§1ὅτι μὲν οὐ συκοφαντῶν, ἀλλʼ ἀδικούμενος καὶ ὑβριζόμενος ὑπὸ τούτων καὶ οἰόμενος δεῖν τιμωρεῖσθαι τὴν ἀπογραφὴν ἐποιησάμην, μέγιστον ὑμῖν ἔστω τεκμήριον, ὦ ἄνδρες δικασταί, τό τε μέγεθος τῆς ἀπογραφῆς, καὶ ὅτι αὐτὸς ἐγὼ ἀπέγραψα.
诸位法官,我提交这份财产申报,绝非出于恶意控告,而是因为受到这些人的侵害与侮辱,并认为应当进行报复。 对于这一点,最强有力的证据就是申报数额(之微薄)以及由我亲自进行申报。
οὐ γὰρ δήπου συκοφαντεῖν γε βουλόμενος ἀπέγραψα μὲν ἂν πένθʼ ἡμιμναίων ἄξια ἀνδράποδα, ὡς αὐτὸς ὁ ἀμφισβητῶν τετίμηται αὐτά, ἐκινδύνευον δʼ ἂν περί τε χιλίων δραχμῶν καὶ τοῦ μηδέποτε μηδένα αὖθις ὑπὲρ ἐμαυτοῦ γράψασθαι·
因为如果我存心想做恶意控告,我绝不会申报仅值五个半弥拿的奴隶(其争夺者本人也是如此估价的),却要冒着被罚款一千德拉克马并终生丧失为自己提起公诉权利的危险。
§2οὐδʼ αὖ οὕτως ἄπορος ἦν οὐδʼ ἄφιλος ὥστε οὐκ ἂν ἐξευρεῖν τὸν ἀπογράψοντα·
再者,我也不至于如此穷困潦倒、无朋无友,以至于找不到人替我申报。
ἀλλὰ τῶν ἐν ἀνθρώποις ἁπάντων ἡγησάμενος δεινότατον εἶναι ἀδικεῖσθαι μὲν αὐτός, ἕτερον δʼ ὑπὲρ ἐμοῦ τοῦ ἀδικουμένου τοὔνομα παρέχειν, καὶ εἶναι ἄν τι τούτοις τοῦτο τεκμήριον, ὁπότε ἐγὼ λέγοιμι τὴν ἔχθραν πρὸς ὑμᾶς, ὡς ψεύδομαι (οὐ γὰρ ἄν ποτε ἕτερον ἀπογράψαι, εἴπερ ἐγὼ αὐτὸς ἠδικούμην), διὰ μὲν ταῦτα ἀπέγραψα.
但是,我认为在世间所有事情中,最荒谬的事情莫过于我自己受了委屈,却让别人代替我这个受害者出面署名;而且,一旦我在你们面前提起与他们的恩怨,这还会成为他们证明我撒谎的证据(因为他们会说,如果我自己真的受了委屈,绝不会让别人去申报)。 正是因为这些考虑,我才亲自进行了申报。
ἀπογράψας δὲ ἐὰν ἀποδείξω τὰ ἀνδράποδα Ἀρεθουσίου ὄντα, οὗπερ ἐγέγραπτο εἶναι, τὰ μὲν τρία μέρη, ἃ ἐκ τῶν νόμων τῷ ἰδιώτῃ τῷ ἀπογράψαντι γίγνεται, τῇ πόλει ἀφίημι, αὐτῷ δʼ ἐμοὶ τετιμωρῆσθαι ἀρκεῖ μόνον.
在申报之后,如果我能证明这些奴隶属于阿雷图西奥斯(申报中已注明属于他),那么依法属于申报人个人的四分之三份额,我将全部放弃给国家,对我自己而言,只要能获得报复就足够了。
§3εἰ μὲν οὖν μοι ἦν ἱκανὸν τὸ ὕδωρ διηγήσασθαι πρὸς ὑμᾶς τὰ ἐξ ἀρχῆς, ὅσʼ ἀγαθὰ πεπονθότες ὑπʼ ἐμοῦ οἷά με εἰργασμένοι εἰσίν, εὖ οἶδʼ ὅτι ὑμεῖς τʼ ἄν μοι ἔτι μᾶλλον συγγνώμην εἴχετε τοῦ ὀργίζεσθαι αὐτοῖς, τούτους τʼ ἀνοσιωτάτους ἀνθρώπων ἡγήσασθε εἶναι·
因此,如果水钟的水量足够让我向你们从头诉说,他们曾从我这里得到多少恩惠,又对我做了怎样的事情,我确信你们不仅会更加同情我因他们而生的愤怒,也会认为他们是人类中最不虔敬的恶徒。
νῦν δʼ οὐδὲ διπλάσιόν μοι τούτου ὕδωρ ἱκανὸν ἂν γένοιτο.
但如今,即使有两倍的水量,对我也是不够的。
τὰ μὲν οὖν μέγιστα καὶ περιφανῆ τῶν ἀδικημάτων, καὶ ὁπόθεν ἡ ἀπογραφὴ αὕτη γέγονεν, ἐρῶ πρὸς ὑμᾶς, τὰ δὲ πολλὰ ἐάσω.
因此,我将向你们讲述他们最重大且最昭彰的恶行,以及这次申报是如何发生的,而其余的许多细节我就不再提及了。
§4Νικόστρατος γὰρ οὑτοσί, ὦ ἄνδρες δικασταί, γείτων μοι ὢν ἐν ἀγρῷ καὶ ἡλικιώτης, γνωρίμως μέν μοι εἶχεν καὶ πάλαι, ἐπειδὴ δὲ ἐτελεύτησεν ὁ πατὴρ καὶ ἐγὼ ἐν ἀγρῷ κατῴκουν, οὗπερ καὶ νῦν οἰκῶ, καὶ μᾶλλον ἀλλήλοις ἤδη ἐχρώμεθα διὰ τὸ γείτονές τε εἶναι καὶ ἡλικιῶται.
诸位法官,这里的尼科斯特拉托斯是我的乡间邻居,与我同龄,我们很久以前就相识。 在我父亲去世、我住进乡下的房子(至今我仍住在那里)之后,因为是邻居且同岁,我们的交往便更加频繁了。
χρόνου δὲ προβαίνοντος καὶ πάνυ οἰκείως διεκείμεθα, καὶ ἐγώ τε οὕτως οἰκείως διεκείμην πρὸς τοῦτον, ὥστʼ οὐδενὸς πώποτε ὧν ἐδεήθη οὗτος ἐμοῦ ἀπέτυχεν, οὗτός τε αὖ ἐμοὶ οὐκ ἄχρηστος ἦν πρὸς τὸ ἐπιμεληθῆναι καὶ διοικῆσαι, καὶ ὁπότε ἐγὼ ἀποδημοίην ἢ δημοσίᾳ τριηραρχῶν ἢ ἰδίᾳ κατʼ ἄλλο τι, κύριον τῶν ἐν ἀγρῷ τοῦτον ἁπάντων κατέλειπον.
随着时间的推移,我们的关系变得极其亲密,以至于他向我要求的任何事情,我都从未拒绝过;而他对我而言,在照料和打理财产方面也并非无用之辈,每当我因公担任三段列桨战船指挥官,或者因私而旅居国外时,我都会将乡下的一切事务托付给他掌管。
§5συμβαίνει δή μοι τριηραρχία περὶ Πελοπόννησον, ἐκεῖθεν δὲ εἰς Σικελίαν ἔδει τοὺς πρέσβεις ἄγειν, οὓς ὁ δῆμος ἐχειροτόνησεν.
后来,我被指派担任环绕伯罗奔尼撒的三段列桨战船指挥官,并需要从那里将公民大会选出的使节送往西西里。
ἡ οὖν ἀναγωγὴ διὰ ταχέων ἐγίγνετό μοι.
因此,我必须迅速启航。
ἐπιστέλλω δὴ αὐτῷ ὅτι αὐτὸς μὲν ἀνῆγμαι καὶ οὐχ οἷός τε ἦν οἴκαδε ἀφικέσθαι, ἵνα μὴ κατακωλύοιμι τοὺς πρέσβεις· τούτῳ δὲ προσέταξα ἐπιμελεῖσθαί τε τῶν οἴκοι καὶ διοικεῖν, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ.
我便写信告诉他,我自己已经出海,且无法回家,以免延误使节;我嘱咐他像以前一样,照料和打理家中的事务。
§6ἐν δὲ τῇ ἐμῇ ἀποδημίᾳ ἀποδιδράσκουσιν αὐτὸν οἰκέται τρεῖς ἐξ ἀγροῦ παρὰ τούτου, οἱ μὲν δύο ὧν ἐγὼ ἔδωκα αὐτῷ, ὁ δὲ εἷς ὧν αὐτὸς ἐκτήσατο.
然而,在我旅居国外期间,三个奴隶从他那里的乡下逃跑了,其中两个是我送给他的,一个是显他自己买的。
διώκων οὖν ἁλίσκεται ὑπὸ τριήρους καὶ κατήχθη εἰς Αἴγιναν, καὶ ἐκεῖ ἐπράθη.
他在追捕奴隶时,被一艘三段列桨战船俘获,并被带到埃伊纳岛,在那里被卖掉。
ἐπειδὴ δὲ κατέπλευσα ἐγὼ τριηραρχῶν, προσέρχεταί μοι Δείνων ὁ ἀδελφὸς ὁ τούτου, λέγων τήν τε τούτου συμφοράν, αὐτός τε ὅτι διʼ ἀπορίαν ἐφοδίων οὐ πεπορευμένος εἴη ἐπὶ τοῦτον πέμποντος τούτου αὐτῷ ἐπιστολάς, καὶ ἅμα λέγων πρὸς ἐμὲ ὡς ἀκούοι αὐτὸν δεινῶς διακεῖσθαι.
当我结束战船指挥任期返航时,他的兄弟狄农来找我,诉说了他的不幸,并说明因为缺乏路费,尽管尼科斯特拉托斯给他写了信,他却未能前去;同时他还告诉我,听说尼科斯特拉托斯的处境极其凄惨。