Humanitext Reader

狄摩西尼 · 控诉尼科斯特拉图斯 §7-13

为尼科斯特拉托斯筹措赎金与背叛阴谋

第 2 段,共 4 段 · 希腊语

内容简介

阿波罗多洛斯慷慨资助大笔赎金以营救邻居尼科斯特拉托斯,甚至将自己的出租房抵押以筹集其余资金,然而尼科斯特拉托斯却恩将仇报,设计阴谋企图赖掉这笔债务。

§7ἀκούσας δʼ ἐγὼ ταῦτα καὶ συναχθεσθεὶς ἐπὶ τῇ ἀτυχίᾳ τῇ τούτου, ἀποστέλλω τὸν Δείνωνα τὸν ἀδελφὸν αὐτοῦ εὐθὺς ἐπὶ τοῦτον, δοὺς ἐφόδιον αὐτῷ τριακοσίας δραχμάς.
我听了这番话,对他的不幸深表同情,便立即派遣他的兄弟狄农前去,并给了他三百德拉克马作为旅费。
ἀφικόμενος δʼ οὗτος καὶ ἐλθὼν ὡς ἐμὲ πρῶτον μὲν ἠσπάζετο καὶ ἐπῄνει ὅτι παρέσχον τὰ ἐφόδια τῷ ἀδελφῷ αὐτοῦ, καὶ ὠδύρετο τὴν αὑτοῦ συμφοράν, καὶ κατηγορῶν ἅμα τῶν ἑαυτοῦ οἰκείων ἐδεῖτό μου βοηθῆσαι αὑτῷ, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ἦν περὶ αὐτὸν ἀληθινὸς φίλος·
尼科斯特拉托斯回来后,首先来到我这里,拥抱并赞扬我为他的兄弟提供了旅费,同时哀叹自己的不幸。
καὶ κλάων ἅμα, καὶ λέγων ὅτι ἓξ καὶ εἴκοσι μνῶν λελυμένος εἴη, εἰσενεγκεῖν αὑτῷ τι ἐκέλευέ με εἰς τὰ λύτρα.
他一边指责自己的亲戚,一边哀求我像以前一样,作为真正的朋友给予他帮助;他一边哭泣,一边说自己是以二十六弥那的赎金被赎出来的,并请求我为他的赎金捐助一些资金。
§8ταῦτα δὲ ἐγὼ ἀκούων καὶ ἐλεήσας τοῦτον, καὶ ἅμα ὁρῶν κακῶς διακείμενον καὶ δεικνύοντα ἕλκη ἐν ταῖς κνήμαις ὑπὸ δεσμῶν, ὧν ἔτι τὰς οὐλὰς ἔχει, καὶ ἐὰν κελεύσητε αὐτὸν δεῖξαι, οὐ μὴ ʼθελήσῃ, ἀπεκρινάμην αὐτῷ ὅτι καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ εἴην αὐτῷ φίλος ἀληθινός, καὶ νῦν ἐν τῇ συμφορᾷ βοηθήσοιμι αὐτῷ, καὶ τάς τε τριακοσίας, ἃς τῷ ἀδελφῷ αὐτοῦ ἔδωκα ἐφόδιον ὅτε ἐπορεύετο ἐπὶ τοῦτον, ἀφιείην αὐτῷ, χιλίας τε δραχμὰς ἔρανον αὐτῷ εἰς τὰ λύτρα εἰσοίσοιμι.
我听了这些,对他产生了怜悯,同时看到他处境凄惨,展示了因戴着镣铐而在小腿上留下的伤痕(他至今仍留有这些伤疤,即便你们要求他展示,他也绝不愿展示),我便回答他说,我以前是他的真朋友,现在在他遭遇不幸时也会帮助他。 我告诉他,我将免除他兄弟前去寻他时我给的三百德拉克马旅费,并且我还将为他的赎金提供一千德拉克马作为无偿捐助。
§9καὶ τοῦτο οὐ λόγῳ μὲν ὑπεσχόμην, ἔργῳ δὲ οὐκ ἐποίησα, ἀλλʼ ἐπειδὴ οὐκ ηὐπόρουν ἀργυρίου διὰ τὸ διαφόρως ἔχειν τῷ Φορμίωνι καὶ ἀποστερεῖσθαι ὑπʼ αὐτοῦ τὴν οὐσίαν ἥν μοι ὁ πατὴρ κατέλιπεν, κομίσας ὡς Θεοκλέα τὸν τότε τραπεζιτεύοντα ἐκπώματα καὶ στέφανον χρυσοῦν, ἃ παρʼ ἐμοὶ ἐκ τῶν πατρῴων ὄντα ἐτύγχανεν, ἐκέλευσα δοῦναι τούτῳ χιλίας δραχμάς, καὶ τοῦτο ἔδωκα δωρεὰν αὐτῷ τὸ ἀργύριον, καὶ ὁμολογῶ δεδωκέναι.
我不仅在口头上这样承诺,而且付诸了行动。 但由于当时我与保米翁发生纠纷,被他侵占了父亲留给我的财产,导致我手头没有富余的现银,于是我把手头仅有的、继承自父亲的几只金杯和一顶金冠,带到当时经营银行的狄奥克勒斯那里,让他支付给尼科斯特拉托斯一千德拉克马。 这笔钱是我无偿赠送给他的,我也承认我已经给过了。
§10ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον προσελθών μοι κλάων ἔλεγεν, ὅτι οἱ ξένοι ἀπαιτοῖεν αὑτόν, οἱ δανείσαντες τὰ λύτρα, τὸ λοιπὸν ἀργύριον, καὶ ἐν ταῖς συγγραφαῖς εἴη τριάκονθʼ ἡμερῶν αὐτὸν ἀποδοῦναι ἢ διπλάσιον ὀφείλειν, καὶ ὅτι τὸ χωρίον τὸ ἐν γειτόνων μοι τοῦτο οὐδεὶς ἐθέλοι οὔτε πρίασθαι οὔτε θέσθαι·
没过几天,他又哭着来找我,说债主即借给他赎金的外国人要求他偿还剩余的银子,而根据契约,他必须在三十天内偿还,否则就要承担双倍债务。 他还说,我邻近的那块属于他的土地,没有人愿意购买,也没有人愿意接受抵押。
ὁ γὰρ ἀδελφὸς ὁ Ἀρεθούσιος, οὗ τἀνδράποδʼ ἐστὶ ταῦτα ἃ νῦν ἀπογέγραπται, οὐδένα ἐῴη οὔτε ὠνεῖσθαι οὔτε τίθεσθαι, ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου.
因为他的兄弟阿雷图西奥斯(也就是现在被申报的那些奴隶的所有者)声称那块土地上还欠着他自己的钱,所以不准任何人购买或接受抵押。
§11σὺ οὖν μοι, ἔφη, πόρισον τὸ ἐλλεῖπον τοῦ ἀργυρίου, πρὶν τὰς τριάκονθʼ ἡμέρας παρελθεῖν, ἵνα μὴ ὅ τε ἀποδέδωκα, ἔφη, τὰς χιλίας δραχμάς, ἀπόληται, καὶ αὐτὸς ἀγώγιμος γένωμαι.
“所以你,”他说,“请在三十天过去之前,帮我筹措不足的银子,免得我(已经)付出的那一千德拉克马白白损失,”他说,“而我自己也沦为可被绑架索债的人。
συλλέξας δʼ, ἔφη, τὸν ἔρανον, ἐπειδὰν τοὺς ξένους ἀπαλλάξω, σοὶ ἀποδώσω ὃ ἄν μοι χρήσῃς.
等我募集到捐款,”他说,“在打发走外国人之后,我一定把你借给我的钱还给你。
οἶσθα δʼ, ἔφη, ὅτι καὶ οἱ νόμοι κελεύουσιν τοῦ λυσαμένου ἐκ τῶν πολεμίων εἶναι τὸν λυθέντα, ἐὰν μὴ ἀποδιδῷ τὰ λύτρα.
你该知道,”他说,“法律也规定,从敌人手中被赎出的人,如果不偿还赎金,就属于赎救他的人所有。
§12ἀκούων δὲ αὐτοῦ ταῦτα καὶ δοκῶν οὐ ψεύδεσθαι, ἀπεκρινάμην αὐτῷ ἅπερ ἂν νέος τε ἄνθρωπος καὶ οἰκείως χρώμενος, οὐκ ἂν νομίσας ἀδικηθῆναι, ὅτι ὦ Νικόστρατε, καὶ ἐν τῷ πρὸ τοῦ σοι χρόνῳ φίλος ἦν ἀληθινός, καὶ νῦν ἐν ταῖς συμφοραῖς σου, καθʼ ὅσον ἐγὼ ἐδυνάμην, βεβοήθηκα.
” 听他这么说,并相信他没有撒谎,我便以一个年轻人和亲密朋友的身份回答他,完全没有料到会受到侵害:“尼科斯特拉托斯,以前我就是你的真朋友,现在在你遭遇不幸时,我也尽我所能帮助了你。
ἐπειδὴ δὲ ἐν τῷ παρόντι οὐ δύνασαι πορίσαι ἅπαντα τὰ χρήματα, ἀργύριον μὲν ἐμοὶ οὐ πάρεστιν, οὐδʼ ἔχω οὐδʼ αὐτός, τῶν δὲ κτημάτων σοι τῶν ἐμῶν κίχρημι ὅ τι βούλει, θέντα τοῦ ἐπιλοίπου ἀργυρίου ὅσου ἐνδεῖ σοι, ἐνιαυτὸν ἀτόκῳ χρῆσθαι τῷ ἀργυρίῳ καὶ ἀποδοῦναι τοῖς ξένοις.
既然眼下你无法筹齐所有的资金,而我手头也没有现银,我自己也没有,但我愿意把我的财产中你想要的任何部分借给你,你可以用它来抵押你所缺的其余资金,无息使用这笔钱一年,并付清给外国人。
συλλέξας δὲ ἔρανον, ὥσπερ αὐτὸς φής, λῦσαί μοι.
等你募集到捐款,就像你自己说的那样,替我赎回我的财产。
§13ἀκούσας δʼ οὗτος ταῦτα καὶ ἐπαινέσας με, ἐκέλευσε τὴν ταχίστην πρᾶξαι, πρὶν ἐξήκειν τὰς ἡμέρας ἐν αἷς ἔφη δεῖν τὰ λύτρα καταθεῖναι.
” 他听了这些话,对我大加赞赏,并催促我尽早办理,以免到了他说必须支付赎金的最后期限。
τίθημι οὖν τὴν συνοικίαν ἑκκαίδεκα μνῶν Ἀρκέσαντι Παμβωτάδῃ, ὃν αὐτὸς οὗτος προὐξένησεν, ἐπὶ ὀκτὼ ὀβολοῖς τὴν μνᾶν δανείσαντι τοῦ μηνὸς ἑκάστου.
于是,我将我的出租房以十六弥那的价格,抵押给由他自己引荐的潘博塔代区的阿尔克萨斯,利息为每弥那每月八奥博尔。
λαβὼν δὲ τὸ ἀργύριον οὐχ ὅπως χάριν τινά μοι ἀποδίδωσιν ὧν εὖ ἔπαθεν, ἀλλʼ εὐθέως ἐπεβούλευέ μοι, ἵνα ἀποστερήσειε τὸ ἀργύριον καὶ εἰς ἔχθραν κατασταίη, καὶ ἀπορούμενος ἐγὼ τοῖς πράγμασιν νέος ὢν ὅ τι χρησαίμην καὶ ἄπειρος πραγμάτων, ὅπως μὴ εἰσπράττοιμι αὐτὸν τὸ ἀργύριον οὗ ἡ συνοικία ἐτέθη, ἀλλʼ ἀφείην αὐτῷ.
然而,在拿到这笔钱后,他不仅没有对我所给予的恩惠表示感激,反而立即开始图谋加害于我,企图赖掉这笔钱并与我为敌;他是想利用我年轻、不熟悉诉讼、在事务中不知所措的弱点,使我不向他索要抵押出租房所借的钱,从而白白放过他。

词汇与语法注释

  1. §8οὐ μὴ ʼθελήσῃ — 该结构由 οὐ μή 连用虚拟式(或将来直陈式)构成,表示强烈的否定推测:“他绝不愿[展示它们]”。此处用以强调发言者的预测,即即便法官下令,尼科斯特拉托斯也绝不会展示其伤疤。
  2. §10ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου — 伴随连接词 ὡς 的属格绝对结构,用以表示主观的理由或声称:“以其自身在该土地上仍有债权为由”。这指明了阿雷图西奥斯阻碍该土地进行任何交易的借口。
  3. §11τοῦ λυσαμένου ἐκ τῶν πολεμίων εἶναι τὸν λυθέντα — 属格 τοῦ λυσαμένου 与系动词 εἶναι 连用,构成表示所属/所有关系的谓语性属格,意为“被赎救之人属于将其赎出之人”。此处提及了古希腊法律中关于未偿还赎金的被赎者其法律地位的规定。
  4. §12θέντα τοῦ ἐπιλοίπου ἀργυρίου ὅσου ἐνδεῖ σοι — 分词 θέντα 采用宾格,是因为它与不定式 χρῆσθαι 的隐含宾格主语(指代尼科斯特拉托斯)保持一致。关系代词 ὅσου 则由于受到其先行词 τοῦ ἐπιλοίπου ἀργυρίου(属格)的影响,发生了格吸引(assimilation)。
  5. §13οὐχ ὅπως χάριν τινά μοι ἀποδίδωσιν... ἀλλʼ εὐθέως ἐπεβούλευέ μοι — 惯用结构 οὐχ ὅπως ... ἀλλʼ ... 意为“他不仅没有[表示感激],反而[立即图谋加害]”。该句生动地对比了应有的感激与尼科斯特拉托斯随即做出的背叛行为。

引用这一段

狄摩西尼, 控诉尼科斯特拉图斯 §7-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg053.humanitext-grc2:7-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。