§15καὶ τὰ μὲν παρʼ ἐμοῦ ἐξανηλωμένα ἤδη ὁρῶντες, τὰ δὲ τῆς πόλεως ἀμελῆ, τὰ δὲ τῶν συμμάχων ἄπορα, τὰ δὲ τῶν στρατηγῶν ἄπιστα, καὶ τὸν χρόνον ἐξήκοντα τῆς τριηραρχίας καὶ τὸν πλοῦν οὐκέτʼ ὄντα οἴκαδε, οὐδὲ διάδοχον ἥκοντα ἐπὶ τὴν ναῦν, παρʼ οὗ ἄν τις ἠξίωσεν ὠφεληθῆναι.
因为他们看到,我这边的支出已经耗尽,而城邦的事务被疏忽,盟友们缺乏资源,将军们不可信任,且我的三列桨战船装备期限已经届满,不再有回家的航程,也没有接替者来到船上——原本人们可以指望从他那里得到帮助。
ὅσῳ γὰρ φιλοτιμούμενος ἄμεινον ἐπληρωσάμην τὴν ναῦν ἐρετῶν ἀγαθῶν, τοσούτῳ μοι πλείστη ἀπόλειψις ἐγένετο τῶν ἄλλων τριηράρχων.
因为我越是出于荣誉心而用优秀的桨手把船装备得更好,我所遭遇的脱走人数相比其他三列桨战船装备者就越多。
§16τοῖς μὲν γὰρ ἄλλοις, εἰ μή τι ἄλλο, οἵ γε ἐκ καταλόγου ἐλθόντες ἐπὶ τὴν ναῦν παρέμενον τηροῦντες τὴν οἴκαδε σωτηρίαν, ὁπότε αὐτοὺς ἀφήσει ὁ στρατηγός· οἱ δʼ ἐμοὶ ναῦται πιστεύοντες αὑτοῖς ἐπὶ τῷ δύνασθαι ἐλαύνειν, ὅπου ἔμελλον ἀργύριον πάλιν πλεῖστον λήψεσθαι, ἐνταῦθʼ ἀπῇσαν, ἡγούμενοι τὴν ἐν τῷ παρόντι εὐπορίαν κρείττω εἶναι αὑτοῖς τοῦ μέλλοντος φόβου, εἴ ποτε ληφθείησαν ὑπʼ ἐμοῦ.
因为对其他人来说,即便没有别的,至少那些从征兵名簿来到船上的人还留在那里,等待着将军放他们走以安全回家;但我的水手们凭着自己擅长划桨的能力,便前往那些能再次拿到最多钱财的地方,认为眼前的富足对他们而言,要好过日后万一被我抓获时的恐惧。
§17τοιούτων τοίνυν μοι τῶν πραγμάτων συμβεβηκότων, καὶ τοῦ στρατηγοῦ ἅμα Τιμομάχου προστάξαντος πλεῖν ἐφʼ Ἱερὸν ἐπὶ τὴν παραπομπὴν τοῦ σίτου καὶ μισθὸν οὐ διδόντος, εἰσαγγελθέντων δὲ ὅτι Βυζάντιοι καὶ Καλχηδόνιοι πάλιν κατάγουσι τὰ πλοῖα καὶ ἀναγκάζουσι τὸν σῖτον ἐξαιρεῖσθαι, δανεισάμενος ἐγὼ ἀργύριον παρʼ Ἀρχεδήμου μὲν τοῦ Ἀναφλυστίου πεντεκαίδεκα μνᾶς ἐπίτοκον, ὀκτακοσίας δὲ δραχμὰς παρὰ Νικίππου τοῦ ναυκλήρου ναυτικὸν ἀνειλόμην, ὃς ἔτυχεν ὢν ἐν Σηστῷ, ἐπόγδοον, σωθέντος δὲ τοῦ πλοίου Ἀθήναζε ἀποδοῦναι αὐτὸ καὶ τοὺς τόκους, §18καὶ πέμψας Εὐκτήμονα τὸν πεντηκόνταρχον εἰς Λάμψακον, δοὺς αὐτῷ ἀργύριον καὶ γράμματα πρὸς τοὺς ξένους τοῦ πατρὸς τοῦ ἐμοῦ, ἐκέλευσά μοι αὐτὸν ναύτας μισθώσασθαι ὡς ἂν δύνηται ἀρίστους· αὐτὸς δʼ ὑπομείνας ἐν Σηστῷ τοῖς τε παραμείνασι τῶν ἀρχαίων ναυτῶν ἔδωκά τι, ὅσον εἶχον, ἐπειδή μοι ὁ χρόνος ἐξῆκεν τῆς τριηραρχίας, καὶ ἑτέρους ναύτας ἐντελομίσθους προσέλαβον, ἐν ὅσῳ ὁ στρατηγὸς τὸν ἀνάπλουν τὸν ἐφʼ Ἱερὸν παρεσκευάζετο.
在我的事务陷入如此境地,同时将军蒂莫马科斯命令为护送粮食而航行到希隆却不给发薪水,并且传来消息说拜占庭人和迦克墩人再次扣留船只并强迫卸下粮食的情况下,我借了钱——从阿纳普吕斯托斯区的阿克德莫斯那里借了十五米纳有利息的贷款,又从正好在塞斯托斯的船主尼基波斯那里以八分之一的利息借了八百德拉克马的海上贷款,约定在船只安全抵达雅典时偿还本金和利息,并派遣五十人队长欧克特蒙前往兰普萨科斯,交给他钱财和写给我父亲的客友们的信件,命令他尽其所能为我雇佣最优秀的水手;我自己则留在塞斯托斯,尽管我的三列桨战船装备期限已经届满,但我还是把手头仅有的一点钱分给那些留下来的老水手,并在将军准备驶往希隆期间,又雇佣了其他约定发薪的水手。
§19ἐπειδὴ δʼ ὅ τε Εὐκτήμων ἧκεν ἐκ τῆς Λαμψάκου ἄγων τοὺς ναύτας οὓς ἐμισθώσατο, καὶ ὁ στρατηγὸς παρήγγειλεν ἀνάγεσθαι, τῷ μὲν Εὐκτήμονι ἀσθενῆσαι ἐξαίφνης συνέβη, καὶ πάνυ πονηρῶς διετέθη· τούτῳ μὲν οὖν ἀποδοὺς τὸν μισθὸν καὶ ἐφόδια προσθεὶς ἀπέπεμψα οἴκαδε·
当欧克特蒙带着他雇来的水手从兰普萨科斯回来,而将军下令启航时,欧克特蒙突然病倒,情况非常严重;于是,我付给他人事薪水并追加了路费,将他送回了家。
αὐτὸς δὲ πεντηκόνταρχον ἕτερον λαβὼν ἀνηγόμην ἐπὶ τὴν παραπομπὴν τοῦ σίτου, καὶ ἐκεῖ περιέμεινα πέντε καὶ τετταράκοντα ἡμέρας, ἕως ὁ ἔκπλους τῶν πλοίων τῶν μετʼ ἀρκτοῦρον ἐκ τοῦ Πόντου ἐγένετο.
我自己则雇了另一个五十人队长,扬帆去护送粮食,并在那里停留了四十五天,直到大角星升起后船只从黑海出港。
§20ἀφικόμενος δὲ εἰς Σηστὸν ἐγὼ μὲν ᾤμην οἴκαδε καταπλεύσεσθαι, τοῦ τε χρόνου μοι ἐξήκοντος καὶ ἐπιτετριηραρχημένων ἤδη μοι δυοῖν μηνοῖν καὶ διαδόχου οὐχ ἥκοντος ἐπὶ τὴν ναῦν· ὁ δὲ στρατηγὸς Τιμόμαχος, ἀφικομένων ὡς αὐτὸν πρέσβεων Μαρωνιτῶν καὶ δεομένων αὑτοῖς τὰ πλοῖα παραπέμψαι τὰ σιτηγά, προσέταξεν ἡμῖν τοῖς τριηράρχοις ἀναδησαμένοις τὰ πλοῖα ἕλκειν εἰς Μαρώνειαν, πλοῦν καὶ πολὺν καὶ πελάγιον.
到达塞斯托斯时,我本以为自己可以乘船回家了,因为我的期限已满,且我已经超期担任了两个月的三列桨战船装备者,而后继者仍未到船上;但将军蒂莫马科斯,由于马罗尼亚人的使节来到他那里并请求他为他们护送粮食船,便命令我们这些三列桨战船装备者系住那些船只,把它们拖往马罗尼亚,这是一段漫长且在公海上的航程。
§21καὶ ταῦθʼ ὑμῖν διὰ τοῦτο ἅπαντα διηγησάμην ἐξ ἀρχῆς, ἵνα εἰδῆτε ὅσα ἀνηλωκὼς αὐτὸς καὶ ἡλίκης μοι γεγενημένης τῆς λῃτουργίας ὕστερον ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύνευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους.
我之所以从头到尾把这些全部向你们陈述,是为了让你们知道我自己支出了多少费用、这项公役对我而言变得多么庞大,以及后来,由于此人没有来到船上,我在超期担任三列桨战船装备者期间为此人替代支出了多少开销,还有我自己面对风暴和敌人冒了多么大的危险。
μετὰ γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ Τιμόμαχος μετὰ τῶν Θασίων εἰς Στρύμην σῖτον καὶ πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον.
因为在把船只护送到马罗尼亚并抵达萨索斯之后,蒂莫马科斯到来,为了自己去占领那个地方,又与萨索斯人一起将粮食和轻盾兵护送到斯特吕梅。