§53ἐπειδὴ δʼ οὐκέτι χρεία ἦν αὐτῷ τριήρων, ἐμβιβάσας μοι Λυκῖνον τὸν Παλληνέα ἄρχοντα εἰς τὴν ναῦν, καὶ προστάξας αὐτῷ καθʼ ἡμέραν ἀργύριον διδόναι τοῖς ναύταις, ἀποπλεῖν οἴκαδέ με ἐκέλευεν.
当提摩马克斯不再需要三列桨战船时,他让帕莱内区的官员吕基诺斯登上我的船,并命令他每天给水夫们发钱,然后命令我驾船回家。
ἐπειδὴ τοίνυν καταπλέοντες οἴκαδε ἦμεν ἐν Τενέδῳ, καὶ οὔτε ὁ Λυκῖνος, ᾧ προσέταξεν ὁ Τιμόμαχος, ἐδίδου τοῖς ναύταις σιτηρέσιον (οὐ γὰρ ἔφη ἔχειν, ἀλλʼ ἐκ Μυτιλήνης λήψεσθαι), οἵ τε στρατιῶται εἶχον οὐδὲν ὅτου ἂν ἐπεσιτίσαντο, ἄσιτοι δὲ οὐκ ἂν ἐδύναντο ἐλαύνειν, §54πάλιν παραλαβὼν ἐγὼ μάρτυρας τῶν πολιτῶν, προσελθὼν Πολυκλεῖ τουτῳὶ ἐν Τενέδῳ, ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν ὡς διάδοχον ὄντα, καὶ τὸ ἐπιτριηράρχημα ἀποδιδόναι τοῦ χρόνου οὗ ἐπανήλωσα ὑπὲρ τούτου ἐπιτριηραρχῶν, ἵνα μὴ πρόφασις αὐτῷ γένοιτο ἀπολογίας πρὸς ὑμᾶς, ὡς ἐγὼ διὰ τοῦτο οὐκ ἤθελον αὐτῷ παραδοῦναι τὴν ναῦν φιλοτιμούμενος, ἵνα καταπλεύσαιμι οἴκαδε ἐπὶ νεὼς εὖ πλεούσης καὶ ἐνδειξαίμην ὑμῖν τὰ ἀναλώματα.
因此,当我们在回航途中抵达特内多斯时,提摩马克斯所命令的吕基诺斯既没有给水夫们发放伙食费(因为他说自己没有钱,但要从米蒂利尼获取),士兵们也没有任何可以购买给养的资金,而没有食物他们就无法划船,于是我再次从公民中找来证人,在特内多斯走向这里的波留克勒斯,要求他作为后任者接管这艘船,并偿还我在他的任期内超期履行三列桨战船装备职能所花费的超额费用,免得他向你们辩解时找借口,说我是因为贪图名誉,为了乘坐一艘航行极快的船回国并向你们夸示我的支出,才不肯把船移交给他的。
§55οὐκ ἐθέλοντος δʼ αὐτοῦ παραλαμβάνειν, τῶν δὲ ναυτῶν ἀργύριον αἰτούντων ἵνα ἀγοράσωνται τὰ ἐπιτήδεια, πάλιν αὐτῷ προσέρχομαι μάρτυρας ἔχων, καὶ ἠρώτων αὐτὸν εἰ ἀναπλεύσειεν ἔχων ἀργύριον ὡς διαδεξόμενός μοι τὴν ναῦν, ἢ οὔ.
由于他不愿意接管,而水夫们又要求发钱以便购买生活必需品,我再次带着证人走向他,问他是否带了钱出来以便接替我的船。
ἀποκριναμένου δʼ αὐτοῦ ὅτι ἔχων ἀργύριον ἥκοι, ἐκέλευον αὐτόν μοι δανεῖσαι ὑποθέμενον τὰ σκεύη τῆς νεώς, ἵνʼ ἔχοιμι διαδοῦναι τοῖς ναύταις καὶ κατακομίσαι τὴν ναῦν, ἐπειδὴ οὐ βούλεται παραλαβεῖν διάδοχος ὤν.
当他回答说他带了钱来时,我要求他以船上的属具为抵押借钱给我,以便我能分发给水夫并将船带回国,因为他虽然是后任者却不愿接管。
§56δεομένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδʼ ἀκαρῆ δανείσοι.
在我提出这个请求后,他回答我说,他连一分钱也不会借。
ἐγὼ μὲν οὖν παρὰ ξένων Τενεδίων τοῦ πατρός, Κλεάνακτος καὶ Ἐπηράτου, ἐδανεισάμην καὶ ἔδωκα τοῖς ναύταις τὸ σιτηρέσιον· διὰ γὰρ τὸ Πασίωνος εἶναι καὶ ἐκεῖνον ἐπεξενῶσθαι πολλοῖς καὶ πιστευθῆναι ἐν τῇ Ἑλλάδι οὐκ ἠπόρουν, ὅπου δεηθείην, δανείσασθαι.
因此,我向我父亲在特内多斯的好友克莱阿纳克斯和埃皮拉托斯借了钱,发给水夫们作为伙食费;因为由于我是帕西翁之子,而且他与许多人结为好友并在希腊享有信任,所以我无论在何处需要借钱,都不至于陷入困境。
ὡς οὖν ταῦτα ἀληθῆ πρὸς ὑμᾶς λέγω, τούτων ὑμῖν τὰς μαρτυρίας παρέξομαι.
为了向你们证明我所言属实,我将向你们提供有关这些事实的证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§57ὅσων μὲν τοίνυν ὑμῖν ἐδυνάμην τὰς μαρτυρίας παρασχέσθαι τῶν παραγενομένων, ὡς παρεδίδουν τὴν ναῦν Πολυκλεῖ πολλάκις, οὗτος δὲ οὐκ ἤθελεν παραλαβεῖν, ἀνέγνωκεν ὑμῖν· ἔτι δὲ καὶ ἐκ τεκμηρίων ἱκανῶν δεδήλωκα ὑμῖν, διʼ ὅ τι οὐκ ἤθελεν παραλαβεῖν τὴν ναῦν.
关于我多次向波留克勒斯移交船只而他却不愿接管一事,凡是我能向你们提供的在场人员的证词,书记已经给你们宣读过了;此外,我也通过充分的证据向你们说明了为什么他不愿接管这艘船。
βούλομαι δʼ ὑμῖν καὶ τὸν νόμον ἀναγνωσθῆναι τὸν περὶ τῶν διαδόχων, ἵνʼ εἰδῆτε ἡλίκων τῶν ἐπιτιμίων ὄντων, ἐάν τις μὴ διαδέξηται τὴν ναῦν ἐν τῷ χρόνῳ τῷ εἰρημένῳ, κατεφρόνησεν οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ ὑμῶν καὶ τῶν νόμων.
我还希望给你们宣读关于后任者的法律,以便你们知道,如果有人不在规定时间内接管船只,将会受到多么严重的惩罚,而他不仅藐视我,也藐视了你们和法律。
§58καὶ διὰ μὲν τοῦτον πάντα τῇ πόλει ἄπρακτα γέγονεν καὶ τοῖς συμμάχοις· οὔτε γὰρ ἀφίκετο ἐπὶ τὴν ναῦν κατὰ τὸν νόμον, οὔτʼ ἐπειδὴ ἦλθεν ἠθέλησε διαδέξασθαι·
正因为这个人,国家和盟友的一切事务都被耽误了;因为他既没有依法来到船上,在来临之后也不愿意接替指挥。
ἐγὼ δὲ καὶ τὸν ὑπὲρ ἐμαυτοῦ ὑμῖν χρόνον καὶ τὸν ὑπὲρ τοῦ συντριηράρχου ἐλῃτούργησα, καὶ ἐπειδὴ ἐξῆλθέ μοι ὁ χρόνος τῆς τριηραρχίας, προστάττοντός μοι τοῦ στρατηγοῦ πλεῖν ἐφʼ Ἱερὸν παρέπεμψα τῷ δήμῳ τὸν σῖτον, §59ἵνα ἔχητε ἄφθονον ὠνεῖσθαι καὶ μηδὲν ὑμῖν τὸ κατʼ ἐμὲ ἐλλείπηται, καὶ ἄλλα ὅσα ἢ ἐμοὶ ἢ τῇ τριήρει ἐβουλήθη ὁ στρατηγὸς χρῆσθαι, παρέσχον αὐτῷ, οὐ μόνον τὴν οὐσίαν ἀναλίσκων, ἀλλὰ καὶ τῷ σώματι κινδυνεύων συνεπιπλέων, τῶν οἰκείων μοι πραγμάτων τοιούτων συμβεβηκότων ἐν τῷ τότε καιρῷ, ὥστε ὑμᾶς ἂν ἀκούσαντας ἐλεῆσαι.
但我不仅为我自己的时间,也为我的共同装备者的时间为你们履行了公益服务,而且当我的装备者任期届满时,将军命令我向希隆航行,我为民众护送了谷物,以便你们有充足的谷物可以购买,且在我这方面对你们没有任何亏欠;在将军希望使用我或三列桨战船的其他所有事情上,我都服从了他的调配,不仅耗尽了家产,而且还冒着生命危险随船出航,而当时我的家务正陷入了如此境地,以至于你们听了也会同情我。
§60ἡ μέν γε μήτηρ ἔκαμνε καὶ ἐπιθάνατος ἦν ἐμοῦ ἀποδημοῦντος, ὥστε μὴ δύνασθαι ἔτι αὐτὴν βοηθῆσαι τοῖς ἐμοῖς πράγμασιν ἀνηλωμένοις ἀλλʼ ἢ βραχέα.
因为我不在家的时候,我的母亲病重濒死,以至于她无法再对我那耗尽的家业给予帮助,除了极微薄的援助。
ἑκταῖος γὰρ ἥκων ἐτύγχανον, καὶ ἐκείνη ἰδοῦσά με καὶ προσειποῦσα τὴν ψυχὴν ἀφῆκεν, οὐκέτι τῶν ὄντων κυρία οὖσα ὥστε δοῦναι ὅσα ἐβούλετό μοι.
因为我刚好是在她病重的第六天回来的,她见到了我,对我说了话,然后就断气了,她已经不再拥有对财产的支配权,无法按照她的心愿多给我一些。
πολλάκις δὲ πρότερον μετεπέμπετό με, ἀφικέσθαι δεομένη αὐτόν, εἰ μὴ τῇ τριήρει οἷόν τε εἴη.
在这之前她曾多次派人召见我,哀求我回到她身边,即使无法乘坐三列桨战船回来也无妨。