§1κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ἄνδρες δικασταί.
诸位法官,我是这笔贷款的合伙人。
συμβαίνει δʼ ἡμῖν τοῖς τὴν κατὰ θάλατταν ἐργασίαν προῃρημένοις καὶ τὰ ἡμέτερʼ αὐτῶν ἐγχειρίζουσιν ἑτέροις ἐκεῖνο μὲν σαφῶς εἰδέναι, ὅτι ὁ δανειζόμενος ἐν παντὶ προέχει ἡμῶν.
对于我们这些选择海上贸易、将自己的财产托付给他人的人来说,我们非常清楚地知道这一点:借款人在一切事情上都比我们占优势。
λαβὼν γὰρ ἀργύριον φανερὸν καὶ ὁμολογούμενον, ἐν γραμματειδίῳ δυοῖν χαλκοῖν ἐωνημένῳ καὶ βυβλιδίῳ μικρῷ πάνυ τὴν ὁμολογίαν καταλέλοιπε τοῦ ποιήσειν τὰ δίκαια.
因为他收到了实实在在、无可争辩的现款,却仅仅在用两铜币买来的蜡板和极小的纸草片上,留下了他将履行公正义务的承诺。
ἡμεῖς δʼ οὐ φαμὲν δώσειν, ἀλλʼ εὐθὺς τῷ δανειζομένῳ δίδομεν τὸ ἀργύριον.
而我们,并不只是口头上说要给,而是立刻就把现款交给了借款人。
§2τῷ οὖν ποτὲ πιστεύοντες καὶ τί λαβόντες τὸ βέβαιον, προϊέμεθα;
那么,我们究竟是凭着对什么的信任,又得到了什么保证,才把钱放出去的呢?
ὑμῖν, ὦ ἄνδρες δικασταί, καὶ τοῖς νόμοις τοῖς ὑμετέροις, οἳ κελεύουσιν, ὅσα ἄν τις ἑκὼν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, κύρια εἶναι.
是凭着对你们的信任,诸位法官,以及你们的法律,那些规定任何人自愿向他人作出的承诺皆具效力的法律。
ἀλλά μοι δοκεῖ οὔτε τῶν νόμων οὔτε συγγραφῆς οὐδεμιᾶς ὄφελος εἶναι οὐδέν, ἂν ὁ λαμβάνων τὰ χρήματα μὴ πάνυ δίκαιος ᾖ τὸν τρόπον, καὶ δυοῖν θάτερον, ἢ ὑμᾶς δεδιὼς ἢ τὸν συμβαλόντα αἰσχυνόμενος.
但在我看来,如果收受资金的人在品性上不十分公正,并且没有受到两件事之一的约束——要么敬畏你们,要么对债权人感到羞耻——那么无论法律还是任何契约,都将毫无益处。
§3ὧν οὐδέτερον πρόσεστι Διονυσοδώρῳ τουτῳί, ἀλλʼ εἰς τοσοῦτον ἥκει τόλμης, ὥστε δανεισάμενος παρʼ ἡμῶν ἐπὶ τῇ νηὶ τρισχιλίας δραχμὰς ἐφʼ ᾧ τε τὴν ναῦν καταπλεῖν Ἀθήναζε, καὶ δέον ἡμᾶς ἐν τῇ πέρυσιν ὥρᾳ κεκομίσθαι τὰ χρήματα, τὴν μὲν ναῦν εἰς Ῥόδον κατεκόμισε καὶ τὸν γόμον ἐκεῖσε ἐξελόμενος ἀπέδοτο παρὰ τὴν συγγραφὴν καὶ τοὺς νόμους τοὺς ὑμετέρους, ἐκ δὲ τῆς Ῥόδου πάλιν ἀπέστειλε τὴν ναῦν εἰς Αἴγυπτον κἀκεῖθεν εἰς Ῥόδον, ἡμῖν δὲ τοῖς Ἀθήνησι δανείσασιν οὐδέπω καὶ νῦν οὔτε τὰ χρήματα ἀποδίδωσιν οὔτε τὸ ἐνέχυρον καθίστησιν εἰς τὸ ἐμφανές, §4ἀλλὰ δεύτερον ἔτος τουτὶ καρπούμενος τὰ ἡμέτερα, καὶ ἔχων τό τε δάνειον καὶ τὴν ἐργασίαν καὶ τὴν ναῦν τὴν ὑποκειμένην ἡμῖν, οὐδὲν ἧττον εἰσελήλυθεν πρὸς ὑμᾶς, δῆλον ὡς ζημιώσων ἡμᾶς τῇ ἐπωβελίᾳ καὶ καταθησόμενος εἰς τὸ οἴκημα πρὸς τῷ ἀποστερεῖν τὰ χρήματα.
这边的迪奥尼索多洛斯既无前者也无后者,反而到了如此胆大妄为的地步:他以船只为担保向我们借了三千德拉克马,条件是船只必须驶回雅典,且我们本应在去年的航海季节收回资金,他却将船驶入罗得岛,在当地卸下货物并予以变卖,这违反了契约和你们的法律;随后他又把船从罗得岛派往埃及,又从那里折回罗得岛;而对于在雅典贷款给他的我们,直到现在他既不偿还资金,也不把抵押物公开呈示,不仅如此,这已经是第二年他一直在榨取我们的财产,将借款、运营利润以及抵押给我们的船只都据为己有,却居然还来到你们法庭,显然是想通过诉讼费罚金来惩罚我们,甚至要把我们投入监狱,以此来剥夺我们的资金。
ὑμῶν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμοίως ἁπάντων δεόμεθα καὶ ἱκετεύομεν βοηθῆσαι ἡμῖν, ἂν δοκῶμεν ἀδικεῖσθαι.
因此,雅典的男子们,我们同样恳求并祈求你们所有人,如果我们看起来确实遭受了不公,请向我们伸出援手。
τὴν δὲ ἀρχὴν τοῦ συμβολαίου διεξελθεῖν ὑμῖν πρῶτον βούλομαι· οὕτως γὰρ καὶ ὑμεῖς ῥᾷστα παρακολουθήσετε.
我想先向你们详细说明这笔交易的始末,因为这样你们也能最轻松地理解案情。
§5Διονυσόδωρος γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὁ κοινωνὸς αὐτοῦ Παρμενίσκος προσελθόντες ἡμῖν πέρυσιν τοῦ μεταγειτνιῶνος μηνὸς ἔλεγον ὅτι βούλονται δανείσασθαι ἐπὶ τῇ νηί, ἐφʼ ᾧ τε πλεῦσαι εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ῥόδον ἢ εἰς Ἀθήνας, διομολογησάμενοι τοὺς τόκους τοὺς εἰς ἑκάτερον τῶν ἐμπορίων τούτων.
因为这边的迪奥尼索多洛斯,雅典的男子们,以及他的合伙人帕尔梅尼斯科斯,于去年梅塔盖特尼翁月来到我们这里,说想要以船只为担保借款,条件是先航行到埃及,再从埃及航行到罗得岛或雅典,并就这两个商港各自的利息达成了协议。
§6ἀποκριναμένων δʼ ἡμῶν, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἂν δανείσαιμεν εἰς ἕτερον ἐμπόριον οὐδὲν ἀλλʼ ἢ εἰς Ἀθήνας, οὕτω προσομολογοῦσι πλεύσεσθαι δεῦρο, καὶ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανείζονται παρʼ ἡμῶν ἐπὶ τῇ νηὶ τρισχιλίας δραχμὰς ἀμφοτερόπλουν, καὶ συγγραφὴν ἐγράψαντο ὑπὲρ τούτων.
诸位法官,在我们回答说除雅典以外不向任何其他港口贷款后,他们便承诺航行至此,并在这些协议的基础上,以船只为担保向我们借了三千德拉克马的往返航程贷款,并就此写下了契约。
ἐν μὲν οὖν ταῖς συνθήκαις δανειστὴς ἐγράφη Πάμφιλος οὑτοσί· ἐγὼ δʼ ἔξωθεν μετεῖχον αὐτῷ τοῦ δανείσματος.
在契约中,这边的班菲洛斯被登记为债权人,而我则作为外部合伙人与他共同出资。
καὶ πρῶτον ὑμῖν ἀναγνώσεται αὐτὴν τὴν συγγραφήν.
首先,他将为你们朗读这份契约本身。
ΣΥΓΓΡΑΦΗ. §7κατὰ ταύτην τὴν συγγραφήν, ὦ ἄνδρες δικασταί, λαβόντες παρʼ ἡμῶν τὰ χρήματα Διονυσόδωρός τε οὑτοσὶ καὶ ὁ κοινωνὸς αὐτοῦ Παρμενίσκος ἀπέστελλον τὴν ναῦν εἰς τὴν Αἴγυπτον ἐνθένδε.
ΣΥΓΓΡΑΦΗ. 诸位法官,根据这份契约,从我们这里拿到钱后,这边的迪奥尼索多洛斯和他的合伙人帕尔梅尼斯科斯便将船只从这里派往埃及。
καὶ ὁ μὲν Παρμενίσκος ἐπέπλει ἐπὶ τῆς νεώς, οὑτοσὶ δὲ αὐτοῦ κατέμενεν.
帕尔梅尼斯科斯随船航行,而这个人则留在这里。
ἦσαν γάρ, ὦ ἄνδρες δικασταί, ἵνα μηδὲ τοῦτο ἀγνοῆτε, ὑπηρέται καὶ συνεργοὶ πάντες οὗτοι Κλεομένους τοῦ ἐν τῇ Αἰγύπτῳ ἄρξαντος, ὃς ἐξ οὗ τὴν ἀρχὴν παρέλαβεν οὐκ ὀλίγα κακὰ ἠργάσατο τὴν πόλιν τὴν ὑμετέραν, μᾶλλον δὲ καὶ τοὺς ἄλλους Ἕλληνας, παλιγκαπηλεύων καὶ συνιστὰς τὰς τιμὰς τοῦ σίτου καὶ αὐτὸς καὶ οὗτοι μετʼ αὐτοῦ.
因为,诸位法官,为了让你们也不至于对此一无所知,他们全都是在埃及执政的克莱奥梅内斯的部下和帮凶。 克莱奥梅内斯自掌权以来,通过垄断和操纵粮食价格,给你们的城邦,甚至给其他希腊人带来了不小的危害,他自己以及这些与他同伙的人都是如此。