Humanitext Reader

狄摩西尼 · 控诉狄奥尼索多鲁斯 §14-20

拒绝妥协方案与要求销毁契约

第 3 段,共 7 段 · 希腊语

内容简介

原告根据第三方的建议,提出先接受部分还款,而将争议部分的利息诉诸仲裁或法庭解决,但被告迪奥尼索多罗斯拒绝并强求销毁契约。原告控诉被告违约、私自占用原告资金长达两年用于其他港口的无耻行径,并在法庭上向其发起质问。

§14ἐπειδὴ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑμετέρων πολιτῶν τινὲς παραγενόμενοι ἀπὸ ταὐτομάτου συνεβούλευον ἡμῖν τὸ μὲν διδόμενον λαμβάνειν, περὶ δὲ τῶν ἀντιλεγομένων κρίνεσθαι, τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν τέως ἂν κριθῶμεν, ἡμεῖς μὲν ταῦτα συνεχωροῦμεν, οὐκ ἀγνοοῦντες, ὦ ἄνδρες δικασταί, τὸ ἐκ τῆς συγγραφῆς δίκαιον, ἀλλʼ ἡγούμενοι δεῖν ἐλαττοῦσθαί τι καὶ συγχωρεῖν ὥστε μὴ δοκεῖν φιλόδικοι εἶναι, οὗτος δʼ ὡς ἑώρα ἡμᾶς ὁμόσε πορευομένους, ἀναιρεῖσθε φησὶ τοίνυν τὴν συγγραφήν.
因为,雅典人啊,当你们的几位市民碰巧在场,建议我们接受对方所给付的部分,而就争议的部分进行诉讼,但在判决下来之前,先不要承认到罗得岛为止的利息,我们便同意了这一点。 诸位法官,我们并非不知道契约所赋予的正当权利,而是认为应当做出一些让步和妥协,以免显得好诉。 然而,这个人一见我们正要与他达成妥协,便说:‘那么,你们就把契约销毁吧。
§15ἡμεῖς ἀναιρώμεθα;
’ 我们要销毁契约?
οὐδέν γε μᾶλλον ἢ ὁτιοῦν·
绝不可能!
ἀλλὰ κατὰ μὲν τἀργύριον ὃ ἂν ἀποδῷς, ὁμολογήσομεν ἐναντίον τοῦ τραπεζίτου ἄκυρον ποιεῖν τὴν συγγραφήν, τὸ μέντοι σύνολον οὐκ ἂν ἀνελοίμεθα, ἕως ἂν περὶ τῶν ἀντιλεγομένων κριθῶμεν.
不过,对于你所还给的资金数额,我们同意在银行家面前宣布该契约作废;但是,在争议部分得到判决之前,我们绝对不会销毁整个契约。
τί γὰρ ἔχοντες δίκαιον ἢ τί τὸ ἰσχυρὸν ἀντιδικήσομεν, ἐάν τε πρὸς διαιτητὴν ἐάν τε εἰς δικαστήριον δέῃ βαδίζειν, ἀνελόμενοι τὴν συγγραφήν, ἐν ᾗ τὴν ὑπὲρ τῶν δικαίων βοήθειαν ἔχομεν ;
因为如果我们销毁了作为我们权利保障的契约,那么无论我们需要去仲裁人那里还是去法庭,我们还能凭借什么正当理由或什么强有力的依据来进行抗辩呢?
§16ταῦτα δὲ ἡμῶν λεγόντων, ὦ ἄνδρες δικασταί, καὶ ἀξιούντων Διονυσόδωρον τουτονὶ τὴν μὲν συγγραφὴν μὴ κινεῖν μηδὲ ἄκυρον ποιεῖν τὴν ὁμολογουμένην καὶ ὑπʼ αὐτῶν τούτων κυρίαν εἶναι, τῶν δὲ χρημάτων ὅσα μὲν αὐτὸς ὁμολογεῖ, ἀποδοῦναι ἡμῖν, περὶ δὲ τῶν ἀντιλεγομένων ἑτοίμων ὄντων κριθῆναι, εἴτε βούλοιντο ἐφʼ ἑνὸς εἴτε κἀν πλείοσι τῶν ἐκ τοῦ ἐμπορίου, οὐκ ἔφη προσέχειν Διονυσόδωρος τούτων οὐδενί, ἀλλʼ ὅτι τὴν συγγραφὴν ὅλως οὐκ ἀνῃρούμεθα ἀπολαμβάνοντες ἃ οὗτος ἐπέταττεν, ἔχει δεύτερον ἔτος τὰ ἡμέτερα καὶ χρῆται τοῖς χρήμασιν·
诸位法官,在我们这样说,并要求这个迪奥尼索多罗斯不要动契约,也不要废除连他们自己都承认有效的协议,而是把自认为合理的、他自己承认的那部分资金还给我们,至于争议的部分,无论他们希望是在市场中的一人还是多人面前,我们都准备好接受裁判,然而迪奥尼索多罗斯对这些要求一概置之不理。 相反,只因我们在接受他所强加的条件时没有彻底销毁契约,他就扣留我们的资金已经到了第二年,并且一直在使用这笔钱。
§17καὶ ὃ πάντων ἐστὶ δεινότατον, ὦ ἄνδρες δικασταί, ὅτι αὐτὸς μὲν οὗτος παρʼ ἑτέρων εἰσπράττει ναυτικοὺς τόκους ἀπὸ τῶν ἡμετέρων χρημάτων, οὐκ Ἀθήνησι δανείσας οὐδʼ εἰς Ἀθήνας, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, ἡμῖν δὲ τοῖς δανείσασιν εἰς τὸ ὑμέτερον ἐμπόριον οὐκ οἴεται δεῖν τῶν δικαίων οὐδὲν ποιεῖν.
诸位法官,最令人气愤的是,这个人自己用我们的资金向他人收取航运利息,而他借出这笔钱既不是在雅典,也不是为了运往雅典,而是为了运往罗得岛和埃及;然而,对于我们这些为了你们的商港而借出资金的人,他却认为不该尽任何正当义务。
ὅτι δʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὴν πρόκλησιν ἣν ὑπὲρ τούτων προὐκαλεσάμεθʼ αὐτόν.
为了证明我所说属实,书记官将为你们宣读我们就这些事项向他提出的挑战书。
ΠΡΟΚΛΗΣΙΣ. §18ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, προκαλεσαμένων ἡμῶν Διονυσόδωρον τουτονὶ πολλάκις, καὶ ἐπὶ πολλὰς ἡμέρας ἐκτιθέντων τὴν πρόκλησιν, εὐήθεις ἔφη παντελῶς ἡμᾶς εἶναι, εἰ ὑπολαμβάνομεν αὐτὸν οὕτως ἀλογίστως ἔχειν ὥστʼ ἐπὶ διαιτητὴν βαδίζειν, προδήλου ὄντος ὅτι καταγνώσεται αὐτοῦ ἀποτεῖσαι τὰ χρήματα, ἐξὸν αὐτῷ ἐπὶ τὸ δικαστήριον ἥκειν φέροντα τὸ ἀργύριον, εἶτʼ ἐὰν μὲν δύνηται ὑμᾶς παρακρούσασθαι, ἀπιέναι τἀλλότρια ἔχοντα, εἰ δὲ μή, τηνικαῦτα καταθεῖναι τὰ χρήματα, ὡς ἂν ἄνθρωπος οὐ τῷ δικαίῳ πιστεύων, ἀλλὰ διάπειραν ὑμῶν λαμβάνειν βουλόμενος.
挑战书诸位法官,在我们多次向这个迪奥尼索多罗斯提出挑战,并将挑战书公示了许多天之后,他却说我们极其天真,竟然以为他会愚蠢到去走仲裁程序,因为很显然,仲裁人预先就会判定他必须偿还这笔资金;相反,他完全可以带着钱来到法庭,然后,如果他能欺骗你们,就可以带着别人的财产一走了之,如果不成,到那时再把钱付清。 他这样做,完全是一个不信任正义、而只想对你们进行试探的人。
§19τὰ μὲν τοίνυν πεπραγμένα Διονυσοδώρῳ ἀκηκόατε, ὦ ἄνδρες δικασταί· οἴομαι δʼ ὑμᾶς θαυμάζειν ἀκούοντας πάλαι τὴν τόλμαν αὐτοῦ, καὶ τῷ ποτε πιστεύων εἰσελήλυθεν δευρί.
诸位法官,迪奥尼索多罗斯的所作所为你们已经听到了;我想你们听了他先前的胆大妄为,一定感到非常惊讶,并且纳闷他究竟凭着什么胆敢来到这里。
πῶς γὰρ οὐ τολμηρόν, εἴ τις ἄνθρωπος δανεισάμενος χρήματα ἐκ τοῦ ἐμπορίου τοῦ Ἀθηναίων, §20καὶ συγγραφὴν διαρρήδην γραψάμενος ἐφʼ ᾧ τε καταπλεῖν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον, εἰ δὲ μή, ἀποτίνειν διπλάσια τὰ χρήματα, μήτε τὴν ναῦν κατακεκόμικεν εἰς τὸν Πειραιᾶ μήτε τὰ χρήματα ἀποδίδωσι τοῖς δανείσασιν, τόν τε σῖτον ἐξελόμενος ἐν Ῥόδῳ ἀπέδοτο, καὶ ταῦτα διαπεπραγμένος μηδὲν ἧττον τολμᾷ βλέπειν εἰς τὰ ὑμέτερα πρόσωπα;
因为,一个人如果从雅典人的商港借了资金,并且明确签订契约,规定船只必须开进你们的商港,否则应偿还双倍的资金,却既没有把船开进比雷埃夫斯,也没有把资金还给债权人,反而在罗得岛起卸并变卖了粮食;在干下了这些勾当之后,居然还敢厚颜无耻地直视你们的脸?

词汇与语法注释

  1. 14ὁμόσε πορευομένους — 字面意为“与敌人短兵相接”或“贴身交战”的习惯用语。在此语境下,它指原告方作出了妥协的姿态,准备在有条件的基础上接受被告提出的部分条件。
  2. 14τέως ἂν κριθῶμεν — 时间连词 τέως 与助词 ἄν 及虚拟语气 κριθῶμεν(κρίνω 的无定过去时被动语态)连用,表示未来不确定的时间界限(“直到我们获得判决为止”)。
  3. 15τί γὰρ ἔχοντες δίκαιον ἢ τί τὸ ἰσχυρὸν ἀντιδικήσομεν — 现在时主动分词 ἔχοντες 在此作条件状语(“如果我们没有……”),并以 τί δίκαιον ἢ τί τὸ ἰσχυρόν(什么正当权利或什么强有力的依据)作为其直接宾语,构成一个反问句,强调销毁契约对原告造成的极为不利的后果。
  4. 16τῶν δὲ χρημάτων ὅσα μὲν αὐτὸς ὁμολογεῖ, ἀποδοῦναι ἡμῖν — 该不定式结构依附于由属格独立结构分词 ἀξιούντων(要求)所引导的句中。不定式 ἀποδοῦναι 的 意义主语为省略的 αὐτόν(迪奥尼索多罗斯),而 τῶν χρημάτων 则是部分属格,由关系从句 ὅσα μὲν αὐτὸς ὁμολογεῖ 限定。
  5. 18ἐξὸν αὐτῷ ἐπὶ τὸ δικαστήριον ἥκειν — 非人称动词 ἔξεστι(可能/允许)的对格独立结构(accusative absolute),表示让步或条件(“虽然他原本可以……”)。与格 αὐτῷ 配合,不定式 ἥκειν 作为该结构的主语。

引用这一段

狄摩西尼, 控诉狄奥尼索多鲁斯 §14-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg056.humanitext-grc2:14-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。