§1οὐκ ἔστιν χαλεπώτερον οὐδέν, ὦ ἄνδρες δικασταί, ἢ ὅταν ἄνθρωπος δόξαν ἔχων καὶ δυνάμενος εἰπεῖν τολμᾷ ψεύδεσθαι καὶ μαρτύρων εὐπορῇ.
诸位法官,当一个拥有声望且能言善辩的人敢于撒谎并备有充足的证人时,没有什么比这更艰难的了。
ἀνάγκη γάρ ἐστιν τῷ φεύγοντι μηκέτι περὶ τοῦ πράγματος μόνον λέγειν, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ λέγοντος, ὡς οὐκ εἰκὸς αὐτῷ διὰ τὴν δόξαν πιστεύειν.
因为被告不得不不仅就事情本身进行辩护,还要针对说话者本人进行辩解,说明因其声望而信任他是不可信的。
§2εἰ γὰρ ἔθος καταστήσετε τοῖς δυναμένοις εἰπεῖν καὶ δόξαν ἔχουσι μᾶλλον πιστεύειν ἢ τοῖς ἀδυνατωτέροις, ἐφʼ ὑμῖν αὐτοῖς ἔσεσθε τὸ ἔθος τοῦτο κατεσκευακότες.
因为,如果你们确立了更信任能言善辩且有声望的人、而非软弱无力的人的习惯,你们自己就将吞下确立这一习惯的苦果。
δέομαι οὖν ὑμῶν, εἴπερ τι καὶ ἄλλο πώποτε πρᾶγμα αὐτὸ καθʼ αὑτὸ ἐδικάσατε, μηδὲ μεθʼ ἑτέρων τὴν γνώμην γενόμενοι, μήτε μετὰ τῶν διωκόντων μήτε μετὰ τῶν φευγόντων, ἀλλὰ τὸ δίκαιον σκεψάμενοι, οὕτω καὶ νῦν διαγνῶναι.
因此,我请求你们,如果你们曾经对任何其他案件进行过客观公正的判决,不偏袒控辩任何一方,而只是考量正义,那么现在也请同样予以判决。
ἐξ ἀρχῆς δʼ ὑμῖν διηγήσομαι.
我将从头向你们叙述这件事情。
§3Λύκων γὰρ ὁ Ἡρακλεώτης, ὦ ἄνδρες δικασταί, οὗτος ὃν καὶ αὐτὸς λέγει, τῇ τραπέζῃ τῇ τοῦ πατρὸς ἐχρῆτο, ὥσπερ καὶ οἱ ἄλλοι ἔμποροι, ξένος μὲν ὢν Ἀριστόνῳ τῷ Δεκελεῖ καὶ Ἀρχεβιάδῃ τῷ Λαμπτρεῖ, ἄνθρωπος δέ τις σώφρων.
赫拉克利亚的吕孔,诸位法官,就是对方自己也提到的那个人,曾像其他商人一样使用我父亲的银行;他是德凯利亚的阿里斯托诺斯和兰普特莱的阿尔克比亚德斯的客人,是一个行事谨慎的人。
οὗτος ἐπειδὴ ἐκπλεῖν ἔμελλεν εἰς τὴν Λιβύην, διαλογισάμενος πρὸς τὸν πατέρα τὸν ἐμὸν ἐναντίον Ἀρχεβιάδου καὶ Φρασίου προσέταξεν τὸ ἀργύριον ὃ κατέλειπεν (ἦν δὲ τοῦτο ἑκκαίδεκα μναῖ καὶ τετταράκοντα δραχμαί, ὡς ἐγὼ ὑμῖν πάνυ ἀκριβῶς ἐπιδείξω) Κηφισιάδῃ ἀποδοῦναι, λέγων ὅτι κοινωνὸς εἴη αὑτοῦ ὁ Κηφισιάδης οὗτος, οἰκήτωρ μὲν ὢν ἐν Σκίρῳ, ἐν δὲ τῷ παρόντι ἐφʼ ἑτέρᾳ ἀποδημῶν ἐμπορίᾳ.
当他准备乘船前往利比亚时,在阿尔克比亚德斯和普拉西奥斯面前与我父亲结清了账目,并指示将他留下的资金(这是十六米纳和四十德拉克马,正如我将向你们非常准确地证明的那样)付给凯菲西亚德斯,并称这位凯菲西亚德斯是他的合伙人,此人居住在斯基隆,但目前正因另一项贸易而旅居国外。
§4δεῖξαι δʼ αὐτὸν τῷ πατρὶ τῷ ἐμῷ καὶ συστῆσαι τῷ Ἀρχεβιάδῃ καὶ τῷ Φρασίᾳ προσέταξεν, ἐπειδὴ ἥκοι ἐκ τῆς ἀποδημίας.
他还指示,当此人旅居归来时,要将其引见给我父亲,并介绍给阿尔克比亚德斯和普拉西奥斯。
εἰώθασι δὲ πάντες οἱ τραπεζῖται, ὅταν τις ἀργύριον τιθεὶς ἰδιώτης ἀποδοῦναί τῳ προστάττῃ, πρῶτον τοῦ θέντος τοὔνομα γράφειν καὶ τὸ κεφάλαιον τοῦ ἀργυρίου, ἔπειτα παραγράφειν
τῷ δεῖνι ἀποδοῦναι δεῖ
, καὶ ἐὰν μὲν γιγνώσκωσι τὴν ὄψιν τοῦ ἀνθρώπου ᾧ ἂν δέῃ ἀποδοῦναι, τοσοῦτο μόνον ποιεῖν, γράψαι ᾧ δεῖ ἀποδοῦναι, ἐὰν δὲ μὴ γιγνώσκωσι, καὶ τούτου τοὔνομα προσπαραγράφειν ὃς ἂν μέλλῃ συστήσειν καὶ δείξειν τὸν ἄνθρωπον, ὃν ἂν δέῃ κομίσασθαι τὸ ἀργύριον.
所有的银行家都习惯于,当一个普通人存入资金并指示支付给某人时,首先写下存款人的姓名和资金总额,然后在旁注明“须付给某人”;如果他们认识应收款人的相貌,就只做这些,即写下应付给谁,但如果不认识,则还要在旁加注将要引见并指认该收款人之人的姓名。
§5τύχης δὲ συμβάσης τοιαύτης τῷ Λύκωνι τούτῳ ὥστε εὐθὺς ἐκπλέοντα αὐτὸν περὶ τὸν Ἀργολικὸν κόλπον ὑπὸ λῃστρίδων νεῶν τά τε χρήματα καταχθῆναι εἰς Ἄργος καὶ αὐτὸν τοξευθέντα ἀποθανεῖν, ἔρχεται ἐπὶ τὴν τράπεζαν Κάλλιππος οὑτοσὶ εὐθὺς ἐρωτῶν, Λύκωνα Ἡρακλεώτην εἰ γιγνώσκοιεν.
然而,这位吕孔遭遇了这样的厄运,他刚一启航,在阿哥利斯湾附近就被海盗船将财产掠往阿哥斯,他本人也中箭身亡。
ἀποκριναμένου δὲ Φορμίωνος τουτουὶ ὅτι γιγνώσκοιεν,
ἆρα καὶ ἐχρῆτο ὑμῖν
;
于是这位卡里普斯立刻来到银行,询问他们是否认识赫拉克利亚的吕孔。
ἔφη ὁ Φορμίων·
当这位福尔米翁回答说他们认识时,卡里普斯说:“那么他也使用你们的银行吗?
ἀλλὰ πρὸς τί ἐρωτᾷς
;
”福尔米翁说:“但你为什么问这个呢?
πρὸς τί
;
”“为什么?
ἔφη·
”他说,“我会告诉你的。
ἐγώ σοι ἐρῶ. ἐκεῖνος μὲν τετελεύτηκεν, ἐγὼ δὲ προξενῶν τυγχάνω τῶν Ἡρακλεωτῶν.
他已经去世了,而我恰好是赫拉克利亚人的领事。
ἀξιῶ δή σε δεῖξαί μοι τὰ γράμματα, ἵνʼ εἰδῶ εἴ τι καταλέλοιπεν ἀργύριον· ἐξ ἀνάγκης γάρ μοί ἐστιν ἁπάντων Ἡρακλεωτῶν ἐπιμελεῖσθαι.
因此,我要求你向我出示账簿,以便我知道他是否留下了资金;因为我必须照管所有的赫拉克利亚人。
§6ἀκούσας δʼ αὐτοῦ ὁ Φορμίων, ὦ ἄνδρες δικασταί, ἔδειξεν εὐθέως παραχρῆμα.
” 诸位法官,福尔米翁听了他的话,立刻当场出示了账簿。
δείξαντος δὲ αὐτοῦ τὸ γραμματεῖον, ἀναγνοὺς αὐτὸς καὶ ἄλλος οὐδείς, καὶ ἰδὼν γεγραμμένον ἐν αὐτῷ
Λύκων Ἡρακλεώτης χιλίας ἑξακοσίας τετταράκοντα· Κηφισιάδῃ ἀποδοῦναι δεῖ·
他出示账册后,卡里普斯自己(没有其他人)阅读了它,看到上面写着:“赫拉克利亚的吕孔,一千六百四十;须付给凯菲西亚德斯;兰普特莱的阿尔克比亚德斯将指认凯菲西亚德斯。
Ἀρχεβιάδης Λαμπτρεὺς δείξει τὸν Κηφισιάδην
, ᾤχετο ἀπιὼν σιωπῇ, καὶ πλέον ἢ πέντε μηνῶν οὐδένα λόγον ἐποιήσατο.
”于是他默默地离去,并在五个多月的时间里对此闭口不谈。
§7ἐπιδημήσαντος δὲ τοῦ Κηφισιάδου μετὰ ταῦτα καὶ προσελθόντος πρὸς τὴν τράπεζαν καὶ ἀπαιτοῦντος τὰ χρήματα, παρόντος δέ, ὦ ἄνδρες δικασταί, Ἀρχεβιάδου καὶ τοῦ Φρασίου, οὓς ὁ Λύκων τῷ πατρὶ συνέστησεν καὶ ἐκέλευσε τὸν Κηφισιάδην δεῖξαι ὃς εἴη, ἐπειδὴ ἔλθοι, παρόντων δὲ καὶ ἄλλων, ἐξαριθμήσας αὐτῷ τὰς ἑκκαίδεκα μνᾶς καὶ τετταράκοντα δραχμὰς ἀπέδωκε Φορμίων οὑτοσί.
在此之后,当凯菲西亚德斯回国并来到银行要求提款时,诸位法官,在阿尔克比亚德斯和普拉西奥斯——吕孔曾将他们引见给我父亲,并指示当凯菲西亚德斯到来时指认其身份的人——以及其他人在场的情况下,这位福尔米翁向他付清了十六米纳和四十德拉克马,并向其清点。
ὡς δὲ ἀληθῆ λέγω, τούτων ἁπάντων ὑμῖν τὰς μαρτυρίας ἀναγνώσεται.
为了证明我所言属实,他将向你们宣读关于所有这些事情的证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词