§18διαβεβλήκασι γάρ μου τὸν πατέρα, ὡς ἐξένιζεν·
なぜなら、彼らは私の父を、外国人らしく振る舞っていたと誹謗中傷したからです。
καὶ ὅτι μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων ὑπὸ τὸν Δεκελεικὸν πόλεμον καὶ πραθεὶς εἰς Λευκάδα, Κλεάνδρῳ περιτυχὼν τῷ ὑποκριτῇ πρὸς τοὺς οἰκείους ἐσώθη δεῦρο πολλοστῷ χρόνῳ, παραλελοίπασιν, ὥσπερ δὲ δέον ἡμᾶς διʼ ἐκείνας τὰς ἀτυχίας ἀπολέσθαι, τὸ ξενίζειν αὐτοῦ κατηγορήκασιν.
しかし、デケレイア戦争の際に敵に捕らえられてレウカスに売られたものの、役者のクレアンドロスに出会ったことで、長い年月の後に身内の元へ、この地へと救い出されたという事実を、彼らは無視しています。 そして、まるでそれらの不幸のゆえに私たちが破滅せねばならないかのように、彼の「外国人らしさ」を告発したのです。
§19ἐγὼ δʼ ἐξ αὐτῶν τούτων μάλιστʼ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντʼ ἐπιδείξειν.
しかし私は、まさにこれらの事実そのものから、自分がアテネ市民であることを皆さんに最もよく証明できると考えています。
καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη, μάρτυρας ὑμῖν παρέξομαι, ἔπειθʼ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν, εἶθʼ ὅτι οὔτʼ ἐν τοῖς δημόταις οὔτʼ ἐν τοῖς φράτερσιν οὔτʼ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντʼ οὐδεὶς πώποτʼ ᾐτιάσαθʼ ὡς εἴη ξένος.
そして、まず第一に、彼がいかにして捕らえられ、救い出されたかについて、皆さんに証人を提示します。 次に、彼が帰還した際に叔父たちから遺産の分け前を受け取ったことについて、さらに、区民の間でも、同信族の間でも、その他のいかなる場所でも、「外国人らしく振る舞う者」として彼が外国人であると誰も非難したことがなかったことについて、[証人を提示します]。
καί μοι λαβὲ τὰς μαρτυρίας.
私にそれらの証言を受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ. §20περὶ μὲν τῆς ἁλώσεως καὶ τῆς σωτηρίας, ἣν συνέβη γενέσθαι τῷ πατρὶ δεῦρο, ἀκηκόατε.
[証言] 父に起こった、捕虜となったことと、この地へ救い出されたことについては、お聞きになった通りです。
ὡς δʼ ὑμέτερος ἦν πολίτης, ὦ ἄνδρες δικασταί (τὸ γὰρ ὂν καὶ ἀληθὲς οὕτως ὑπάρχει), μάρτυρας καλῶ τοὺς ζῶντας ὑμῖν τῶν συγγενῶν τῶν πρὸς πατρός.
しかし、彼が皆さんの同胞市民であったことについて(実際、事実と真実はまさにその通りなのですが)、私は父方の親族のうち、存命の者たちを皆さんのために証人として呼びます。
κάλει δή μοι πρῶτον μὲν Θουκριτίδην καὶ Χαρισιάδην·
まず、私にツークリティデスとカリシアデスを呼んでください。
ὁ γὰρ τούτων πατὴρ Χαρίσιος ἀδελφὸς ἦν τοῦ πάππου τοῦ ἐμοῦ Θουκριτίδου καὶ Λυσαρέτης τῆς ἐμῆς τήθης (ἀδελφὴν γὰρ ὁ πάππος οὑμὸς ἔγημεν οὐχ ὁμομητρίαν), θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·
というのも、彼らの父カリシオスは、私の祖父ツークリティデスと私の祖母リュサレテ(実際、私の祖父は、母親を同じくしない異母姉妹を妻にしたのです)の兄弟であり、私の父にとっては叔父にあたるからです。
§21ἔπειτα Νικιάδην·
次にニキアデスを[呼んでください]。
καὶ γὰρ ὁ τούτου πατὴρ Λυσανίας ἀδελφὸς ἦν τοῦ Θουκριτίδου καὶ τῆς Λυσαρέτης, θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·
彼の父リュサニアスもツークリティデスとリュサレテの兄弟であり、私の父にとっては叔父にあたるからです。
ἔπειτα Νικόστρατον·
次にニコストラトスを[呼んでください]。
καὶ γὰρ ὁ τούτου πατὴρ Νικιάδης ἀδελφιδοῦς ἦν τῷ πάππῳ τῷ ἐμῷ καὶ τῇ τήθῃ, ἀνεψιὸς δὲ τῷ πατρί.
彼の父ニキアデスは私の祖父と祖母の甥であり、私の父にとっては従兄弟にあたるからです。
καί μοι κάλει τούτους πάντας.
これらすべての者を私に呼んでください。
σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.
君は水を止めてください。
ΜΑΡΤΥΡΕΣ. §22τῶν μὲν τοίνυν πρὸς ἀνδρῶν τῷ πατρὶ συγγενῶν ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μαρτυρούντων καὶ διομνυμένων Ἀθηναῖον εἶναι καὶ συγγενῆ τὸν ἐμὸν πατέρʼ αὑτοῖς·
[証人たち] アテネの人々よ、このように、父の男系の親族たちが、私の父がアテネ市民であり自分たちの親族であることを証言し、厳粛に誓っているのをお聞きになりました。
ὧν οὐδεὶς δήπου, παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι, κατʼ ἐξωλείας ἐπιορκεῖ.
彼らのうち誰一人として、自分が偽証していることを知る人々を傍らに立たせながら、一家全滅の呪いをかけてまで偽誓するなどということは決してあり得ないでしょう。
λαβὲ δὴ καὶ τὰς τῶν πρὸς γυναικῶν τῷ πατρὶ συγγενῶν μαρτυρίας.
それでは、父の女系の親族たちの証言も受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ. §23οἱ μὲν τοίνυν ζῶντες οὗτοι τῶν συγγενῶν τοῦ πατρὸς καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν μεμαρτυρήκασιν, ὡς ἦν ἀμφοτέρωθεν Ἀθηναῖος καὶ μετῆν τῆς πόλεως αὐτῷ δικαίως.
[証言] このように、父 of 男系および女系の親族のうち、これら存命の者たちは、父が両親ともにアテネ人であり、法的にこのポリスの市民権を有していたことを証言しました。
κάλει δή μοι καὶ τοὺς φράτερας, ἔπειτα τοὺς γεννήτας.
そこで、私に同信族たち、次いで同族たちも呼んでください。
ΜΑΡΤΥΡΕΣ.
λαβὲ δὴ καὶ τὰς τῶν δημοτῶν μαρτυρίας, καὶ τὰς τῶν συγγενῶν περὶ τῶν φρατέρων, ὡς εἵλοντό με φρατρίαρχον.
[証人たち] それでは、区民たちの証言、および私が同信族の長に選出されたことに関する親族たちの証言を受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ. §24τὰ μὲν τοίνυν ὑπὸ τῶν συγγενῶν καὶ φρατέρων καὶ δημοτῶν καὶ γεννητῶν, ὧν προσήκει, μαρτυρούμενʼ ἀκηκόατε.
[証言] このように、親族、同信族、区民、同族といった、然るべき人々によって証言されたことをお聞きになりました。
ἐξ ὧν ἔστιν ὑμῖν εἰδέναι, πότερόν ποτʼ ἀστὸς ἢ ξένος ἦν ᾧ ταῦθʼ ὑπῆρχεν.
これらから、このような事実を備えていた者が、市民であったのか、それとも外国人であったのかを皆さんは知ることができるはずです。
καὶ γὰρ εἰ μὲν εἰς ἕνʼ ἢ δύʼ ἀνθρώπους κατεφεύγομεν, εἴχομεν ἄν τινʼ ὑποψίαν παρεσκευάσθαι τούτους·
なぜなら、もし私たちが一人か二人の人物に頼っているだけだったなら、彼らを買収したのではないかという疑いを持つこともできたでしょう。
εἰ δʼ ἐν ἅπασιν, ὅσοισπερ ἕκαστος ὑμῶν, ἐξητασμένος φαίνεται καὶ ζῶν ὁ πατὴρ καὶ νῦν ἐγώ, λέγω φράτερσι, συγγενέσι, δημόταις, γεννήταις, πῶς ἔνεστιν ἢ πῶς δυνατὸν τούτους ἅπαντας μὴ μετʼ ἀληθείας ὑπάρχοντας κατεσκευάσθαι;
しかし、皆さんの一人一人がそうであるのと全く同じように、生存中の父も現在の私も、あらゆる人々――すなわち同信族、親族、区民、同族――において吟味されていることが明らかであるならば、これらすべての人々が、真実に基づかないのに買収されたなどということが、どうしてあり得ましょうか、あるいはどうして可能でしょうか。
§25εἰ μὲν τοίνυν εὔπορος ὢν ὁ πατὴρ χρήματα δοὺς τούτοις ἐφαίνετο πείσας συγγενεῖς αὐτοὺς ἑαυτοῦ φάσκειν εἶναι, λόγον εἶχεν ἂν ὑποψίαν τινʼ ἔχειν ὡς οὐκ ἦν ἀστός·
したがって、もし父が富裕であって、これらの人々に金を渡して自分たちの親族であると主張するよう説得していたことが明らかであったなら、彼が市民ではなかったのではないかという疑いを持つのも道理にかなっていたでしょう。
εἰ δὲ πένης ὢν ἅμα συγγενεῖς τε παρέσχετο τοὺς αὐτοὺς καὶ μεταδιδόντας τῶν ὄντων ἐπεδείκνυε, πῶς οὐκ εὔδηλον ὅτι τῇ ἀληθείᾳ προσῆκε τούτοις;
しかし、貧しい身でありながら、同時にこれらと同じ人々を親族として提示し、彼らが自分たちの財産を分け与えてくれていることを示しているとすれば、彼が本当にこれらの親族に属していたということは極めて明白ではないでしょうか。
οὐ γὰρ ἂν δήπου, εἴ γε μηδενὶ ἦν οἰκεῖος, χρήματʼ αὐτῷ προστιθέντες οὗτοι τοῦ γένους μετεδίδοσαν.
というのも、もし彼が誰の身内でもなかったなら、彼らは彼に金まで与えて家系に迎え入れるような真似は決してしなかったはずだからです。
ἀλλʼ ἦν, ὡς τό τʼ ἔργον ἐδήλωσεν καὶ ὑμῖν μεμαρτύρηται.
しかし事実は、その実際の行動が示した通りであり、皆さんに証言された通りであったのです。
ἔτι τοίνυν ἀρχὰς ἔλαχεν καὶ ἦρξεν δοκιμασθείς.
さらに、彼は公職を抽選で引き当て、資格審査を経てその職を務めました。
καί μοι λαβὲ τὴν μαρτυρίαν.
私にその証言を受け取ってください。
ΜΑΡΤΥΡΙΑ.
[証言]