Humanitext Reader

狄摩西尼 · 控诉卡利克勒斯 §19-26

卡利克勒斯的过失与恶意诉讼的本质

第 3 段,共 4 段 · 希腊语

内容简介

诉讼人指出卡利克勒斯的无理指控及其自身拓宽私地、缩窄道路的过失。同时,他揭示了对方的实际损失极其微不足道,并得出结论,自己正遭受完全出于诬告的恶意诉讼。

§19ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλʼ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμʼ ἄν.
因此,我遭受他们这些以及许多其他严重的伤害,别说获得赔偿了,只要不被判罚款我就该感到满足了。
εἰ μὲν γὰρ ἦν, ὦ ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχʼ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀνʼ ἕτερʼ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι· καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δʼ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως· ταύτῃ δʼ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρʼ ἐμοῦ παραλαμβάνει.
因为,陪审员们,如果下流原本有接纳水流的水路,我若不接纳可能确实算是不公,正如在其他一些土地上确实有大家公认的水路那样;在这些水路里,最上游的人首先接纳水流,就像接纳从房屋排出的雨水一样,而其他人则从他们那里同样依次承接;但在此处,既没有人交给我,也没有人从我这里接走。
§20πῶς ἂν οὖν εἴη τοῦτο χαράδρα;
那么,这怎么会是水路呢?
τὸ δʼ εἰσπεσὸν ὕδωρ ἔβλαψεν οἶμαι πολλάκις ἤδη πολλοὺς μὴ φυλαξαμένους, ἔβλαψε δὲ καὶ νῦν τουτονί.
我想,冲入的水已经多次伤害过许多没有防备的人,而这次也同样伤害了这家伙。
ὃ καὶ πάντων ἐστὶν δεινότατον, εἰ Καλλικλῆς μὲν εἰς τὸ χωρίον εἰσπεσόντος τοῦ ὕδατος ἁμαξιαίους λίθους προσκομίσας ἀποικοδομεῖ, τοῦ δὲ πατρός, ὅτι τοῦτο παθόντος τοῦ χωρίου περιῳκοδόμησεν, ὡς ἀδικοῦντος ἐμοὶ βλάβης εἴληχε δίκην.
最荒谬的是,卡利克勒斯自己在水流冲入土地时,运来车轮般巨大的石头将其堵住,而对我父亲,仅仅因为他在自己的土地遭受同样的灾害时筑墙围起,他就把我当成加害者,提起了损害赔偿诉讼。
καίτοι εἰ ὅσοι κακῶς πεπόνθασιν ὑπὸ τῶν ὑδάτων τῶν ταύτῃ ῥεόντων ἐμοὶ λήξονται δίκας, οὐδὲ πολλαπλάσια γενόμενα τὰ ὄντʼ ἐξαρκέσειεν ἄν μοι.
然而,如果所有因流经此处的水流而遭受损失的人都对我提起诉讼,那么哪怕我的财产翻上好几倍,也根本不够赔偿。
§21τοσοῦτον τοίνυν διαφέρουσιν οὗτοι τῶν ἄλλων, ὥστε πεπονθότες μὲν οὐδέν, ὡς αὐτίχʼ ὑμῖν ἐγὼ σαφῶς ἐπιδείξω, πολλῶν δὲ πολλὰ καὶ μεγάλα βεβλαμμένων, μόνοι δικάζεσθαι τετολμήκασιν οὗτοί μοι.
因此,这些人与其他人有如此大的不同:尽管他们自己没有遭受任何损失(我马上就会向你们清楚地证明),而在许多人遭受了许多重大损失的情况下,却只有这些人竟敢对我起诉。
καίτοι πᾶσι μᾶλλον ἐνεχώρει τοῦτο πράττειν.
而事实上,其他所有人比起他们来,都更应该这样做。
οὗτοι μὲν γάρ, εἰ καί τι πεπόνθασιν, αὐτοὶ διʼ αὑτοὺς βεβλαμμένοι συκοφαντοῦσιν· ἐκεῖνοι δέ, εἰ καὶ μηδὲν ἄλλο, τοιαύτην γʼ οὐδεμίαν αἰτίαν ἔχουσιν.
因为这些人,即使遭受了什么损失,也是因自己的过错而受损,却还要进行诬告;而其他人,退一步讲,至少没有任何类似的自身过错可被指责。
ἀλλʼ ἵνα μὴ πάνθʼ ἅμα συνταράξας λέγω, λαβέ μοι τὰς τῶν γειτόνων μαρτυρίας.
但为了不把所有事情混在一起说得乱七八糟,请为我拿来邻居们的证词。
ΜΑΡΤΥΡΙΑΙ. §22οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν μηδὲν ἐγκαλεῖν μοι τοσαῦτα βεβλαμμένους, μηδʼ ἄλλον μηδένα τῶν ἠτυχηκότων, ἀλλὰ τὴν τύχην στέργειν, τουτονὶ δὲ συκοφαντεῖν;
【证词】因此,陪审员们,遭受了如此大损失的邻居们,以及其他任何不幸受灾的人,都没有对我提出任何控告,而是默默承受运气的安排,而唯独这家伙却在进行诬告,这难道不荒谬吗?
ὃν ὅτι μὲν αὐτὸς ἐξημάρτηκεν πρῶτον μὲν τὴν ὁδὸν στενοτέραν ποιήσας, ἐξαγαγὼν ἔξω τὴν αἱμασιάν, ἵνα τὰ δένδρα τῆς ὁδοῦ ποιήσειεν εἴσω, ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδόν, ἐξ ὧν ὑψηλοτέραν τὴν αὐτὴν καὶ στενοτέραν πεποιῆσθαι συμβέβηκεν, ἐκ τῶν μαρτυριῶν αὐτίκʼ εἴσεσθε σαφέστερον,
他自己首先犯了错,把石墙向外延伸,使道路变窄,以便把原本在路上的树木圈到墙内,其次又把碎石垃圾扔在路上,结果导致道路变得更高、更窄,这一切你们很快就会从证词中更清楚地了解到。
§23ὅτι δʼ οὐδὲν ἀπολωλεκὼς οὐδὲ καταβεβλαμμένος ἄξιον λόγου τηλικαύτην μοι δίκην εἴληχεν, τοῦθʼ ὑμᾶς ἤδη πειράσομαι διδάσκειν.
至于他没有遭受任何值得提及的损失或伤害,却对我提起如此巨额的诉讼,我现在就向你们作进一步说明。
τῆς γὰρ μητρὸς τῆς ἐμῆς χρωμένης τῇ τούτων μητρὶ πρὶν τούτους ἐπιχειρῆσαι με συκοφαντεῖν, καὶ πρὸς ἀλλήλας ἀφικνουμένων, οἷον εἰκὸς ἅμα μὲν ἀμφοτέρων οἰκουσῶν ἐν ἀγρῷ καὶ γειτνιωσῶν,
因为在这些人企图对我进行诬告之前,我母亲与他们的母亲关系友好,彼此常有往来,这很自然,因为她们都住在乡下,又是邻居,而且在丈夫们活着时也彼此交往。
§24ἅμα δὲ τῶν ἀνδρῶν χρωμένων ἀλλήλοις ἕως ἔζων, ἐλθούσης δὲ τῆς ἐμῆς μητρὸς ὡς τὴν τούτων καὶ ἀποδυραμένης ἐκείνης τὰ συμβάντα καὶ δεικνυούσης, οὕτως ἐπυθόμεθα πάνθʼ ἡμεῖς, ὦ ἄνδρες δικασταί·
当我母亲去拜访他们的母亲,而对方为所发生的事哭诉并展示受损处时,陪审员们,我们就是这样得知了所有的事实。
καὶ λέγω μὲν ἅπερ ἤκουσα τῆς μητρός, οὕτω μοι πόλλʼ ἀγαθὰ γένοιτο, εἰ δὲ ψεύδομαι, τἀναντία τούτων·
我所说的完全是听我母亲说的,愿我因此获得许多福祉,但如果我撒谎,就让我遭受相反的厄运!
ἦ μὴν ὁρᾶν καὶ τῆς τούτων μητρὸς ἀκούειν ἔφη, κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὑτήν, μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δʼ ὡς ἡμιμέδιμνον· ἐλαίου δʼ ἀποκλιθῆναι μὲν κεράμιον φάσκειν, οὐ μέντοι παθεῖν γʼ οὐδέν.
她确实说自己亲眼看见、也从他们的母亲那里听到:淋湿的大麦(她亲眼看到在晾干)甚至不足三麦地姆诺,而面粉大约只有半麦地姆诺;至于橄榄油,对方声称有一罐倾倒了,但实际上并没有受到任何损失。
§25τοσαῦτʼ, ὦ ἄνδρες δικασταί, τὰ συμβάντʼ ἦν τούτοις, ἀνθʼ ὧν ἐγὼ χιλίων δραχμῶν δίκην ἀτίμητον φεύγω.
陪审员们,发生在他们身上的事情就是这些,然而为此,我却要面临一桩金额高达一千德拉克马且未估定赔偿额的诉讼。
οὐ γὰρ δὴ τειχίον γʼ εἰ παλαιὸν ἐπῳκοδόμησεν, ἐμοὶ καὶ τοῦτο λογιστέον ἐστίν, ὃ μήτʼ ἔπεσεν μήτʼ ἄλλο δεινὸν μηδὲν ἔπαθεν.
因为,即使他重建了一堵古老的小墙,我也不应该为这笔费用买单,毕竟它既没有倒塌,也没有遭受任何其他严重的损害。
ὥστʼ εἰ συνεχώρουν αὐτοῖς ἁπάντων αἴτιος εἶναι τῶν συμβεβηκότων, τά γε βρεχθέντα ταῦτʼ ἦν.
因此,即使我向他们承认自己是所发生的一切事情的原因,被淋湿的也仅仅是这些东西而已。
§26ὁπότε δὲ μήτʼ ἐξ ἀρχῆς ὁ πατὴρ ἠδίκει τὸ χωρίον περιοικοδομῶν, μήθʼ οὗτοι πώποτʼ ἐνεκάλεσαν τοσούτου χρόνου διελθόντος, οἵ τʼ ἄλλοι πολλὰ καὶ δεινὰ πεπονθότες μηδὲν μᾶλλον ἐγκαλοῦσιν ἐμοί, πάντες θʼ ὑμεῖς τὸ ἐκ τῶν οἰκιῶν καὶ τὸ ἐκ τῶν χωρίων ὕδωρ εἰς τὴν ὁδὸν ἐξάγειν εἰώθατε, ἀλλʼ οὐ μὰ Δίʼ εἴσω τὸ ἐκ τῆς ὁδοῦ δέχεσθαι, τί δεῖ πλείω λέγειν;
既然最初我父亲围起土地时并没有犯下不公,而且在过去这么长时间里,他们也从未提出任何抱怨,而其他遭受了许多严重损失的人,也根本没有像他们那样控告我,而且你们所有人平时都是习惯于把房屋和土地里的水排向道路,而绝对不会(发誓)把道路上的水引向自家屋内,那还有什么必要多说呢?
οὐδὲ γὰρ ἐκ τούτων ἄδηλον ὅτι φανερῶς συκοφαντοῦμαι, οὔτʼ ἀδικῶν οὐδὲν οὔτε βεβλαμμένων ἅ φασιν.
因为从这些事实中也完全可以清楚地看出,我显然是在遭受诬告,我既无任何过错,他们也未曾遭受他们所声称的任何损失。

词汇与语法注释

  1. §19μὴ ὅτι ... ἀλλὰ ... — 短语 μὴ ὅτι(且不说、别说)在此引导一个对比,表示说话人不仅不能获得赔偿(δίκην λαβών),只要不被追加判罚(μὴ προσοφλών)就该感到满足。随后的 ἀγαπήσαιμʼ ἄν 是带有 ἄν 的希求语气,表示一种委婉的主张或潜在的假设。
  2. §20τοῦ δὲ πατρός — 句首的属格 τοῦ δὲ πατρός(至于父亲)在语法上属于先行起题(prolepsis),用来提前引出“父亲”这一话题,随后接原因从句 ὅτι... περιῳκοδόμησεν(因为他筑墙围起)。它在逻辑上充当了句末分词短语 ὡς ἀδικοῦντος(作为行不义之人)的实际主语(属格)。
  3. §24κριθῶν μὲν βρεχθῆναι — 不定式 βρεχθῆναι(被淋湿)的主语是后文的宾格短语 μηδὲ τρεῖς μεδίμνους(甚至不足三麦地姆诺)。句首的属格 κριθῶν(大麦)是部分属格,提前置于句首,意为“在大麦中,连三麦地姆诺都未被淋湿”。
  4. §24οὕτω μοι πόλλʼ ἀγαθὰ γένοιτο — 法庭辩论中插誓性表达。γένοιτο 是表示愿望的希求语气。在随后的条件句 εἰ δὲ ψεύδομαι, τἀναντία τούτων(如果我撒谎,则相反的事情[会发生])中,同样省略了愿望希求语气的动词。

引用这一段

狄摩西尼, 控诉卡利克勒斯 §19-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg055.humanitext-grc2:19-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。