§38ὃ τοίνυν πάντων ἀναιδέστατον μέλλειν αὐτὸν ἀκούω ποιεῖν, βέλτιον νομίζω προειπεῖν ὑμῖν εἶναι.
因此,关于我听说他将要做的最无耻的事情,我认为最好先告诉你们。
φασὶ γὰρ παραστησάμενον τοὺς παῖδας αὐτὸν κατὰ τούτων ὀμεῖσθαι, καὶ ἀράς τινας δεινὰς καὶ χαλεπὰς ἐπαράσεσθαι καὶ τοιαύτας οἵας ἀκηκοώς γέ τις θαυμάσας ἀπήγγελλεν ἡμῖν.
因为有人说,他会让他的孩子们站在身边,对他们起誓,并且发出某些可怕而苛刻的诅咒,就是那种听过的人会惊讶地向我们报告的诅咒。
ἔστι δʼ, ὦ ἄνδρες δικασταί, ἀνυπόστατα μὲν τὰ τοιαῦτα τολμήματα· οἱ γὰρ οἶμαι βέλτιστοι καὶ ἥκιστʼ ἂν αὐτοί τι ψευσάμενοι μάλισθʼ ὑπὸ τῶν τοιούτων ἐξαπατῶνται·
诸位陪审员,这样的大胆企图确实令人难以忍受;因为我认为,那些最优秀、自己最不可能撒谎的人,往往最容易被这种事情所欺骗。
οὐ μὴν ἀλλὰ δεῖ πρὸς τὸν βίον καὶ τὸν τρόπον ἀποβλέποντας πιστεύειν.
然而,人们必须看着他的生活和品格来予以信任。
§39τὴν δὲ τούτου πρὸς τὰ τοιαῦτʼ ὀλιγωρίαν ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· πέπυσμαι γὰρ ἐξ ἀνάγκης.
而关于他对此类事情的轻视,我将向你们说明;因为我是在逼不得已的情况下才得知的。
ἀκούω γάρ, ὦ ἄνδρες δικασταί, Βάκχιόν τέ τινα, ὃς παρʼ ὑμῖν ἀπέθανε, καὶ Ἀριστοκράτην τὸν τοὺς ὀφθαλμοὺς διεφθαρμένον καὶ τοιούτους ἑτέρους καὶ Κόνωνα τουτονὶ ἑταίρους εἶναι μειράκιʼ ὄντας καὶ Τριβαλλοὺς ἐπωνυμίαν ἔχειν· τούτους τά θʼ Ἑκαταῖα καὶ τοὺς ὄρχεις τοὺς ἐκ τῶν χοίρων, οἷς καθαίρουσιν ὅταν εἰσιέναι μέλλωσιν, συλλέγοντας ἑκάστοτε συνδειπνεῖν ἀλλήλοις, καὶ ῥᾷον ὀμνύναι καὶ ἐπιορκεῖν ἢ ὁτιοῦν.
诸位陪审员,我听说,在你们那里被处死的一个叫巴克科斯的人,还有双眼失明的美术家阿里斯托克拉特斯,以及其他类似的人,和这里的科农在年轻时是同伴,并且外号叫作“特里巴洛伊”;他们每次都收集献给赫卡忒的祭品以及用于在准备进入时进行净化仪式用的豚睾丸,并聚在一块儿聚餐,而且他们发誓和作伪证比任何其他事情都要容易。
§40οὐ δὴ Κόνων ὁ τοιοῦτος πιστός ἐστιν ὀμνύων, οὐδὲ πολλοῦ δεῖ, ἀλλʼ ὁ μηδʼ εὔορκον ἑκὼν μηδὲν ἂν ὀμόσας, κατὰ δὲ δὴ παίδων ὧν μὴ νομίζετε μηδʼ ἂν μελλήσας, ἀλλὰ κἂν ὁτιοῦν παθὼν πρότερον, εἰ δʼ ἄρʼ ἀναγκαῖον, ὀμνύων ὡς νόμιμον, κατʼ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας, ἀξιοπιστότερος τοῦ κατὰ τῶν παίδων ὀμνύοντος καὶ διὰ τοῦ πυρός.
因此,像科农这样的人在发誓时是不值得信任的,而且差得远呢;相反,那个即使是真实的誓言也绝不肯轻易发誓、尤其绝对不会考虑对孩子们起誓(你们绝不要认为他会这么做,相反,他宁愿在此之前遭受任何痛苦,但如果确实有必要,则按照惯例起誓,以自己、家族和家门彻底毁灭为代价)的人,比对孩子们和穿过火焰起誓的人要可靠得多。
ἐγὼ τοίνυν ὁ δικαιότερόν σου πιστευθεὶς ἂν κατὰ πάντʼ, ὦ Κόνων, ἠθέλησʼ ὀμόσαι ταυτί, οὐχ ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν ἠδίκηκα, καὶ ὁτιοῦν ποιῶν, ὥσπερ σύ, ἀλλʼ ὑπὲρ τῆς ἀληθείας καὶ ὑπὲρ τοῦ μὴ προσυβρισθῆναι, ὡς οὐ κατεπιορκησόμενος τὸ πρᾶγμα.
因此,科农啊,在所有方面都比你更理所当然得到信任的我,曾希望作这样的起誓,这并不是为了像你一样采取任何手段来逃避对我所犯恶行的惩罚,而是为了真相,也为了不再受进一步的侮辱,因为我绝不会在这件事上作伪誓。
λέγε τὴν πρόκλησιν.
请宣读要求书。
ΠΡΟΚΛΗΣΙΣ. §41ταῦτʼ ἐγὼ καὶ τότʼ ἠθέλησʼ ὀμόσαι, καὶ νῦν ὀμνύω τοὺς θεοὺς καὶ τὰς θεὰς ἅπαντας καὶ πάσας ὑμῶν ἕνεκʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν περιεστηκότων, ἦ μὴν παθὼν ὑπὸ Κόνωνος ταῦθʼ ὧν δικάζομαι, καὶ λαβὼν πληγάς, καὶ τὸ χεῖλος διακοπεὶς οὕτως ὥστε καὶ ῥαφῆναι, καὶ ὑβρισθεὶς τὴν δίκην διώκειν.
ΠΡΟΚΛΗΣΙΣ. 这些是我当时希望起誓的,现在我也为了你们,诸位陪审员,以及周围站着的人们,向所有的男神和女神起誓:我确实遭受了科农的这些我正在控告的暴行,挨了打,嘴唇被割开以致不得不缝合,且因为受到侮辱而提起诉讼。
καὶ εἰ μὲν εὐορκῶ, πολλά μοι ἀγαθὰ γένοιτο καὶ μηδέποτʼ αὖθις τοιοῦτο μηδὲν πάθοιμι, εἰ δʼ ἐπιορκῶ, ἐξώλης ἀπολοίμην αὐτὸς καὶ εἴ τί μοι ἔστιν ἢ μέλλει ἔσεσθαι.
如果我的誓言是真实的,愿许多美好的事情降临于我,且愿我再也不遭受任何此类事情;如果我是作伪誓,愿我本人以及我所有或将有的一切都彻底毁灭。
§42ἀλλʼ οὐκ ἐπιορκῶ, οὐδʼ ἂν Κόνων διαρραγῇ.
但我没有作伪誓,即使科农气炸了也是如此。
ἀξιῶ τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί, πάνθʼ ὅσʼ ἐστὶν δίκαιʼ ἐπιδείξαντος ἐμοῦ καὶ πίστιν προσθέντος ὑμῖν, ὥσπερ ἂν αὐτὸς ἕκαστος παθὼν τὸν πεποιηκότʼ ἐμίσει, οὕτως ὑπὲρ ἐμοῦ πρὸς Κόνωνα τουτονὶ τὴν ὀργὴν ἔχειν, καὶ μὴ νομίζειν ἴδιον τῶν τοιούτων μηδὲν ὃ κἂν ἄλλῳ τυχὸν συμβαίη, ἀλλʼ ἐφʼ ὅτου ποτʼ ἂν συμβῇ, βοηθεῖν καὶ τὰ δίκαιʼ ἀποδιδόναι, καὶ μισεῖν τοὺς πρὸ μὲν τῶν ἁμαρτημάτων θρασεῖς καὶ προπετεῖς, ἐν δὲ τῷ δίκην ὑπέχειν ἀναισχύντους καὶ πονηροὺς καὶ μήτε δόξης μήτʼ ἔθους μήτʼ ἄλλου μηδενὸς φροντίζοντας πρὸς τὸ μὴ δοῦναι δίκην.
因此,诸位陪审员,在我展示了所有公正的事实并向你们附加了我的誓言之后,我请求你们,就像你们每个人自己遭受这些时会憎恨施暴者一样,同样为了我而对这里的科农抱有愤怒,并且不要认为这种可能偶然发生到他人身上的事情是某一个人的私事,而是无论这发生到谁身上,都要予以协助并恢复公正,同时憎恨那些在犯下罪行之前大胆而鲁莽,但在接受审判时却厚颜无耻、邪恶,为了不接受惩罚而不顾名声、惯例或任何其他事物的人。
§43ἀλλὰ δεήσεται Κόνων καὶ κλαήσει.
但是科农会哀求并哭泣。
σκοπεῖτε δὴ πότερός ἐστιν ἐλεινότερος, ὁ πεπονθὼς οἷʼ ἐγὼ πέπονθʼ ὑπὸ τούτου, εἰ προσυβρισθεὶς ἄπειμι καὶ δίκης μὴ τυχών, ἢ Κόνων, εἰ δώσει δίκην;
那么请考虑哪一个更值得同情:是像我这样遭受了他所施加的暴行、如果在遭受进一步侮辱且未能获得公正的情况下离去的人,还是接受惩罚的科农?
πότερον δʼ ὑμῶν ἑκάστῳ συμφέρει ἐξεῖναι τύπτειν καὶ ὑβρίζειν ἢ μή;
而你们每个人认为,允许殴打和侮辱,还是不允许,哪一个对你们有利?
ἐγὼ μὲν οἴομαι μή.
我个人认为是不允许。
οὐκοῦν, ἂν μὲν ἀφιῆτε, ἔσονται πολλοί, ἐὰν δὲ κολάζητε, ἐλάττους.
因此,如果你们放免,这样的人就会很多;但如果你们惩罚,他们就会变少。
§44πόλλʼ ἂν εἰπεῖν ἔχοιμʼ, ὦ ἄνδρες δικασταί, καὶ ὡς ἡμεῖς χρήσιμοι, καὶ αὐτοὶ καὶ ὁ πατήρ, ἕως ἔζη, καὶ τριηραρχοῦντες καὶ στρατευόμενοι καὶ τὸ προσταττόμενον ποιοῦντες, καὶ ὡς οὐδὲν οὔθʼ οὗτος οὔτε τῶν τούτου οὐδείς· ἀλλʼ οὔτε τὸ ὕδωρ ἱκανὸν οὔτε νῦν περὶ τούτων ὁ λόγος ἐστίν.
诸位陪审员,我可以有很多话要说,关于我们是多么有用,包括我们自己和父亲(只要他活着的时候),担任三段舵船的长官、服兵役并履行被命令的职责,以及这个人或他手下的任何人都没有做过任何贡献;但是水钟的水不够了,现在也不是讨论这些话的时候。
εἰ γὰρ δὴ ὁμολογουμένως ἔτι τούτων καὶ ἀχρηστοτέροις καὶ πονηροτέροις ἡμῖν εἶναι συνέβαινεν, οὐ τυπτητέοι, οὐδʼ ὑβριστέοι δήπου ἐσμέν.
因为如果确实,大家一致公认我们甚至比这些人更无用、更邪恶,我们也绝不应该挨打,也绝不应该受到侮辱。
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
我不知道还有什么必要多说;因为我认为对于所说的话,你们没有一件事是不了解的。