Humanitext Reader

狄摩西尼 · 控诉卡利普斯 §16-24

相关证人证言与卡里普斯主张的矛盾

第 3 段,共 4 段 · 希腊语

内容简介

原告揭露了卡里普斯主张的矛盾,并出示了其父亲及相关人士的证言。他通过吕孔与卡里普斯并无私交以及吕孔将资金存入银行的事实,证明了对方的谎言。

§16ὡς δὲ ἐγὼ μὲν ἀληθῆ λέγω, οὗτοι δὲ ψεύδονται, πρῶτον μὲν αὐτὸ ὑμῖν τοῦτο γενέσθω τεκμήριον, ὅτι κατεγνώκει ἂν αὐτοῦ ὁ Λυσιθείδης, καὶ ὅτι ἐγὼ ἐξούλης ἂν ἔφευγον νῦν, ἀλλʼ οὐκ ἀργυρίου δίκην·
至于我说的是真话而他们撒谎,首先让这件事本身成为你们的证据:即[如果我父亲曾拒绝宣誓]吕西泰德斯本会做出对他不利的判决,而我现在本该在驱逐诉讼中为自己辩护,而不是在金钱诉讼中。
πρὸς δὲ τούτῳ ἐγὼ ὑμῖν τοὺς παρόντας ἑκάστοτε τῷ πατρὶ ἐν ταῖς συνόδοις ταῖς πρὸς τοῦτον, αἳ παρὰ τῷ Λυσιθείδῃ ἐγίγνοντο, μάρτυρας παρέξομαι.
此外,我将向你们提供那些在吕西泰德斯面前、我父亲与此人每次会面时在场的人作为证人。
ΜΑΡΤΥΡΕΣ. §17ὅτι μὲν οὐ προκαλεσάμενος εἰς ὅρκον τὸν πατέρα τότε, νυνὶ ἐκείνου τετελευτηκότος καταψεύδεται, καὶ κατʼ ἐμοῦ ῥᾳδίως τὰ ψευδῆ μαρτυροῦντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρέχεται, ἔκ τε τῶν τεκμηρίων καὶ ἐκ τῆς μαρτυρίας ταύτης ῥᾴδιον ὑμῖν εἰδέναι.
[证人证言]当时他并没有向我父亲提出宣誓的要求,而如今趁我父亲去世便撒谎,并且轻易地让自己的亲戚对我进行伪证,这一点从上述证据和这些证词中是不难看出的。
ὅτι δὲ ἐγὼ ὑπὲρ τοῦ πατρὸς ἠθέλησα αὐτῷ πίστιν δοῦναι ἥνπερ ὁ νόμος κελεύει, ἐάν τις τεθνεῶτι ἐπικαλῶν δικάζηται τῷ κληρονόμῳ, §18μὴ δοκεῖν μοι μήτε ὁμολογῆσαι τὸν πατέρα τούτῳ ἀποδώσειν τὸ ἀργύριον ὃ κατέλιπε Λύκων, μήτε συσταθῆναι αὐτὸν τῷ πατρὶ ὑπὸ τοῦ Λύκωνος, καὶ Φορμίων, ἦ μὴν διαλογίσασθαί τε ἐναντίον Ἀρχεβιάδου τῷ Λύκωνι αὐτὸς καὶ προσταχθῆναι αὑτῷ Κηφισιάδῃ ἀποδοῦναι τὸ ἀργύριον, τὸν δὲ Κηφισιάδην δεῖξαι αὑτῷ τὸν Ἀρχεβιάδην, §19καὶ ὅτε Κάλλιππος προσῆλθεν τὸ πρῶτον πρὸς τὴν τράπεζαν, λέγων ὅτι τετελευτηκὼς εἴη ὁ Λύκων καὶ αὐτὸς ἀξιοίη τὰ γράμματα ἰδεῖν, εἴ τι καταλελοιπὼς εἴη ὁ ξένος ἀργύριον, ἦ μὴν δείξαντος ἑαυτοῦ εὐθὺς αὐτῷ τὰ γράμματα, ἰδόντα αὐτὸν τῷ Κηφισιάδῃ γεγραμμένον ἀποδοῦναι, σιωπῇ οἴχεσθαι ἀπιόντα, οὐδὲν οὔτε ἀμφισβητήσαντα οὔτʼ ἀπειπόνθʼ αὑτῷ περὶ τοῦ ἀργυρίου, τούτων ὑμῖν τάς τε μαρτυρίας ἀμφοτέρας καὶ τὸν νόμον ἀναγνώσεται.
而对于我,代表我的父亲,愿意向他提供法律所规定、在有人对死者提出指控而起诉继承人时所要求的保证—— 即我并不认为我父亲曾承诺向此人支付吕孔留下的资金,也不认为此人是由吕孔介绍给我父亲的;以及波尔米翁的起誓,即他本人在阿尔克比亚德斯面前同吕孔结清了账目,并被指示将资金付给凯菲西亚德斯,而阿尔克比亚德斯向他指认了凯菲西亚德斯;还有当卡里普斯最初来到银行,说吕孔已经去世、他自己要求查看账簿以了解该外邦人是否留有资金时,在波尔米翁立刻向他出示账簿后,他看到上面写着付给凯菲西亚德斯,便默默离去,对于这笔资金既未提出异议,也未对波尔米翁发出任何禁止支付的声明——为了证明这些,书记员将向你们宣读这两份证词以及法律。
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ.
[证词。 法律。
§20φέρε δὴ ὑμῖν, ὦ ἄνδρες δικασταί, ὡς οὐδʼ ἐχρῆτο Λύκων τῷ Καλλίππῳ ἐπιδείξω· οἶμαι γάρ τί μοι καὶ τοῦτο εἶναι πρὸς τὴν ἀλαζονείαν τὴν τουτουὶ τοῦ φάσκοντος αὑτῷ δωρεὰν δοθῆναι τὸ ἀργύριον τοῦτο παρὰ τοῦ Λύκωνος.
]那么,诸位法官,让我向你们展示吕孔甚至根本不与卡里普斯来往;因为我认为,这对于我反驳此人的虚张声势会有所帮助,他声称这笔资金是吕孔赠送给他的。
ἐκεῖνος γὰρ τετταράκοντα μνᾶς ἔκδοσιν ἐκδοὺς εἰς Ἄκην Μεγακλείδῃ τῷ Ἐλευσινίῳ καὶ Θρασύλλῳ τῷ ἀδελφῷ αὐτοῦ, μεταδόξαν αὐτῷ μὴ ἐκεῖσε πλεῖν μηδὲ κινδυνεύειν, ἐγκαλέσας τι τῷ Μεγακλείδῃ περὶ τῶν τόκων ὡς ἐξηπατημένος διεφέρετο καὶ ἐδικάζετο, βουλόμενος τὴν ἔκδοσιν κομίσασθαι.
因为吕孔曾向埃琉西斯的梅加克莱德斯及其兄弟色拉叙洛斯提供了一笔往阿克航行的四十米纳海上贷款,后来他改变主意不想航行去那里并冒险,便就利息问题向梅加克莱德斯提出控诉,声称自己受骗,并提起诉讼,企图收回贷款。
§21συχνῆς δὲ πάνυ πραγματείας περὶ τοσαῦτα χρήματα γενομένης, τὸν μὲν Κάλλιππον ὁ Λύκων οὐδαμοῖ πώποτε παρεκάλεσεν, τὸν δὲ Ἀρχεβιάδην καὶ τοὺς τοῦ Ἀρχεβιάδου φίλους· καὶ ὁ διαλλάξας αὐτοὺς Ἀρχεβιάδης ἦν.
尽管针对这么一大笔资金发生了极其复杂的纠纷,吕孔却从未在任何地方召集过卡里普斯,而是召集了阿尔克比亚德斯及阿尔克比亚德斯的友人;而调解他们纠纷的人正是阿尔克比亚德斯。
ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν αὐτὸν τὸν Μεγακλείδην μάρτυρα παρέξομαι.
为了证明我说的是真话,我将向你们提供梅加克莱德斯本人就此事的证词。
ΜΑΡΤΥΡΙΑ. §22οὑτωσὶ μὲν οἰκείως φαίνεται χρώμενος, ὦ ἄνδρες δικασταί, ὁ Λύκων τῷ Καλλίππῳ, ὥστε μήτε παρακαλεῖν αὐτὸν ἐπὶ τὰ αὑτοῦ πράγματα μήτε κατάγεσθαι ὡς τοῦτον μηδεπώποτε· καὶ αὐτό γε τοῦτο μόνον οὐ τετολμήκασιν οἱ οἰκεῖοι οἱ τούτου μαρτυρῆσαι, ὡς κατήγετο παρὰ τούτῳ ἐκεῖνος, εὖ εἰδότες ὅτι διὰ βασάνου ἐκ τῶν οἰκετῶν ὁ ἔλεγχος ἤδη ἔσοιτο, εἴ τι τοιοῦτο ψεύσοιντο.
[证词]诸位法官,可见吕孔与卡里普斯的关系竟如此疏远,以至于既未召他协助自己的事务,也从未在他家住宿过;哪怕仅仅在这一点上,此人的亲戚也不敢证明吕孔曾在他那里住宿,因为他们深知,如果在这类事情上撒谎,立刻就会通过拷问奴隶来进行验证。
§23βούλομαι δʼ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν τηλικοῦτον, ᾧ δῆλον ὑμῖν ἔσται, ὡς ἐγὼ οἴομαι, ὅτι πάντα πρὸς ὑμᾶς ἔψευσται.
我还想向你们说明一个具有如此分量的证据,我相信,它将使你们清楚地看到,此人向你们所说的一切全属谎言。
τῷ γὰρ Λύκωνι, ὦ ἄνδρες δικασταί, εἴπερ ἠσπάζετο μὲν τουτονὶ καὶ οἰκείως εἶχεν, ὥσπερ οὗτός φησιν, ἐβούλετο δὲ δωρεὰν δοῦναι αὐτῷ,
诸位法官,如果吕孔确实器重此人并与他关系亲密,正如他所声称的那样,并且希望在他遭遇不测时,将资金直接留在卡里普斯手中,难道不是更体面吗?
§24εἴ τι πάθοι, τὸ ἀργύριον, πότερον κάλλιον ἦν ἄντικρυς παρὰ τῷ Καλλίππῳ καταλιπεῖν τὸ ἀργύριον, ὃ ἔμελλε σωθεὶς μὲν ὀρθῶς καὶ δικαίως ἀπολήψεσθαι παρὰ φίλου γε ὄντος αὐτῷ καὶ προξένου, εἰ δέ τι πάθοι, ἄντικρυς ἔσεσθαι δεδωκώς, ὥσπερ καὶ ἐβούλετο, ἢ ἐπὶ τῇ τραπέζῃ καταλιπεῖν;
因为如果他生还,他本可以正当且公允地从这位既是友人又是领事的人那里收回资金;而如果他遭遇不测,他本可以如愿直接将其赠予,而不是将其留在银行。
ἐγὼ μὲν γὰρ οἶμαι ἐκεῖνο καὶ δικαιότερον καὶ μεγαλοπρεπέστερον εἶναι.
因为我认为,前一种做法既更合乎正义,也更大气。
οὐ τοίνυν φαίνεται τούτων οὐδὲν ποιήσας, ὥστε καὶ ταῦτα ὑμῖν τεκμήρια ἔστω, ἀλλὰ τῷ Κηφισιάδῃ καὶ γράψας καὶ προστάξας ἀποδοῦναι.
然而,显然他没有做过任何这类事情,因此让这也成为你们的证据吧。 相反,他是写下并指示付给凯菲西亚德斯。

词汇与语法注释

  1. §16κατεγνώκει ἂν αὐτοῦ ὁ Λυσιθείδης — 带有过去完成时直陈语气 `κατεγνώκει` + `ἄν` 的过去虚拟条件句之主句。其从句(例如“如果帕西翁曾拒绝宣誓”,如卡里普斯在第15节中所声称的那样)被省略,但可通过上下文理解。
  2. §18ὅτι δὲ ἐγὼ ὑπὲρ τοῦ πατρὸς ἠθέλησα αὐτῷ πίστιν δοῦναι ... μὴ δοκεῖν μοι — 第17节中以 `ὅτι δὲ` 开始的名词从句隶属于第19节的主句动词 `ἀναγνώσεται`。继承人愿意做出的誓言(`πίστιν δοῦναι`)的具体内容,由第18节中以 `μὴ δοκεῖν μοι` 开始的带冠词或不带冠词的不定式结构(间接引语)来表达。
  3. §19ἦ μὴν δείξαντος ἑαυτοῦ εὐθὺς αὐτῷ τὰ γράμματα — 语气词 `ἦ μὴν` 引入正式的誓言(此处为波尔米翁的证言内容)。`δείξαντος ἑαυτοῦ` 是属格独立结构,表示波尔米翁(`ἑαυτοῦ`)出示了账簿。随后的 `ἰδόντα αὐτὸν`(他看到后)是与作不定式 `οἴχεσθαι` 的宾格主语 `αὐτὸν` 一致的分词。
  4. §24πότερον κάλλιον ἦν ... ἢ ἐπὶ τῇ τραπέζῃ καταλιπεῖν; — 结构为 `πό切隆(πότερον) A ... 埃(ἢ) B` 的双重疑问句。未完成过去时 `ἦν` 在没有 `ἄν` 的情况下使用,用于表示应当或义务(“难道不是留在……更好吗”)。

引用这一段

狄摩西尼, 控诉卡利普斯 §16-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg052.humanitext-grc2:16-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。