§46ὡς γὰρ ἐν Θάσῳ διατριβαὶ τοῦ ναυτικοῦ ἐγίγνοντο, ἀφικνεῖται ἐκ Μεθώνης τῆς Μακεδονίας ὑπηρετικὸν εἰς Θάσον ἄγον ἄνδρα καὶ ἐπιστολὰς παρὰ Καλλιστράτου ὡς Τιμόμαχον, ἐν αἷς ἦν, ὡς ὕστερον ἐγὼ ταῦτʼ ἐπυθόμην, ἀποπέμψαι αὐτῷ τριήρη τὴν ἄριστα πλέουσαν, ἵνʼ ἀφίκηται ὡς αὐτόν.
因为当舰队在萨索斯留驻时,一艘联络船从马其顿的梅索内抵达萨索斯,载着一个人以及卡利斯特拉托斯给提摩马克斯的信件。 信中写着(这是我后来才得知的事情),要向他派出一艘航行最快的三列桨战船,以便他能到达他那里。
εὐθὺς οὖν τῇ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ ὁ ὑπηρέτης ἐλθὼν ἐκέλευέ με καλεῖν εἰς τὴν ναῦν τοὺς ναύτας.
于是第二天一拂晓,那名仆人就跑来,命令我召集水夫们登船。
§47ἐπεὶ δὲ πλήρης ἦν, ἀναβαίνει Κάλλιππος ὁ Φίλωνος ὁ Αἰξωνεύς, καὶ φράζει πρὸς τὸν κυβερνήτην τὸν ἐπὶ Μακεδονίας πλοῦν πλεῖν.
当船满员时,艾克索内区的斐隆之子卡利普斯登船,并告诉舵手向马其顿航行。
ἐπειδὴ δὲ ἀφικόμεθα εἰς χωρίον τι ἐν τῇ ἀπαντικρὺ ἠπείρῳ, Θασίων ἐμπόριον, καὶ ἐκβάντες ἠριστοποιούμεθα, προσέρχεταί μοι τῶν ναυτῶν Καλλικλῆς Ἐπιτρέφους Θριάσιος, λέγων ὅτι βούλοιτό μοι διαλεχθῆναι ἐμόν τι πρᾶγμα.
当我们到达对岸大陆的一个地方,即萨索斯人的贸易站,并下船吃午饭时,水夫中一个名叫卡利克勒斯(特里亚区的埃皮特雷斐斯之子)的人走向我,说想和我谈谈关于我个人的某件事情。
κελεύσαντος δέ μου, λέγει ὅτι βούλοιτό μοι χάριν ἀποδοῦναι καθʼ ὅ τι δύναται ὧν αὐτῷ ἀπορηθέντι ἔδωκα·
在我示意他开口后,他说,由于他在陷入困境时我曾给予他帮助,他希望尽其所能向我报恩。
§48σὺ οὖν
, ἔφη,
τὸν πλοῦν τοῦτον οἶσθα ἐφʼ ὅ τι πλεῖς ἢ ποῖ;
““那么,你说,”他说道,“你是否知道这次航行是为了什么目的,或者是去哪里?
ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην,
ἀλλʼ ἐγώ σοι
, ἔφη,
ἐρῶ· δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι.
”当我回答说不知道时,“但是,”他说道,“我要告诉你;因为你听完之后必须做出正确的决定。
μέλλεις γάρ
, ἔφη,
ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ
, ἔφη,
πέπυσμαι τῶν παίδων τῶν Καλλίππου.
因为你即将,”他说道,“运送一个被雅典人两次判处死刑的流亡者,即卡利斯特拉托斯,从梅索内送到萨索斯,去他的姻亲提摩马克斯那里,这,”他说道,“是我从卡利普斯的仆人们那里听说的。
σὺ οὖν, ἐὰν σωφρονῇς, οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν· οὐ γὰρ ἐῶσιν οἱ νόμοι
.
如果你明智的话,你就绝不能允许任何流亡者登船;因为法律是不允许的。
§49ἀκούσας δʼ ἐγὼ ταῦτα τοῦ Καλλικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα.
”” 我听了卡利克勒斯的这番话后,走向卡利普斯,问他这次航行是要去哪里,又是为了谁。
διαχλευάσαντος δʼ αὐτοῦ με καὶ ἀπειλήσαντος ἃ οὐδʼ ἂν ὑμεῖς ἀγνοήσαιτε (τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω αὐτῷ ὅτι
ἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον.
在我对我百般嘲弄并发出连你们也能想象得出的威胁之后(因为你们并非不了解卡利普斯的为人),我对他说道:“我听说你是去接卡利斯特拉托斯。
ἐγὼ οὖν τῶν φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπʼ αὐτόν· οἱ γὰρ νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα, ἢ ἐν τοῖς αὐτοῖς κελεύουσιν ἐνέχεσθαι τὸν ὑποδεχόμενον τοὺς φεύγοντας.
因此,我绝不会运送任何流亡者,也不会为了他而航行;因为法律不准许任何人收容流亡者,否则法律规定收容流亡者的人将受到同等的处罚。
ἀποπλεύσομαι οὖν πάλιν ὡς τὸν στρατηγὸν εἰς Θάσον.
因此,我要起航回到萨索斯的将军那里。
§50καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυβερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον.
” 当水夫们登船后,我告诉舵手起航回萨索斯。
ἀντιλέγοντος δὲ τοῦ Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ προσέταξεν ὁ στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος ὁ κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύθυνος, καὶ τὸν μισθὸν παρʼ ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν.
卡利普斯对此表示反对,并命令舵手向马其顿航行(即将军所指示的地方),但舵手波塞迪波斯回答他说,我是这艘船的三列桨战船装备者并承担责任,而且他是从我这里领取薪水的;因此他将航行到我所命令的地方,即去萨索斯找将军。
§51ἀφικομένων δʼ ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με ὁ Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους.
第二天我们抵达萨索斯时,提摩马克斯从他落脚的城墙外派人召见我。
φοβούμενος δʼ ἐγὼ μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι διαλέγεσθαι, ἐν τῇ ἀγορᾷ ἔσομαι, τὸν δὲ παῖδα συμπέμπω αὐτῷ, ἵνʼ εἴ τί μοι προστάττοι, ἀκούσας ἀπαγγείλαι μοι.
但我担心由于受到卡利普斯的诬陷而遭到拘禁,便没有亲自前去,而是告诉他的仆人说,如果将军想和我谈谈,我将在广场上等候;同时我让我的男仆随他一同前去,以便将军若对我有什么命令,他能听取并向我汇报。
§52διὰ μὲν ταύτας τὰς αἰτίας, ὦ ἄνδρες δικασταί, ἃς εἴρηκα πρὸς ὑμᾶς, ὁ Τιμόμαχος οὐκ ἠνάγκαζε παραλαμβάνειν τοῦτον τὴν ναῦν, ἔτι δὲ καὶ βουλόμενος αὐτὸς χρῆσθαι τῇ νηὶ ὡς ἄριστα πλεούσῃ.
陪审员们,正是因为我向你们讲述的这些原因,提摩马克斯才没有强制此人接管这艘船,而且还因为他自己也想使用这艘航行最快的战船。
τὴν μὲν γὰρ Θρασυλόχου τοῦ Ἀναγυρασίου τριήρη, ἐφʼ ἧς αὐτὸς ἔπλει, τὸν Θρασύλοχον τῷ Καλλίππῳ μισθῶσαι τὴν τριηραρχίαν ἔπεισεν, ἵνʼ αὐτοκράτωρ ὢν ὁ Κάλλιππος τῆς νεὼς ἄγοι τὸν Καλλίστρατον· αὐτὸς δʼ ἀναβὰς ἐπὶ τὴν ἐμὴν ναῦν περιέπλει πανταχοῖ, ἕως ἀφίκετο εἰς Ἑλλήσποντον.
因为对于他自己原先乘坐的阿纳吉鲁斯区斯拉叙洛科斯的那艘三列桨战船,他设法说服了斯拉叙洛科斯将三列桨战船装备权租赁给卡利普斯,以便让拥有对该船绝对支配权的卡利普斯去接运卡利斯特拉托斯;而他自己则登上了我的船,四处巡航,直到抵达赫勒斯滂。