§21ὅλως δʼ, ὦ ἄνδρες δικασταί, δίκαιον μὲν οὐδενὶ δήπου σκῆψιν οὐδεμίαν τοιαύτην οὐδʼ ἄδειαν ὑπάρχειν παρʼ ὑμῖν, διʼ ἣν ὑβρίζειν ἐξέσται·
总之,诸位陪审员,在你们这里绝不应该给任何人以任何此类借口或免责,使施暴成为可能。
εἰ δʼ ἄρʼ ἐστίν τῳ, τοῖς διʼ ἡλικίαν τούτων τι πράττουσιν, τούτοις ἀποκεῖσθαι προσήκει τὰς τοιαύτας καταφυγάς, κἀκείνοις οὐκ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλʼ εἰς τὸ τῆς προσηκούσης ἐλάττω.
如果确实要给某人,那么这类庇护也应当留给那些因年龄而犯下这些事的人,而且对他们来说,这也不是为了免受惩罚,而是为了受到比应得的更轻的惩罚。
§22ὅστις δʼ ἐτῶν μέν ἐστιν πλειόνων ἢ πεντήκοντα, παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ τούτοις υἱέσιν, οὐχ ὅπως ἀπέτρεψεν ἢ διεκώλυσεν, ἀλλʼ αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγένηται, τίνʼ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην;
但是,对于一个年过五十的人,在与年轻人——而且是他的儿子们——在一起时,不仅没有劝阻或制止,反而自己成了带头人、首犯,成了所有人中最令人厌恶的人,这样的人要承担怎样与他的所作所为相称的惩罚呢?
ἐγὼ μὲν γὰρ οὐδʼ ἀποθανόντʼ οἴομαι.
依我看,即使他死也不足蔽辜。
καὶ γὰρ εἰ μηδὲν αὐτὸς εἴργαστο τῶν πεπραγμένων, ἀλλʼ εἰ παρεστηκότος τούτου Κτησίας ὁ υἱὸς ὁ τούτου ταὔθʼ ἅπερ νυνὶ πεποιηκὼς ἐφαίνετο, τοῦτον ἐμισεῖτʼ ἂν δικαίως.
因为即使他自己没有亲自动手,但如果在他站在一旁时,他的儿子克特西亚斯显露出了做了与现在完全相同的事情,这个人也理所当然会受到憎恨。
§23εἰ γὰρ οὕτω τοὺς αὑτοῦ προῆκται παῖδας ὥστʼ ἐναντίον ἐξαμαρτάνοντας ἑαυτοῦ, καὶ ταῦτʼ ἐφʼ ὧν ἐνίοις θάνατος ἡ ζημία κεῖται, μήτε φοβεῖσθαι μήτʼ αἰσχύνεσθαι, τί τοῦτον οὐκ ἂν εἰκότως παθεῖν οἴεσθε;
因为如果他把自己的孩子放任到如此地步,以至于在自己面前犯下过错——而且其中一些过错的惩罚是死刑——时既不害怕也不感到羞耻,那么你们认为这个人理所当然应该遭受什么呢?
ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτʼ εἶναι σημεῖα τοῦ μηδὲ τοῦτον τὸν ἑαυτοῦ πατέρʼ αἰσχύνεσθαι· εἰ γὰρ ἐκεῖνον αὐτὸς ἐτίμα καὶ ἐδεδίει, κἂν τούτους αὑτὸν ἠξίου.
因为我认为,这些迹象表明他自己也不曾敬畏他自己的父亲;因为如果他自己尊敬并畏惧父亲,他也会要求这些孩子尊敬他自己。
§24λαβὲ δή μοι καὶ τοὺς νόμους, τόν τε τῆς ὕβρεως καὶ τὸν περὶ τῶν λωποδυτῶν· καὶ γὰρ τούτοις ἀμφοτέροις ἐνόχους τούτους ὄψεσθε.
请帮我拿来法律,即关于施暴的法律和关于剥衣服盗贼的法律;因为你们会看到他们在这两方面都触犯了。
λέγε.
请宣读。
ΝΟΜΟΙ.
τούτοις τοῖς νόμοις ἀμφοτέροις ἐκ τῶν πεπραγμένων ἔνοχος Κόνων ἐστὶν οὑτοσί· καὶ γὰρ ὕβριζεν καὶ ἐλωποδύτει.
法律根据所发生的事,这里的科农触犯了这两条法律;因为他既施了暴,又剥了衣服。
εἰ δὲ μὴ κατὰ τούτους προειλόμεθʼ ἡμεῖς δίκην λαμβάνειν, ἡμεῖς μὲν ἀπράγμονες καὶ μέτριοι φαινοίμεθʼ ἂν εἰκότως, οὗτος δʼ ὁμοίως πονηρός.
如果我们选择不按照这些法律来寻求惩罚,我们理所当然会显得安分且温和,而他则同样是邪恶的。
§25καὶ μὴν εἰ παθεῖν τί μοι συνέβη, φόνου καὶ τῶν δεινοτάτων ἂν ἦν ὑπόδικος.
况且,如果我当时遭遇了什么不测,他就会因谋杀及最严重的罪行而被告上法庭。
τὸν γοῦν τῆς Βραυρωνόθεν ἱερείας πατέρʼ ὁμολογουμένως οὐχ ἁψάμενον τοῦ τελευτήσαντος, ὅτι τῷ πατάξαντι τύπτειν παρεκελεύσατο, ἐξέβαλεν ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου, δικαίως·
无论如何,布劳龙女祭司的父亲公认没有碰过死者,仅仅因为他怂恿殴打者动手,就被阿雷奥帕戈斯议会放逐了,这是理所当然的。
εἰ γὰρ οἱ παρόντες ἀντὶ τοῦ κωλύειν τοὺς ἢ διʼ οἶνον ἢ διʼ ὀργὴν ἤ τινʼ ἄλλην αἰτίαν ἐξαμαρτάνειν ἐπιχειροῦντας αὐτοὶ παροξυνοῦσιν, οὐδεμίʼ ἐστὶν ἐλπὶς σωτηρίας τῷ περιπίπτοντι τοῖς ἀσελγαίνουσιν, ἀλλʼ ἕως ἂν ἀπείπωσιν, ὑβρίζεσθαι ὑπάρξει· ὅπερ ἐμοὶ συνέβη.
因为如果旁观者不仅不制止那些因醉酒、愤怒或其他原因企图犯下罪行的人,反而自己煽动他们,那么对于落入狂妄之徒手中之人的安全就毫无希望了,他将注定被侮辱直到他们打累为止;这正是我所遭遇的。
§26ἃ τοίνυν, ὅθʼ ἡ δίαιτα ἐγίγνετο, ἐποίουν, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν· καὶ γὰρ ἐκ τούτων τὴν ἀσέλγειαν θεάσεσθʼ αὐτῶν.
那么,当仲裁进行时他们的所作所为,我希望告诉你们;因为从这些事中,你们也能看到他们的放肆。
ἐποίησαν μὲν γὰρ ἔξω μέσων νυκτῶν τὴν ὥραν, οὔτε τὰς μαρτυρίας ἀναγιγνώσκειν ἐθέλοντες οὔτʼ ἀντίγραφα διδόναι, τῶν τε παρόντων ἡμῖν καθʼ ἕνʼ οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες, καὶ γράφοντες μαρτυρίας οὐδὲν πρὸς τὸ πρᾶγμα, ἀλλʼ ἐξ ἑταίρας εἶναι παιδίον αὐτῷ καὶ τοῦτο πεπονθέναι τὰ καὶ τά, ἃ μὰ τοὺς θεούς, ἄνδρες δικασταί, οὐδεὶς ὅστις οὐκ ἐπετίμα τῶν παρόντων καὶ ἐμίσει, τελευτῶντες δὲ καὶ αὐτοὶ οὗτοι ἑαυτούς.
因为他们把时间拖到了半夜以后,既不愿宣读证词,也不愿提供副本,并且把我们这边的证人一个接一个地拉到石头旁让他们宣誓,写的证词也与案情毫无关系,而是说他与高级妓女有个孩子,并且遭受了这般那般的事,指天发誓,诸位陪审员,在场的人没有一个不予以指责和憎恨的,最后连他们自己也对自己感到羞愧。
§27ἐπειδὴ δʼ οὖν ποτʼ ἀπεῖπον καὶ ἐνεπλήσθησαν ταῦτα ποιοῦντες, προκαλοῦνται ἐπὶ διακρούσει καὶ τῷ μὴ σημανθῆναι τοὺς ἐχίνους ἐθέλειν ἐκδοῦναι περὶ τῶν πληγῶν παῖδας, ὀνόματα γράψαντες.
然而,当他们终于感到疲倦并做够了这些事时,为了拖延时间并不想让证据瓮被封存,他们提出挑战,要求交出奴隶进行拷问以查明殴打的事,并写下了名字。
καὶ νῦν οἶμαι περὶ τοῦτʼ ἔσεσθαι τοὺς πολλοὺς τῶν λόγων αὐτοῖς.
而现在,我认为他们的大部分辩词都会围绕这一点展开。
ἐγὼ δʼ οἶμαι δεῖν πάντας ὑμᾶς ἐκεῖνο σκοπεῖν, ὅτι οὗτοι, εἰ τοῦ γενέσθαι τὴν βάσανον ἕνεκα προὐκαλοῦντο καὶ ἐπίστευον τῷ δικαίῳ τούτῳ, οὐκ ἂν ἤδη τῆς διαίτης ἀποφαινομένης, νυκτός, οὐδεμιᾶς ὑπολοίπου σκήψεως οὔσης, προὐκαλοῦντο, §28ἀλλὰ πρῶτον μὲν πρὸ τοῦ τὴν δίκην ληχθῆναι, ἡνίκʼ ἀσθενῶν ἐγὼ κατεκείμην, καὶ οὐκ εἰδὼς εἰ περιφεύξομαι, πρὸς ἅπαντας τοὺς εἰσιόντας τοῦτον ἀπέφαινον τὸν πρῶτον πατάξαντα καὶ τὰ πλεῖσθʼ ὧν ὑβρίσμην διαπεπραγμένον, τότʼ ἂν εὐθέως ἧκεν ἔχων μάρτυρας πολλοὺς ἐπὶ τὴν οἰκίαν, τότʼ ἂν τοὺς οἰκέτας παρεδίδου καὶ τῶν ἐξ Ἀρείου πάγου τινὰς παρεκάλει· εἰ γὰρ ἀπέθανον, παρʼ ἐκείνοις ἂν ἦν ἡ δίκη.
但我认为你们所有人都应当考虑那一点:这些人,如果是为了进行拷问,并且相信这一权利的公正性,他们就不会在仲裁即将宣布、夜深人静、没有任何其他借口剩下的时候才提出挑战,而是在提起诉讼之前,当我卧病在床、不知道自己能否活下来,向所有进来的人指出这个男的是第一个打我并且实施了大部分我所遭受的暴行的人时,那时他就应该立刻带着许多证人来到我家,那时他就应该交出奴隶并邀请阿雷奥帕戈斯议会的一些成员;因为如果我死了,诉讼就会在他们那里进行。