国人らしさ」を告発したのです。

§19

ἐγὼ δʼ ἐξ αὐτῶν τούτων μάλιστʼ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντʼ ἐπιδείξειν. καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη, μάρτυρας ὑμῖν παρέξομαι, ἔπειθʼ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν, εἶθʼ ὅτι οὔτʼ ἐν τοῖς δημόταις οὔτʼ ἐν τοῖς φράτερσιν οὔτʼ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντʼ οὐδεὶς πώποτʼ ᾐτιάσαθʼ ὡς εἴη ξένος. καί μοι λαβὲ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

しかし私は、まさにこれらの事実そのものから、自分がアテネ市民であることを皆さんに最もよく証明できると考えています。そして、まず第一に、彼がいかにして捕らえられ、救い出されたかについて、皆さんに証人を提示します。次に、彼が帰還した際に叔父たちから遺産の分け前を受け取ったことについて、さらに、区民の間でも、同信族の間でも、その他のいかなる場所でも、「外国人らしく振る舞う者」として彼が外国人であると誰も非難したことがなかったことについて、[証人を提示します]。私にそれらの証言を受け取ってください。 [証言]

§20

περὶ μὲν τῆς ἁλώσεως καὶ τῆς σωτηρίας, ἣν συνέβη γενέσθαι τῷ πατρὶ δεῦρο, ἀκηκόατε. ὡς δʼ ὑμέτερος ἦν πολίτης, ὦ ἄνδρες δικασταί (τὸ γὰρ ὂν καὶ ἀληθὲς οὕτως ὑπάρχει), μάρτυρας καλῶ τοὺς ζῶντας ὑμῖν τῶν συγγενῶν τῶν πρὸς πατρός. κάλει δή μοι πρῶτον μὲν Θουκριτίδην καὶ Χαρισιάδην· ὁ γὰρ τούτων πατὴρ Χαρίσιος ἀδελφὸς ἦν τοῦ πάππου τοῦ ἐμοῦ Θουκριτίδου καὶ Λυσαρέτης τῆς ἐμῆς τήθης (ἀδελφὴν γὰρ ὁ πάππος οὑμὸς ἔγημεν οὐχ ὁμομητρίαν),2 θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·

父に起こった、捕虜となったことと、この地へ救い出されたことについては、お聞きになった通りです。しかし、彼が皆さんの同胞市民であったことについて(実際、事実と真実はまさにその通りなのですが)、私は父方の親族のうち、存命の者たちを皆さんのために証人として呼びます。まず、私にツークリティデスとカリシアデスを呼んでください。というのも、彼らの父カリシオスは、私の祖父ツークリティデスと私の祖母リュサレテ(実際、私の祖父は、母親を同じくしない異母姉妹を妻にしたのです)の兄弟であり、私の父にとっては叔父にあたるからです。

§21

ἔπειτα Νικιάδην· καὶ γὰρ ὁ τούτου πατὴρ Λυσανίας ἀδελφὸς ἦν τοῦ Θουκριτίδου καὶ τῆς Λυσαρέτης, θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ· ἔπειτα Νικόστρατον· καὶ γὰρ ὁ τούτου πατὴρ Νικιάδης ἀδελφιδοῦς ἦν τῷ πάππῳ τῷ ἐμῷ καὶ τῇ τήθῃ, ἀνεψιὸς δὲ τῷ πατρί. καί μοι κάλει τούτους πάντας. σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. ΜΑΡΤΥΡΕΣ.

次にニキアデスを[呼んでください]。彼の父リュサニアスもツークリティデスとリュサレテの兄弟であり、私の父にとっては叔父にあたるからです。次にニコストラトスを[呼んでください]。彼の父ニキアデスは私の祖父と祖母の甥であり、私の父にとっては従兄弟にあたるからです。これらすべての者を私に呼んでください。君は水を止めてください。 [証人たち]

§22

τῶν μὲν τοίνυν πρὸς ἀνδρῶν τῷ πατρὶ συγγενῶν ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μαρτυρούντων καὶ διομνυμένων Ἀθηναῖον εἶναι καὶ συγγενῆ τὸν ἐμὸν πατέρʼ αὑτοῖς· ὧν οὐδεὶς δήπου, παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι,3 κατʼ ἐξωλείας ἐπιορκεῖ. λαβὲ δὴ καὶ τὰς τῶν πρὸς γυναικῶν τῷ πατρὶ συγγενῶν μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

アテネの人々よ、このように、父の男系の親族たちが、私の父がアテネ市民であり自分たちの親族であることを証言し、厳粛に誓っているのをお聞きになりました。彼らのうち誰一人として、自分が偽証していることを知る人々を傍らに立たせながら、一家全滅の呪いをかけてまで偽誓するなどということは決してあり得ないでしょう。それでは、父の女系の親族たちの証言も受け取ってください。 [証言]

§23

οἱ μὲν τοίνυν ζῶντες οὗτοι τῶν συγγενῶν τοῦ πατρὸς καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν μεμαρτυρήκασιν, ὡς ἦν ἀμφοτέρωθεν Ἀθηναῖος καὶ μετῆν τῆς πόλεως αὐτῷ δικαίως. κάλει δή μοι καὶ τοὺς φράτερας, ἔπειτα τοὺς γεννήτας. ΜΑΡΤΥΡΕΣ. λαβὲ δὴ καὶ τὰς τῶν δημοτῶν μαρτυρίας, καὶ τὰς τῶν συγγενῶν περὶ τῶν φρατέρων, ὡς εἵλοντό με φρατρίαρχον. ΜΑΡΤΥΡΙΑΙ.

このように、父の男系および女系の親族のうち、これら存命の者たちは、父が両親ともにアテネ人であり、法的にこのポリスの市民権を有していたことを証言しました。そこで、私に同信族たち、次いで同族たちも呼んでください。 [証人たち]それでは、区民たちの証言、および私が同信族の長に選出されたことに関する親族たちの証言を受け取ってください。 [証言]

§24

τὰ μὲν τοίνυν ὑπὸ τῶν συγγενῶν καὶ φρατέρων καὶ δημοτῶν καὶ γεννητῶν, ὧν προσήκει, μαρτυρούμενʼ ἀκηκόατε. ἐξ ὧν ἔστιν ὑμῖν εἰδέναι, πότερόν ποτʼ ἀστὸς ἢ ξένος ἦν ᾧ ταῦθʼ ὑπῆρχεν. καὶ γὰρ εἰ μὲν εἰς ἕνʼ ἢ δύʼ ἀνθρώπους κατεφεύγομεν, εἴχομεν ἄν τινʼ ὑποψίαν παρεσκευάσθαι τούτους· εἰ δʼ ἐν ἅπασιν, ὅσοισπερ ἕκαστος ὑμῶν,4 ἐξητασμένος φαίνεται καὶ ζῶν ὁ πατὴρ καὶ νῦν ἐγώ, λέγω φράτερσι, συγγενέσι, δημόταις, γεννήταις, πῶς ἔνεστιν ἢ πῶς δυνατὸν τούτους ἅπαντας μὴ μετʼ ἀληθείας ὑπάρχοντας κατεσκευάσθαι;

このように、親族、同信族、区民、同族といった、然るべき人々によって証言されたことをお聞きになりました。これらから、このような事実を備えていた者が、市民であったのか、それとも外国人であったのかを皆さんは知ることができるはずです。なぜなら、もし私たちが一人か二人の人物に頼っているだけだったなら、彼らを買収したのではないかという疑いを持つこともできたでしょう。しかし、皆さんの一人一人がそうであるのと全く同じように、生存中の父も現在の私も、あらゆる人々――すなわち同信族、親族、区民、同族――において吟味されていることが明らかであるならば、これらすべての人々が、真実に基づかないのに買収されたなどということが、どうしてあり得ましょうか、あるいはどうして可能でしょうか。

§25

εἰ μὲν τοίνυν εὔπορος ὢν ὁ πατὴρ χρήματα δοὺς τούτοις ἐφαίνετο πείσας συγγενεῖς αὐτοὺς ἑαυτοῦ φάσκειν εἶναι, λόγον εἶχεν ἂν ὑποψίαν τινʼ ἔχειν ὡς οὐκ ἦν ἀστός· εἰ δὲ πένης ὢν ἅμα συγγενεῖς τε παρέσχετο τοὺς αὐτοὺς καὶ μεταδιδόντας τῶν ὄντων ἐπεδείκνυε, πῶς οὐκ εὔδηλον ὅτι τῇ ἀληθείᾳ προσῆκε τούτοις; οὐ γὰρ ἂν δήπου, εἴ γε μηδενὶ ἦν οἰκεῖος, χρήματʼ αὐτῷ προστιθέντες οὗτοι τοῦ γένους μετεδίδοσαν. ἀλλʼ ἦν, ὡς τό τʼ ἔργον ἐδήλωσεν καὶ ὑμῖν μεμαρτύρηται. ἔτι τοίνυν ἀρχὰς ἔλαχεν καὶ ἦρξεν δοκιμασθείς. καί μοι λαβὲ τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.

したがって、もし父が富裕であって、これらの人々に金を渡して自分たちの親族であると主張するよう説得していたことが明らかであったなら、彼が市民ではなかったのではないかという疑いを持つのも道理にかなっていたでしょう。しかし、貧しい身でありながら、同時にこれらと同じ人々を親族として提示し、彼らが自分たちの財産を分け与えてくれていることを示しているとすれば、彼が本当にこれらの親族に属していたということは極めて明白ではないでしょうか。というのも、もし彼が誰の身内でもなかったなら、彼らは彼に金まで与えて家系に迎え入れるような真似は決してしなかったはずだからです。しかし事実は、その実際の行動が示した通りであり、皆さんに証言された通りであったのです。さらに、彼は公職を抽選で引き当て、資格審査を経てその職を務めました。私にその証言を受け取ってください。 [証言]

構文注4 件
  1. 18ὥσπερ δὲ δέον

    非人称動詞 δεῖ の分詞である δέον を用いた対格絶対構文です。前に ὥσπερ が伴うことで、「あたかも〜すべきであるかのように」という敵対者の主観的な不当な仮定を表しています。

  2. 20ἀδελφὴν γὰρ ὁ πάππος οὑμὸς ἔγημεν οὐχ ὁμομητρίαν

    アテネの親族関係および法制度に関する補足です。祖父が「母親を同じくしない姉妹(異母姉妹)」を妻にしたことを説明しています。アテネの法律では、同父異母の姉妹(ἀδελφὴ οὐχ ὁμομητρία)との結婚は合法でしたが、同母異父の姉妹との結婚は禁止されていました。

  3. 22παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι

    分詞の主語は親族一同(οὐδείς)です。παραστησάμενος(中動相)は「自分のそばに立たせて」を意味し、τοὺς συνεισομένους(「共に知るであろう人々」)は、彼が偽証している(μαρτυροῦντι、αὑτῷ に一致)ことを知る立場にある同席者を指します。親族全員や神が偽証の事実を把握している緊迫した宣誓の場において、偽誓を立てることは到底不可能であるという心理的・社会的障壁を強調しています。

  4. 24ὅσοισπερ ἕκαστος ὑμῶν

    関係代名詞 ὅσοισπερ(与格複数)は、先行詞に相当する前置詞句 ἐν ἅπασιν(「あらゆる人々において」)を承け、前置詞 ἐν の反復を省いた与格(ἐν ὅσοισπερ ἕκαστος ὑμῶν [ἐξήτασται])として用いられています。これにより「皆さんの一人一人が[吟味されている]のと全く同じだけの数の[人々において]」という、強固な比較構文を形成しています。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:18-25