§8οὐ μόνον τοίνυν, ὦ ἄνδρες δικασταί, τὰ κατὰ τὴν τριηραρχίαν ἀνήλισκον τότε οὕτω πολυτελῆ ὄντα, ἀλλὰ καὶ τῶν χρημάτων ὧν εἰς τὸν ἔκπλουν ἐψηφίσασθε εἰσενεχθῆναι μέρος οὐκ ἐλάχιστον ἐγὼ ὑμῖν προεισήνεγκα.
诸位陪审员,我当时不仅在当时如此昂贵的三列桨战船装备事务上支出了费用,而且对于你们决议为出航而征收的资金,我也为你们垫付了极大的份额。
δόξαν γὰρ ὑμῖν ὑπὲρ τῶν δημοτῶν τοὺς βουλευτὰς ἀπενεγκεῖν τοὺς προεισοίσοντας τῶν τε δημοτῶν καὶ τῶν ἐγκεκτημένων, προσαπηνέχθη μου τοὔνομα ἐν τριττοῖς δήμοις διὰ τὸ φανερὰν εἶναί μου τὴν οὐσίαν.
因为当你们决议由议员代表区民登记那些在区民和财产所有者中应该预付税款的人时,由于我的财产是公开显露的,我的名字在三个区中被追加登记。
§9καὶ τούτων ἐγώ, οὐδεμίαν πρόφασιν ποιησάμενος, ὅτι τριηραρχῶ καὶ οὐκ ἂν δυναίμην δύο λῃτουργίας λῃτουργεῖν οὐδὲ οἱ νόμοι ἐῶσιν, ἔθηκα τὰς προεισφορὰς πρῶτος.
对于这些预付款,我没有寻找任何借口,说什么自己正担任三列桨战船装备者而不能承担两项公共义务(公益服务),法律也不允许,而是最先缴纳了预付款。
καὶ οὐκ εἰσεπραξάμην διὰ τὸ τότε μὲν ἀποδημεῖν ὑπὲρ ὑμῶν τριηραρχῶν, ὕστερον δὲ καταπλεύσας καταλαβεῖν τὰ μὲν εὔπορα ὑφʼ ἑτέρων προεξειλεγμένα, τὰ δʼ ἄπορα ὑπόλοιπα.
而且我没有收回这些钱,因为当时我正作为三列桨战船装备者在海外为你们服役,而后来我乘船归港时,发现好收回的部分已被他人提前收走,只留下了难以收回的部分。
§10καὶ ταῦτα ὅτι ἀληθῆ λέγω πρὸς ὑμᾶς, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας τῶν τε τὰ στρατιωτικὰ τότε εἰσπραττόντων καὶ τῶν ἀποστολέων, καὶ τοὺς μισθοὺς οὓς ταῖς ὑπηρεσίαις καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα ἐδίδουν, παρὰ τῶν στρατηγῶν σιτηρέσιον μόνον λαμβάνων, πλὴν δυοῖν μηνοῖν μόνον μισθὸν ἐν πέντε μησὶν καὶ ἐνιαυτῷ, καὶ τοὺς ναύτας τοὺς μισθωθέντας, ὅσον ἕκαστος ἔλαβεν ἀργύριον, ἵνʼ ἐκ τούτων εἰδῆτε τὴν ἐμὴν προθυμίαν, καὶ οὗτος διʼ ὅ τι παραλαβεῖν παρʼ ἐμοῦ τὴν ναῦν οὐκ ἤθελεν, ἐπειδή μοι ὁ χρόνος ἐξῆλθεν τῆς τριηραρχίας.
为了证明我对你们所说的是真话,书记将向你们宣读当时征收军费者和派遣委员们的证词,以及我按月给勤务人员和海兵发放的薪水(的证词)——在一年零五个月的时间里,我只从将军们那里得到了口粮费,除仅有两个月拿到了薪水——还有关于雇佣水手以及每人拿到了多少钱的证词,好让你们从这些事情中了解我的热忱,并明白当我的三列桨战船装备期限届满时,这个男人为什么不愿从我手里接管战船。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§11ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε.
诸位陪审员,关于我所说的话我没有撒谎,你们已经从宣读的证词中听到了。
ἔτι δὲ περὶ ὧν μέλλω λέγειν, ἅπαντές μοι ὁμολογήσετε ὅτι ἀληθῆ ἐστιν.
此外,关于我将要说的话,你们所有人都会同意我是真实的。
τριήρους γὰρ ὁμολογεῖται κατάλυσις εἶναι, πρῶτον μέν, ἐὰν μὴ μισθόν τις διδῷ, δεύτερον δέ, ἐὰν εἰς τὸν Πειραιᾶ μεταξὺ καταπλεύσῃ· ἀπόλειψίς τε γὰρ πλείστη γίγνεται, οἵ τε παραμένοντες τῶν ναυτῶν οὐκ ἐθέλουσιν πάλιν ἐμβαίνειν, ἐὰν μή τις αὐτοῖς ἕτερον ἀργύριον διδῷ ὥστε τὰ οἰκεῖα διοικήσασθαι.
因为大家公认,一艘三列桨战船之所以会解散,第一是因为不发给薪水,第二是因为在此期间驶回了皮拉埃乌斯;因为这样会导致极大的逃亡,而留下来的水手们也不愿意再次登船,除非给他们发放另外的钱用于安排家务。
ἃ ἐμοὶ ἀμφότερα συνέβη, ὦ ἄνδρες δικασταί, ὥστε πολυτελεστέραν μοι γενέσθαι τὴν τριηραρχίαν.
诸位陪审员,这两件事都发生在我身上,以至于我的三列桨战船装备费用变得更加昂贵。
§12καὶ γὰρ μισθὸν οὐδένα λαβὼν παρὰ τοῦ στρατηγοῦ ὀκτὼ μηνῶν, κατέπλευσα τοὺς πρέσβεις ἄγων διὰ τὸ ἄριστά μοι πλεῖν τὴν ναῦν, καὶ ἐνθένδε πάλιν, προσταχθέν μοι ὑπὸ τοῦ δήμου Μένωνα τὸν στρατηγὸν ἄγειν εἰς Ἑλλήσποντον ἀντὶ Αὐτοκλέους ἀποχειροτονηθέντος, ᾠχόμην ἀναγόμενος διὰ τάχους.
因为在八个月里没有从将军那里得到任何薪水的情况下,我因为我的船航行得最好而载着使节们驶回了港,接着又从这里,由于公民大会命令我把将军梅农送往赫尔松涅索斯以接替被撤换的奥托克列斯,我迅速扬帆离去。
καὶ ἀντὶ τῶν ἀπολιπόντων μὲν ναυτῶν ἑτέρους ἐμισθωσάμην ναύτας, δωρεὰς καὶ προδόσεις αὐτοῖς διδοὺς μεγάλας, τοῖς δὲ παραμείνασι τῶν ἀρχαίων ναυτῶν ἔδωκά τι εἰς διοίκησιν τῶν οἰκείων καταλιπεῖν πρὸς ᾧ πρότερον εἶχον, οὐκ ἀγνοῶν τὴν παροῦσαν χρείαν, §13ὡς ἀναγκαία ἦν ἑκάστῳ, ἀπορῶν δὲ αὐτὸς ὡς μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω οὐδεὶς ἄν μοι πιστεύσειεν, ὅστις μὴ ἀληθῶς παρηκολούθηκε τοῖς ἐμοῖς πράγμασιν.
为了接替那些逃亡的水手,我雇佣了其他水手,向他们发放了丰厚的礼物和预付款,而对于留下的老水手,除了他们以前所得的之外,我又给了一些钱让他们留作安排家务之用,因为我并非不知道他们眼下的需要,即这对每个人来说是多么不可或缺,尽管我自己也陷入了困境,以至于——凭着宙斯和阿波罗发誓! ——若非真正关注过我的事务的人,谁也不会相信我。
ὑποθεὶς δὲ τὸ χωρίον Θρασυλόχῳ καὶ Ἀρχένεῳ, καὶ δανεισάμενος τριάκοντα μνᾶς παρʼ αὐτῶν καὶ διαδοὺς τοῖς ναύταις, ᾠχόμην ἀναγόμενος, ἵνα μηδὲν ἐλλείποι τῷ δήμῳ ὧν προσέταξε τὸ κατʼ ἐμέ.
但我把我的土地抵押给了特拉叙洛科斯和阿赫内奥斯,从他们那里借了三十米纳并分发给水手,然后扬帆离去,以便在我这方面不致使公民大会所命令的事情有任何缺失。
καὶ ὁ δῆμος ἀκούσας ταῦτα ἐπῄνεσέν τέ με, καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον ἐκάλεσεν.
公民大会听到了这些,不仅赞扬了我,还邀请我到市政厅(大会堂)进餐。
καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν καὶ τὸ ψήφισμα τὸ τοῦ δήμου.
为了证明我对这些说的是真话,书记将向你们宣读证词和公民大会的决议案。
ΜΑΡΤΥΡΙΑ. ΨΗΦΙΣΜΑ.
证词。 决议案。
§14ἐπειδὴ τοίνυν εἰς Ἑλλήσποντον ἤλθομεν, καὶ ὅ τε χρόνος ἐξεληλύθει μοι τῆς τριηραρχίας, καὶ μισθὸς οὐκ ἀπεδόθη τοῖς στρατιώταις ἀλλʼ ἢ δυοῖν μηνοῖν, ἕτερός τε στρατηγὸς ἧκεν Τιμόμαχος, καὶ οὗτος διαδόχους οὐκ ἄγων ἐπὶ τὰς ναῦς, ἀθυμήσαντές μοι πολλοὶ τοῦ πληρώματος ᾤχοντο ἀπολιπόντες τὴν ναῦν, οἱ μὲν εἰς τὴν ἤπειρον στρατευσόμενοι, οἱ δὲ εἰς τὰς Θασίων καὶ Μαρωνιτῶν ναῦς, μισθῷ μεγάλῳ πεισθέντες καὶ ἀργύριον πολὺ προλαβόντες καὶ ὑπὸ πολλῶν αὖ τῷ λόγῳ ἐξηπατημένοι.
因此,当我们到达赫勒斯滂时,我的三列桨战船装备期限已经届满,而士兵们除了仅有两个月外没有得到任何薪水,又来了另一位将军蒂莫马科斯,且他也没有为战船带来接替的人员,我的许多船员因此丧失了信心,弃船而去——有的人去大陆从军,有的人则去萨索斯人和马罗尼亚人的船上,他们被高薪所诱惑,拿到了大笔预付款,并被许多虚假承诺所欺骗。