Humanitext Reader

狄摩西尼 · 控诉尼科斯特拉图斯 §21-29

拷问奴隶的提议与财产没收的合法性

第 4 段,共 4 段 · 希腊语

内容简介

原告出示了涉案奴隶属于阿雷图西奥斯的追加证据,并解释了他拒绝私下拷问奴隶、主张公开拷问的经过。他还根据法律规定及被告等人的不诚实行为,论证了将登记财产没收充公的合法性。

§21ἔτι τοίνυν καὶ ἐκ τῶνδε γνώσεσθε, ὦ ἄνδρες δικασταί, ὅτι εἰσὶν Ἀρεθουσίου οἱ ἄνθρωποι.
此外,裁判官们,从以下事实中你们也可以得知,这些人属于阿雷图西奥斯。
ὁπότε γὰρ οἱ ἄνθρωποι οὗτοι ἢ ὀπώραν πρίαιντο ἢ θέρος μισθοῖντο ἐκθερίσαι ἢ ἄλλο τι τῶν περὶ γεωργίαν ἔργων ἀναιροῖντο, Ἀρεθούσιος ἦν ὁ ὠνούμενος καὶ μισθούμενος ὑπὲρ αὐτῶν.
因为每当这些人购买秋季水果、或雇佣收割工作进行收割、或承接其他任何与农业有关的工作时,都是阿雷图西奥斯代他们进行购买或雇佣。
ὡς δʼ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
为了证明我所说的是真话,我将向你们提供这些事实的证人。
ΜΑΡΤΥΡΕΣ. §22ὅσας μὲν τοίνυν μαρτυρίας παρασχέσθαι εἶχον ὑμῖν, ὡς ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα, δεδήλωκα ὑμῖν.
[证人]至此,关于这些奴隶属于阿雷图西奥斯,我所能向你们提供的全部证据,都已经向你们展示清楚了。
βούλομαι δὲ καὶ περὶ τῆς προκλήσεως εἰπεῖν, ἣν οὗτοί με προὐκαλέσαντο καὶ ἐγὼ τούτους.
我还想谈一谈他们向我提出的、以及我向他们提出的“挑战”。
οὗτοι μὲν γάρ με προὐκαλέσαντο, ὅτε ἡ πρώτη ἀνάκρισις ἦν, φάσκοντες ἕτοιμοι εἶναι παραδιδόναι ἐμοὶ αὐτῷ τὰ ἀνδράποδα βασανίσαι, βουλόμενοι μαρτυρίαν τινὰ αὑτοῖς ταύτην γενέσθαι.
因为在第一次预审时,他们向我提出挑战,声称他们准备好把奴隶交给我本人进行严刑拷问,以此作为对他们有利的一种证据。
§23ἐγὼ δὲ ἀπεκρινάμην αὐτοῖς ἐναντίον μαρτύρων, ὅτι ἕτοιμός εἰμι ἰέναι εἰς τὴν βουλὴν μετʼ αὐτῶν καὶ παραλαμβάνειν μετʼ ἐκείνης ἢ μετὰ τῶν ἕνδεκα, λέγων ὅτι, εἰ μὲν ἰδίαν δίκην ἐδικαζόμην αὐτοῖς, εἰ ἐμοὶ ἐξεδίδοσαν, παρελάμβανον ἄν, νῦν δὲ τῆς πόλεως εἴη τὰ ἀνδράποδα καὶ ἡ ἀπογραφή· δεῖν οὖν δημοσίᾳ βασανίζεσθαι.
而我在证人面前回答他们说,我准备好同他们一起去五百人会议(评议会),并同会议或“十一首公”一起接收奴隶。 我说,如果我是以私人诉讼起诉他们,而他们把奴隶交给我,我就会接收;但现在奴隶和登记目录都属于城邦,因此,必须进行公开的拷问。
§24ἡγούμην γὰρ οὐ προσήκειν ἐμοὶ ἰδιώτῃ ὄντι τοὺς δημοσίους βασανίζειν· οὔτε γὰρ τῆς βασάνου κύριος ἐγιγνόμην, οὔτε καλῶς ἔχειν τὰ λεγόμενα ὑπὸ τῶν ἀνθρώπων ἐμὲ κρίνειν, ἡγούμην τε δεῖν τὴν ἀρχὴν ἢ τοὺς ᾑρημένους ὑπὸ τῆς βουλῆς γράφεσθαι, καὶ κατασημηναμένους τὰς βασάνους, ὅ τι εἴποιεν οἱ ἄνθρωποι, παρέχειν εἰς τὸ δικαστήριον, ἵνʼ ἀκούσαντες ἐκ τούτων ἐψηφίσασθε ὁποῖόν τι ὑμῖν ἐδόκει.
因为我认为,作为一介私人的我,不应该去拷问属于公家的奴隶;因为我既无权支配拷问过程,由我来判定这些人所说的话也不合适;我认为应当由政务官或会议选派的人员,将这些人所说的话记录下来,并把拷问记录封存,然后提交给法庭,以便你们在听取这些内容后,做出你们认为合适的判决。
§25ἰδίᾳ μὲν γὰρ βασανιζομένων τῶν ἀνθρώπων ὑπʼ ἐμοῦ ἀντελέγετʼ ἂν ἅπαντα ὑπὸ τούτων, εἰ δὲ δημοσίᾳ, ἡμεῖς μὲν ἂν ἐσιωπῶμεν, οἱ δʼ ἄρχοντες ἢ οἱ ᾑρημένοι ὑπὸ τῆς βουλῆς ἐβασάνιζον ἂν μέχρι οὗ αὐτοῖς ἐδόκει.
因为如果由我私下对这些人进行拷问,他们就会对所有内容提出异议;但如果是公开进行,我们只需保持沉默,而政务官或会议选派的人员则可以一直进行拷问,直到他们认为足够为止。
ταῦτα δʼ ἐμοῦ ἐθέλοντος, οὐκ ἂν ἔφασαν τῇ ἀρχῇ παραδοῦναι, οὐδʼ εἰς τὴν βουλὴν ἤθελον ἀκολουθεῖν.
虽然我愿意这样做,他们却声称绝不把奴隶交给政务官,也不愿意跟随我去评议会。
ὡς οὖν ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
为了证明我所说的是真话,请帮我传唤这些事实的证人。
ΜΑΡΤΥΡΕΣ. §26κατὰ πολλὰ μὲν οὖν ἔμοιγε δοκοῦσιν εἶναι ἀναίσχυντοι ἀμφισβητοῦντες τῶν ὑμετέρων, οὐχ ἥκιστα δὲ ὑμῖν αὐτοὺς ἐπιδείξω ἐκ τῶν νόμων τῶν ὑμετέρων.
[证人]因此,在许多方面,他们争夺属于你们的财产,在我看来是厚颜无耻的,而我尤其要根据你们自己的法律,向你们揭露他们的这一面。
οὗτοι γάρ, ὅτε οἱ δικασταὶ ἐβούλοντο θανάτου τιμῆσαι τῷ Ἀρεθουσίῳ, ἐδέοντο τῶν δικαστῶν χρημάτων τιμῆσαι καὶ ἐμοῦ συγχωρῆσαι, καὶ ὡμολόγησαν αὐτοὶ συνεκτείσειν.
因为当裁判官们想要判处阿雷图西奥斯死刑时,他们恳求裁判官们改判罚金,并请求我予以同意,而且他们自己也承诺共同偿还。
§27τοσούτου δὴ δέουσιν ἐκτίνειν καθʼ ἃ ἠγγυήσαντο, ὥστε καὶ τῶν ὑμετέρων ἀμφισβητοῦσι.
他们根本没有履行担保的义务去偿还罚金,反而甚至对属于你们的财产提出异议。
καίτοι οἵ γε νόμοι κελεύουσι τὴν οὐσίαν εἶναι δημοσίαν, ὃς ἂν ἐγγυησάμενός τι τῶν τῆς πόλεως μὴ ἀποδιδῷ τὴν ἐγγύην· ὥστε καὶ εἰ τούτων ἦν τὰ ἀνδράποδα, προσῆκεν αὐτὰ δημόσια εἶναι, εἴπερ τι τῶν νόμων ὄφελος.
然而,法律明确规定,凡向城邦担保某事而未履行担保义务者,其财产应当充公;因此,即使这些奴隶曾属于他们,如果法律还有任何效力的话,它们也应当充公。
§28καὶ πρὶν μὲν ὀφείλειν τῷ δημοσίῳ, ὁ Ἀρεθούσιος ὡμολογεῖτο τῶν ἀδελφῶν εὐπορώτατος εἶναι· ἐπειδὴ δὲ οἱ νόμοι κελεύουσιν τἀκείνου ὑμέτερα εἶναι, τηνικαῦτα πένης ὢν φαίνεται ὁ Ἀρεθούσιος, καὶ τῶν μὲν ἡ μήτηρ ἀμφισβητεῖ, τῶν δὲ οἱ ἀδελφοί.
在欠下国库债务之前,阿雷图西奥斯被公认为兄弟中最富有的一个;但自从法律规定他的财产属于你们之后,阿雷图西奥斯顿时显得贫困潦倒,一些财产由母亲提出所有权异议,另一些则由兄弟们提出异议。
χρῆν δʼ αὐτούς, εἴπερ ἐβούλοντο δικαίως προσφέρεσθαι πρὸς ὑμᾶς, ἀποδείξαντας ἅπασαν τὴν οὐσίαν τὴν ἐκείνου, τὰ τούτων αὐτῶν εἴ τις ἀπέγραφεν, ἀμφισβητεῖν.
但如果他们真的想公正地对待你们,就应该先公开他的全部财产,然后,如果有人登记了属于他们自己的私有财产,他们才提出异议。
§29ἐὰν οὖν ἐνθυμηθῆτε, ὅτι οὐδέποτε ἔσται ἀπορία τῶν ἀμφισβητησόντων ὑμῖν περὶ τῶν ὑμετέρων (ἢ γὰρ ὀρφανοὺς ἢ ἐπικλήρους κατασκευάσαντες ἀξιώσουσιν ἐλεεῖσθαι ὑφʼ ὑμῶν, ἢ γῆρας καὶ ἀπορίας καὶ τροφὰς μητρὶ λέγοντες, καὶ ὀδυρόμενοι διʼ ὧν μάλιστα ἐλπίζουσιν ἐξαπατήσειν ὑμᾶς, πειράσονται ἀποστερῆσαι τὴν πόλιν τοῦ ὀφλήματος), ἐὰν οὖν ταῦτα παριδόντες πάντα καταψηφίσησθε, ὀρθῶς βουλεύσεσθε.
因此,如果你们考虑到,争夺属于你们的财产的人永远不会缺少(因为他们要么通过抬出孤儿或女继承人来博取你们的同情,要么通过诉说母亲的年迈、贫困和赡养问题,用他们最指望能够欺骗你们的手段进行哭诉,企图剥夺城邦应得的债款),因此,如果你们忽视所有这些手段,投赞成票,你们将做出正确的决定。

词汇与语法注释

  1. §24ἵνʼ ἀκούσαντες ἐκ τούτων ἐψηφίσασθε — 目的连词 ἵνα 后接直说过去不定过去时 ἐψηφίσασθε,表示未实现或无法实现的过去目的。该从句依附于表示过去未履行之必要性的主句(ἡγούμην δεῖν),意思是“(如果当时确实提交了拷问记录)你们在听取这些内容后,本可以做出你们认为合适的判决(但实际上由于未提交而未能如此)”。
  2. §27τοσούτου δὴ δέουσιν ἐκτίνειν — 动词 τοσούτου δέω(此处为第三人称复数 δέουσιν,与主语“他们”一致)后接不定式,构成惯用的否定表达,表示“远非……、绝不……”。在此处意为“他们根本没有履行担保的义务去偿还罚金(距离偿还还差得很远)”。
  3. §29ἐὰν οὖν ἐνθυμηθῆτε... ἐὰν οὖν ταῦτα παριδόντες πάντα καταψηφίσησθε — 因插入长篇解释而导致的复指结构(破格现象/Anacoluthon)。句首的条件从句 ἐὰν οὖν ἐνθυμηθῆτε 经过 ὅτι 从句及括号内的长篇理由说明(ἢ γὰρ...)后,与主句相隔甚远,因此在句末通过 ἐὰν οὖν ταῦτα... καταψηφίσησθε 重新提示条件,最终与主句 ὀρθῶς βουλεύσεσθε 相结合。

引用这一段

狄摩西尼, 控诉尼科斯特拉图斯 §21-29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg053.humanitext-grc2:21-29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。