Humanitext Reader

狄摩西尼 · 控诉波里克勒斯 §1-7

雅典的危机与战船装备的筹备

第 1 段,共 9 段 · 希腊语

内容简介

诉讼人首先强调本案关系到国家利益,随后陈述了雅典当时面临的危机(领土丧失及粮食匮乏)、为此通过的紧急派遣战船的决议案,以及他如何自掏腰包迅速装备战船并招募水手的过程。

§1τοῖς τοιούτοις τῶν ἀγώνων, ὦ ἄνδρες δικασταί, καὶ τοὺς διαγνωσομένους προσήκει μάλιστα προσέχειν τὸν νοῦν.
诸位陪审员,对于此类诉讼,最需要判决者高度集中注意力。
οὐ γὰρ ἐμὸς καὶ Πολυκλέους ἴδιός ἐστιν ὁ ἀγὼν μόνον, ἀλλὰ καὶ τῆς πόλεως κοινός.
因为这场诉讼不仅仅是我和波留克列斯两人的私事,也是城邦共同的事。
ὧν γὰρ τὰ μὲν ἐγκλήματα ἴδιά ἐστιν, αἱ δὲ βλάβαι κοιναί, πῶς οὐχ ὑπὲρ τούτων εἰκός ἐστιν ἀκούσαντας ὑμᾶς ὀρθῶς διαγνῶναι;
因为当指控属私人性质而损害却关乎公众时,你们在听取陈述后,难道不应该为了这些利益而做出正确的判决吗?
εἰ μὲν γὰρ περὶ ἄλλου τινὸς συμβολαίου ἐγὼ διαφερόμενος πρὸς Πολυκλέα εἰσῄειν εἰς ὑμᾶς, ἐμὸς ἂν ἦν καὶ Πολυκλέους ὁ ἀγών· νῦν δὲ περί τε διαδοχῆς νεώς ἐστιν ὁ λόγος καὶ ἐπιτριηραρχήματος πέντε μηνῶν καὶ ἓξ ἡμερῶν ἀνηλωμένου, καὶ περὶ τῶν νόμων, πότερα κύριοί εἰσιν ἢ οὔ.
因为如果我是为了其他某种契约纠纷与波留克列斯争执而来到你们面前,那么这场诉讼就只是我和波留克列斯的事;但现在,争议在于战船的接替、为期五个月零六天超期服役所支出的三列桨战船装备费,以及关于法律——它们是否有效。
§2ἀναγκαῖον δή μοι δοκεῖ εἶναι ἅπαντα ἐξ ἀρχῆς διηγήσασθαι πρὸς ὑμᾶς.
因此,我认为有必要向你们从头至尾叙述整件事。
καὶ πρὸς θεῶν, ἄνδρες δικασταί, δέομαι ὑμῶν, μή με ἡγήσησθε ἀδολεσχεῖν, ἐὰν διὰ μακροτέρων διηγῶμαι τά τε ἀναλώματα καὶ τὰς πράξεις, ὡς ἐν καιρῷ τε ἕκασται καὶ χρήσιμοι τῇ πόλει ἐδιακονήθησαν.
诸位陪审员,因神之名,我请求你们,如果我稍显冗长地叙述各项开支和行动,以说明其中每一项是如何在关键时刻且有益于城邦地被执行的,请不要认为我在闲扯。
εἰ μὲν γάρ τις ἔχει με ἐπιδεῖξαι ὡς ψεύδομαι, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι ἐξελεγξάτω, ὅ τι ἂν μὴ φῇ με ἀληθῆ λέγειν πρὸς ὑμᾶς· εἰ δʼ ἐστὶν ἀληθῆ καὶ μηδεὶς ἄν μοι ἀντείποι ἄλλος ἢ οὗτος, δέομαι ὑμῶν ἁπάντων δικαίαν δέησιν· §3ὅσοι μὲν τῶν στρατιωτῶν ἐστε καὶ παρῆτε ἐκεῖ, αὐτοί τε ἀναμνήσθητε καὶ τοῖς παρακαθημένοις φράζετε τήν τʼ ἐμὴν προθυμίαν καὶ τὰ συμβάντα ἐν τῷ τότε καιρῷ τῇ πόλει πράγματα καὶ τὰς ἀπορίας, ἵνα ἐκ τούτων εἰδῆτε ὁποῖός τίς εἰμι περὶ ἃ ἂν προστάξητε ὑμεῖς· ὅσοι δὲ αὐτοῦ ἐπεδημεῖτε, σιγῇ μου ἀκοῦσαι διηγουμένου ἅπαντα πρὸς ὑμᾶς, καὶ ἐπὶ τούτων ἑκάστῳ, οἷς ἂν λέγω, τούς τε νόμους παρεχομένου καὶ τὰ ψηφίσματα, τά τε τῆς βουλῆς καὶ τὰ τοῦ δήμου, καὶ τὰς μαρτυρίας.
因为如果有人能证明我撒谎,就让他用我的水钟时间站起来,反驳他认为我没有对你们说真话的任何一点;但如果是真实的,且除他之外没有人会反对我,我向你们所有人提出一个公正的请求:你们当中凡是当过兵并当时在场的人,请自己回忆,并向身旁坐着的人讲述我的热忱,以及当时城邦所遭遇的变故和困境,好让大家由此了解,对于你们所吩咐的一切,我是怎样的一个人;而留在本地的人,请静静听我向你们叙述一切,并且在我陈述其中每一项时,由我出示法律、议会和公民大会的决议案以及证词。
§4ἑβδόμῃ γὰρ φθίνοντος μεταγειτνιῶνος μηνὸς ἐπὶ Μόλωνος ἄρχοντος, ἐκκλησίας γενομένης καὶ εἰσαγγελθέντων ὑμῖν πολλῶν καὶ μεγάλων πραγμάτων, ἐψηφίσασθε τὰς ναῦς καθέλκειν τοὺς τριηράρχους· ὧν καὶ ἐγὼ ἦν.
因为在莫隆担任执政官的麦塔格伊特尼昂月下旬第七天(即第二十四天),举行了公民大会,并向你们报告了许多重大紧急的事态,你们决议让三列桨战船装备者下水战船,而我就是其中之一。
καὶ τὸν μὲν καιρὸν τὸν συμβεβηκότα τῇ πόλει τότε οὐκ ἐμὲ δεῖ διεξελθεῖν, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀναμνησθῆναι, ὅτι Τῆνος μὲν καταληφθεῖσα ὑπʼ Ἀλεξάνδρου ἐξηνδραποδίσθη, §5Μιλτοκύθης δὲ ἀφειστήκει ἀπὸ Κότυος καὶ πρέσβεις ἐπεπόμφει περὶ συμμαχίας, βοηθεῖν κελεύων καὶ τὴν Χερρόνησον ἀποδιδούς, Προκοννήσιοι δὲ σύμμαχοι ὄντες ἱκέτευον ὑμᾶς ἐν τῷ δήμῳ βοηθῆσαι αὑτοῖς, λέγοντες ὅτι ὑπὸ Κυζικηνῶν κατέχονται τῷ πολέμῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ μὴ περιιδεῖν ἀπολομένους· §6ὧν ἀκούοντες τότε ὑμεῖς ἐν τῷ δήμῳ αὐτῶν τε λεγόντων καὶ τῶν συναγορευόντων αὐτοῖς, ἔτι δὲ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων περὶ ἔκπλουν ὄντων ἐκ τοῦ Πόντου, καὶ Βυζαντίων καὶ Καλχηδονίων καὶ Κυζικηνῶν καταγόντων τὰ πλοῖα ἕνεκα τῆς ἰδίας χρείας τοῦ σίτου, καὶ ὁρῶντες ἐν τῷ Πειραιεῖ τὸν σῖτον ἐπιτιμώμενον καὶ οὐκ ὄντα ἄφθονον ὠνεῖσθαι, ἐψηφίσασθε τάς τε ναῦς καθέλκειν τοὺς τριηράρχους καὶ παρακομίζειν ἐπὶ τὸ χῶμα, καὶ τοὺς βουλευτὰς καὶ τοὺς δημάρχους καταλόγους ποιεῖσθαι τῶν δημοτῶν καὶ ἀποφέρειν ναύτας, καὶ διὰ τάχους τὸν ἀπόστολον ποιεῖσθαι καὶ βοηθεῖν ἑκασταχοῖ.
当时城邦所面临的危机,并不需要由我来详加叙述,而应由你们自己回忆:提诺斯岛被亚历山大攻占,居民被贩卖为奴,米尔托齐特斯脱离科提斯叛乱,并派来使节请求结盟,请求予以援助,并交还赫尔松涅索斯,至于作为同盟的普罗科涅索斯人,则在公民大会上恳求你们援助他们,声称他们已被基齐库斯人海陆两路包围,请求不要坐视他们灭亡;当时你们在公民大会上,听取了他们自己以及支持他们的人的陈述,此外还听到了正准备驶出黑海的商人和船主们的报告,称拜占庭人、迦克墩人和基齐库斯人为了自身对粮食的需求而扣留船只,并且看到皮拉埃乌斯的粮价上涨,无法买到充足的粮食,于是你们决议让三列桨战船装备者下水战船并驶至码头,议员和区长编制区民名册并呈报水手,且迅速派遣舰队前往各地支援。
καὶ ἐνίκησε τὸ Ἀριστοφῶντος ψήφισμα τουτί.
于是阿利斯托丰的这一决议案获得了通过。
ΨΗΦΙΣΜΑ. §7τοῦ μὲν ψηφίσματος τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί.
[决议案]诸位陪审员,决议案你们已经听过了。
ἐγὼ δʼ ἐπειδή μοι οὐκ ἦλθον οἱ ναῦται οἱ καταλεγέντες ὑπὸ τῶν δημοτῶν, ἀλλʼ ἢ ὀλίγοι καὶ οὗτοι ἀδύνατοι, τούτους μὲν ἀφῆκα, ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ καὶ δανεισάμενος ἀργύριον πρῶτος ἐπληρωσάμην τὴν ναῦν, μισθωσάμενος ναύτας ὡς οἷόν τʼ ἦν ἀρίστους, δωρεὰς καὶ προδόσεις δοὺς ἑκάστῳ αὐτῶν μεγάλας.
然而,当区民登记的水手没有来到我这里,或者只来了少数且无能的人时,我便放走了他们,并抵押了我自己的财产,借入资金,最先装满了我的船,雇佣了尽可能优秀的水手,并向他们每人发放了丰厚的大礼和预付款。
ἔτι δὲ σκεύεσιν ἰδίοις τὴν ναῦν ἅπασι κατεσκεύασα, καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, καὶ κόσμῳ ὡς οἷόν τʼ ἦν κάλλιστα καὶ διαπρεπέστατα τῶν τριηράρχων.
此外,我完全用私人的装备来装备战船,没有拿一件公物,并且在所有三列桨战船装备者中,以尽可能最美丽、最显著的方式装饰了它。
ὑπηρεσίαν τοίνυν ἣν ἐδυνάμην κρατίστην ἐμισθωσάμην.
并且,我雇佣了我所能找到的最好的勤务人员。

词汇与语法注释

  1. §1ὧν — 中性复数属格关系代词,先行词未明示,在文境中实际指代“起诉属私人性质而损害却关乎公众的事物”。
  2. §3παρεχομένου — 现在分词中动态属格,与前文的属格代词 `μου`(`ἀκοῦσαι` 的属格宾语)一致,并与 `διηγουμένου` 并列,表示说话者自己出示法案与证词。
  3. §4ἑβδόμῃ γὰρ φθίνοντος μεταγειτνιῶνος μηνὸς — 雅典历法中下旬日期的表达方式。“下旬第七天”在三十天的月份中,通过从月末倒数,指代该月的第二十四天。
  4. §7ἀλλʼ ἢ — 在否定词后使用的习惯用语,表示例外(“除了……之外”),在此说明除了少数无能的人之外,登记的水手都没有来。

引用这一段

狄摩西尼, 控诉波里克勒斯 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。