§28εἰ δέ τινες ἀφείκασίν τί σοι καὶ συγκεχωρήκασιν τοὺς εἰς Ῥόδον τόκους ὁτῳδήποτε τρόπῳ πεισθέντες, διὰ ταῦτα οὐδὲν ἀδικεῖς ἡμᾶς, οὓς παρασυγγεγράφηκας εἰς Ῥόδον καταγαγὼν τὴν ναῦν;
但是,如果有些人在以任何方式被说服之后,向你放弃了他们的部分权益,并同意接受到罗得岛为止的利息,难道由于这个原因,你就没有对我们犯下任何不公吗? 我们可是因为你把船开进罗得岛而沦为你违反契约的受害者啊!
οὐκ οἴομαί γε·
我可不这么认为。
οὐ γὰρ τὰ ὑφʼ ἑτέρων συγκεχωρημένα δικάζουσιν οὗτοι νῦν, ἀλλὰ τὰ ὑπʼ αὐτοῦ σοῦ πρὸς ἡμᾶς συγγεγραμμένα.
因为法官们现在并不是在审判他人所作出的让步,而是在审判你自己与我们签订的契约条款。
ἐπεὶ ὅτι γε καὶ τὸ περὶ τὴν ἄφεσιν τῶν τόκων, εἰ ἄρα γέγονεν ὡς οὗτοι λέγουσιν, μετὰ τοῦ συμφέροντος τοῦ τῶν δανειστῶν γέγονε, πᾶσιν ὑμῖν φανερόν ἐστιν.
此外,即使这笔利息的免除确实如这些人所声称的那样发生了,它也是伴随着债权人自身的利益而发生的,这对于你们所有人都是显而易见的。
§29οἱ γὰρ ἐκ τῆς Αἰγύπτου δανείσαντες τούτοις ἑτερόπλουν τἀργύριον εἰς Ἀθήνας, ὡς ἀφίκοντο εἰς τὴν Ῥόδον καὶ τὴν ναῦν ἐκεῖσε οὗτοι κατεκόμισαν, οὐδὲν οἶμαι διέφερεν αὐτοῖς ἀφεμένοις τῶν τόκων καὶ κομισαμένοις τὸ δάνειον ἐν τῇ Ῥόδῳ πάλιν ἐνεργὸν ποιεῖν εἰς τὴν Αἴγυπτον, ἀλλʼ ἐλυσιτέλει πολλῷ μᾶλλον τοῦτʼ ἢ δεῦρʼ ἐπαναπλεῖν.
因为那些为了从埃及到雅典的单程航行而借钱给这些人的人,当他们到达罗得岛且这些人将船开进那里的港口时,我想,如果他们免除利息并在罗得岛收回本金、然后再次将其投入到前往埃及的航行中,这对他们来说并无分别,相反,这比重新航行回这里要划算得多。
§30ἐκεῖσε μέν γε ἀεὶ ὡραῖος ὁ πλοῦς, καὶ δὶς ἢ τρὶς ὑπῆρχεν αὐτοῖς ἐργάσασθαι τῷ αὐτῷ ἀργυρίῳ· ἐνταῦθα δʼ ἐπιδημήσαντας παραχειμάζειν ἔδει καὶ περιμένειν τὴν ὡραίαν.
因为前往那里的航行总是应时的,他们可以用同一笔资金做两三次生意;而如果留在这里,他们就必须在这里过冬并等待适航季节。
ὥστʼ ἐκεῖνοι μὲν οἱ δανεισταὶ προσκεκερδήκασιν καὶ οὐκ ἀφείκασι τούτοις οὐδέν· ἡμῖν δʼ οὐχ ὅπως περὶ τοῦ τόκου ὁ λόγος ἐστίν, ἀλλʼ οὐδὲ τἀρχαῖα ἀπολαβεῖν δυνάμεθα.
因此,那些债权人实际上获得了额外的利润,并没有向这些人放弃任何东西;而对于我们来说,不仅我们无法谈论利息,甚至连本金都无法收回。
§31μὴ οὖν ἀποδέχεσθε τούτου φενακίζοντος ὑμᾶς καὶ τὰ πρὸς τοὺς ἄλλους δανειστὰς πεπραγμένα παραβάλλοντος, ἀλλʼ ἐπὶ τὴν συγγραφὴν ἀνάγετʼ αὐτὸν καὶ τὰ ἐκ τῆς συγγραφῆς δίκαια.
因此,不要允许这个人欺骗你们,并将与其他债权人达成的交易进行比较,而要把他拉回到契约以及源自契约的正当权利上来。
ἔστι γὰρ ἐμοί τε λοιπὸν διδάξαι ὑμᾶς τοῦτο, καὶ οὗτος ἰσχυρίζεται τῷ αὐτῷ τούτῳ, φάσκων τὴν συγγραφὴν κελεύειν σωθείσης τῆς νεὼς ἀποδιδόναι τὸ δάνειον.
因为剩下要由我向你们阐明的就是这一点,而他自己也正是依赖这同一条,声称契约规定在船只安全保全的情况下偿还贷款。
§32καὶ ἡμεῖς ταῦτα οὕτω φαμὲν δεῖν ἔχειν.
我们也同意情况应当如此。
ἡδέως δʼ ἂν πυθοίμην αὐτοῦ σοῦ, πότερον ὡς ὑπὲρ διεφθαρμένης τῆς νεὼς διαλέγει, ἢ ὡς ὑπὲρ σεσῳσμένης.
但我很想亲口问问你,你是在船只已毁坏的假设下发言,还是在船只已安全保全的假设下发言?
εἰ μὲν γὰρ διέφθαρται ἡ ναῦς καὶ ἀπόλωλεν, τί περὶ τῶν τόκων διαφέρει καὶ ἀξιοῖς ἡμᾶς κομίζεσθαι τοὺς εἰς Ῥόδον τόκους;
因为如果船只已经毁坏并损失了,为什么利息还成了问题,而你又要求我们接受到罗得岛为止的利息呢?
οὔτε γὰρ τοὺς τόκους οὔτε τἀρχαῖα προσήκει ἡμᾶς ἀπολαβεῖν.
因为在那种情况下,我们既不应该得到利息,也不应该得到本金。
εἰ δʼ ἐστὶν ἡ ναῦς σῶς καὶ μὴ διέφθαρται, διὰ τί ἡμῖν οὐκ ἀποδίδως τὰ χρήματα ἃ συνεγράψω;
但如果船只完好且没有毁坏,你为什么不向我们偿还你签约借入的资金呢?
§33πόθεν οὖν ἀκριβέστατα ἂν μάθοιτε, ἄνδρες Ἀθηναῖοι, ὅτι σέσῳσται ἡ ναῦς;
那么,雅典人啊,你们能从什么地方最准确地得知船只安全保全了呢?
μάλιστα μὲν ἐξ αὐτοῦ τοῦ εἶναι τὴν ναῦν ἐν πλῷ, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσιν.
最主要是从该船目前正在航行这一事实本身,但同样也从这些人自己所说的话中得知。
ἀξιοῦσιν γὰρ ἡμᾶς τά τε ἀρχαῖα ἀπολαβεῖν καὶ μέρος τι τῶν τόκων, ὡς σεσῳσμένης μὲν τῆς νεώς, οὐ πεπλευκυίας δὲ πάντα τὸν πλοῦν.
因为他们要求我们收回本金和一部分利息,理由是船只安全保全了,只是没有走完整个航程。
§34σκοπεῖτε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον ἡμεῖς τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις χρώμεθα ἢ οὗτοι, οἳ οὔτε εἰς τὸ συγκείμενον ἐμπόριον πεπλεύκασιν, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, σωθείσης τε τῆς νεὼς καὶ οὐ διεφθαρμένης ἄφεσιν οἴονται δεῖν εὑρίσκεσθαι τῶν τόκων παρασυγγεγραφηκότες, καὶ αὐτοὶ μὲν πολλὰ χρήματα εἰργασμένοι παρὰ τὴν σιτηγίαν τὴν εἰς Ῥόδον, τὰ δʼ ἡμέτερα χρήματα ἔχοντες καὶ καρπούμενοι δεύτερον ἔτος τουτί.
雅典人啊,请考虑一下,是我们遵循了契约的正当权利,还是这些人? 他们没有航行到约定的商港,而是去了罗得岛和埃及,然而,在船只安全保全且没有毁坏的情况下,在违反了契约之后,他们却认为自己应当获得利息的减免;他们自己通过向罗得岛运输粮食赚取了大量资金,却占着我们的钱,并在今年这第二年里继续享受其收益。
§35καινότατον δʼ ἐστὶ πάντων τὸ γιγνόμενον· τὸ μὲν γὰρ δάνειον τὸ ἀρχαῖον ἀποδιδόασιν ἡμῖν ὡς σεσῳσμένης τῆς νεώς, τοὺς τόκους δʼ ἀποστερῆσαι οἴονται δεῖν ὡς διεφθαρμένης.
而所有事情中最不可思议的是正在发生的一幕:他们以船只安全保全为前提偿还我们的本金,却又以船只毁坏为前提,认为应当剥夺我们的利息。
καίτοι ἡ συγγραφὴ οὐχ ἕτερα μὲν λέγει περὶ τῶν τόκων, ἕτερα δὲ περὶ τοῦ ἀρχαίου δανείσματος;
然而,难道契约对利息作了一套规定,对本金借款又作了另一套规定吗?
§36ἀλλὰ τὰ δίκαια ταὐτὰ περὶ ἀμφοῖν ἐστιν καὶ ἡ πρᾶξις ἡ αὐτή.
不,关于这两者的权利是相同的,追讨方式也是一样的。
ἀνάγνωθι δέ μοι πάλιν τὴν συγγραφήν.
请再为我读一遍契约。
ΣΥΓΓΡΑΦΗ
Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε.
契约自雅典至埃及,及自埃及至雅典。
ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι· Ἀθήνηθεν,
φησίν,
εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε.
你们听到了,雅典人啊: “自雅典,” 它说, “至埃及,及自埃及至雅典。
λέγε τὰ λοιπά.
” 读剩下的部分。
ΣΥΓΓΡΑΦΗ
σωθείσης δὲ τῆς νεὼς εἰς Πειραιᾶ
契约若船只安全保全至比雷埃夫斯