Humanitext Reader

狄摩西尼 · 控诉卡利克勒斯 §1-10

卡利克勒斯的无理诉讼与修筑围墙的缘由

第 1 段,共 4 段 · 希腊语

内容简介

诉讼人陈述了邻居卡利克勒斯为了夺取其土地而发起的无理诉讼,并指出其父亲当年修建围墙时,卡利克勒斯及其家人从未提出过任何异议。

§1οὐκ ἦν ἄρʼ, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον οὐδὲν ἢ γείτονος πονηροῦ καὶ πλεονέκτου τυχεῖν, ὅπερ ἐμοὶ νυνὶ συμβέβηκεν.
雅典的公民们,看来确实没有什么比碰上一个邪恶且贪婪的邻居更艰难的了,而这正是现在发生在我身上的事。
ἐπιθυμήσας γὰρ τῶν χωρίων μου Καλλικλῆς οὕτω διατέθηκέν με συκοφαντῶν, ὥστε πρῶτον μὲν τὸν ἀνεψιὸν τὸν ἑαυτοῦ κατεσκεύασεν ἀμφισβητεῖν μοι τῶν χωρίων, §2ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου τῆς τούτων σκευωρίας πάλιν δύο δίκας ἐρήμους μου κατεδιῃτήσατο, τὴν μὲν αὐτὸς χιλίων δραχμῶν, τὴν δὲ τὸν ἀδελφὸν τουτονὶ πείσας Καλλικράτην.
因为卡利克勒斯觊觎我的土地,便通过诬告对我百般折磨,以至于他首先唆使自己的表兄弟来与我争夺土地的所有权,但在他的阴谋被当众揭穿、而我战胜了他们的诡计之后,他又乘我缺席之机,使仲裁人作出了两次不利于我的缺席判决,一次是他自己控告的一千德拉克马,另一次则是他勾结这位兄弟卡利克拉特斯提出的。
δέομαι δὴ πάντων ὑμῶν ἀκοῦσαί μου καὶ προσέχειν τὸν νοῦν, οὐχ ὡς αὐτὸς δυνησόμενος εἰπεῖν, ἀλλʼ ἵνʼ ὑμεῖς ἐξ αὐτῶν τῶν πραγμάτων καταμάθητε, ὅτι φανερῶς συκοφαντοῦμαι.
因此,我恳求你们所有人听我陈述并加以注意,这并非因为我自己有多么能言善辩,而是为了让你们从事实本身中明白,我显然是遭到了诬告。
§3ἓν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον.
雅典的公民们,首先,针对他们的所有言论,我有一个先决的正当理由。
τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν ὁ πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι, ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος, ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων, ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν.
因为我父亲围起这块土地,几乎是在我出生之前的事,当时他们的父亲卡利皮德斯还健在且是我们的邻居,他当然比他们更准确地了解情况,而当时卡利克勒斯自己也已经是成年人并居住在雅典。
§4ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτʼ ἐγκαλῶν οὐδεὶς πώποτʼ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθʼ ὕδατα πολλάκις ἐγένετο), οὐδʼ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλʼ οὐδʼ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν ἢ πεντεκαίδεκʼ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου.
而在这些年里,从未有人前来控诉或抱怨(尽管很明显,当时也经常下大雨);如果我父亲通过围起我们的土地确实伤害了谁,最初也没有人阻止他,甚至没有人禁止或抗议,尽管我的父亲后来还活了十五年多,而他们的父亲卡利皮德斯活的时间也绝不少于此。
§5καίτοι, ὦ Καλλίκλεις, ἐξῆν δήπου τόθʼ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα Τεισία, τί ταῦτα ποιεῖς;
然而,卡利克勒斯啊,当你们看到山洪水道被围起来时,你们本可以立刻前去表示愤慨,并对我父亲说:“提西亚斯,你这是在做什么?
ἀποικοδομεῖς τὴν χαράδραν;
你把山洪水道堵死围起来吗?
εἶτʼ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον , ἵνʼ εἰ μὲν ἐβούλετο παύσασθαι, μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους, εἰ δʼ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον, μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι.
那水就会冲进我们的土地里了。 ”这样,如果他愿意停手,我们之间就不会有任何不快;如果他置之不理而发生了这样的事,你就可以把当时在场的人作为证人来使用。
§6καὶ νὴ Διʼ ἐπιδεῖξαί γέ σʼ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλʼ ἔργῳ τὸν πατέρʼ ἀδικοῦντʼ ἀπέφαινες.
而且,发誓,你本应该向所有人指出那里是山洪水道,这样你就不仅能像现在这样仅凭空言,而是能用事实证明我父亲是在作恶。
τούτων τοίνυν οὐδὲν πώποτʼ οὐδεὶς ποιεῖν ἠξίωσεν.
然而,你们这些人从来没有谁想过要做这些事。
οὐ γὰρ ἂν οὔτʼ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν, κατεδιῃτήσασθε, οὔτε πλέον ἂν ἦν ὑμῖν συκοφαντοῦσιν οὐδέν, §7ἀλλʼ ἀπέφαινεν ἂν ἐκεῖνος εἰδὼς ἀκριβῶς ὅπως εἶχεν ἕκαστα τούτων, καὶ τοὺς ῥᾳδίως τούτους μαρτυροῦντας ἐξήλεγχεν.
因为如果你们做了,你们就既不能像现在这样乘我不在时通过仲裁击败我,你们的诬告也不会有任何收获,相反,我父亲由于准确地知道这一切的状况,本可以阐明真相,并揭穿这些轻易作证的人。
ἀνθρώπου δʼ οἶμαι τηλικούτου καὶ ἀπείρου πραγμάτων ἅπαντες καταπεφρονήκατέ μου.
但我认为,你们大家都是因为我如此年轻且缺乏世事经验而轻视我。
ἀλλʼ ἐγὼ πρὸς ἅπαντας τούτους, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς αὐτῶν πράξεις ἰσχυροτάτας μαρτυρίας παρέχομαι.
但是,雅典的公民们,针对所有这些人,我将他们自己的行为作为最强有力的证据。
διὰ τί γὰρ οὐδεὶς οὔτʼ ἐπεμαρτύρατʼ οὔτʼ ἐνεκάλεσεν, ἀλλʼ οὐδʼ ἐμέμψατο πώποτε, ἀλλʼ ἐξήρκει ταῦτʼ αὐτοῖς ἠδικημένοις περιορᾶν;
因为,既然他们受到了侵害,为什么没有人曾抗议,没有人曾控告,甚至连抱怨都没有过,反而甘心默许这一切呢?
§8ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτʼ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν· ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθʼ ὁ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντʼ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν.
因此,我认为仅凭这些也足以应对他们的无耻;但为了让你们,雅典的公民们,也能了解其他事情,即我父亲围起这块土地并没有做任何不公的事,而这些人在针对我们的所有事上都在撒谎,我将尝试向你们作更清晰的说明。
τὸ μὲν γὰρ χωρίον ὁμολογεῖται καὶ παρʼ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι· §9τούτου δʼ ὑπάρχοντος, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτʼ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι.
因为这块土地甚至被这些人自己承认是我们私有的财产;雅典的公民们,在这一前提下,如果你们看到这块土地,就会最清楚地明白我是被诬告的。
διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις.
因此,我也曾希望将此事提交给知情且公正的人处理。
ἀλλʼ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν· δῆλον δʼ ὑμῖν καὶ τοῦτʼ αὐτίκʼ ἔσται πᾶσιν.
但他们并不愿意,尽管他们现在企图换一种说辞;这一点也立刻会对你们所有人显而易见。
ἀλλὰ προσέχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν.
但是,雅典的公民们,看在宙斯和诸神的份上,请集中你们的注意力。
§10τοῦ γὰρ χωρίου τοῦ τʼ ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν, ὄρους δὲ περιέχοντος κύκλῳ τοῖς χωρίοις τὸ καταρρέον ὕδωρ τῇ μὲν εἰς τὴν ὁδόν, τῇ δʼ εἰς τὰ χωρία συμβαίνει φέρεσθαι.
因为在我的土地和他们的土地之间有一条道路,由于大山环绕着这些土地,流下来的雨水一部分流向道路,另一部分流向土地。
καὶ δὴ καὶ τούτου τὸ εἰσπῖπτον εἰς τὴν ὁδόν, ᾗ μὲν ἂν εὐοδῇ, φέρεται κάτω κατὰ τὴν ὁδόν, ᾗ δʼ ἂν ἐνστῇ τι, τηνικαῦτα τοῦτʼ εἰς τὰ χωρίʼ ὑπεραίρειν ἀναγκαῖον ἤδη.
确实,在流入道路的雨水中,凡是通路顺畅的地方,它就会顺着道路往下流,但凡是有阻碍的地方,这时候水就势必会溢入土地之中。

词汇与语法注释

  1. §2ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου — 主格分词 ἐξελεγχθεί斯(修饰主句主语卡利克勒斯)与属格独立结构 περιγενομένου μου 通过 καί 连接。动作主体从“他(被揭穿)”转换为“我(战胜)”,导致了句法上的不一致。
  2. §3μικροῦ δεῖν πρὶν — 带有不定式 δεῖν 的习惯用语 μικροῦ δεῖν(几乎、差一点)起副词作用,修饰连词 πρίν(在……之前),意为“在我出生前不久”。
  3. §5ἵνʼ εἰ μὲν ἐβούλετο... μηδὲν ἡμῖν ἦν... εἰ δʼ... εἶχες — 连词 ἵνα 后接直陈式过去时(ἦν, εἶχες),表示过去未能实现的某种目的(带有“要是当时……就好了”的含义)。它与条件从句(εἰ + 直陈式过去时)结合,起到了虚拟语气结果主句的作用。

引用这一段

狄摩西尼, 控诉卡利克勒斯 §1-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg055.humanitext-grc2:1-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。