§61ἡ δὲ γυνή, ἣν ἐγὼ περὶ πλείστου ποιοῦμαι, ἀσθενῶς διέκειτο πολὺν χρόνον ἐν τῇ ἐμῇ ἀποδημίᾳ· τὰ δὲ παιδία μικρά, ἡ δὲ οὐσία ὑπόχρεως·
而我最珍视的妻子,在我外出的很长一段时间里身体一直虚弱;孩子们还年幼,家产也债台高筑。
ἡ δὲ γῆ οὐχ ὅπως τινὰ καρπὸν ἤνεγκεν, ἀλλὰ καὶ τὸ ὕδωρ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ, ὡς πάντες ἴστε, ἐκ τῶν φρεάτων ἐπέλιπεν, ὥστε μηδὲ λάχανον γενέσθαι ἐν τῷ κήπῳ·
土地不仅没有带来任何收成,而且正如大家所知道的那样,那一年的井水也枯竭了,以至于园子里连蔬菜也长不出来。
οἱ δὲ δεδανεικότες ἧκον ἐπὶ τοὺς τόκους, ἐπειδὴ ὁ ἐνιαυτὸς ἐξῆλθεν, εἰ μή τις ἀποδοίη αὐτοῖς κατὰ τὰς συγγραφάς.
由于一年期限已满,如果有人不按照契约向他们偿还,债权人们便纷纷前来索要利息。
§62ὧν ἀκούοντά με καὶ παρὰ τῶν ἀφικνουμένων λόγῳ, τὰ δὲ καὶ διʼ ἐπιστολῶν παρὰ τῶν οἰκείων, τίνα με οἴεσθε ψυχὴν ἔχειν ἢ πόσα δάκρυα ἀφιέναι, τὰ μὲν ἐκλογιζόμενον περὶ τῶν παρόντων, τὰ δὲ καὶ ποθοῦντα ἰδεῖν παιδία καὶ γυναῖκα καὶ μητέρα, ἣν ἐγὼ οὐ πολλὰς ἐλπίδας εἶχον ζῶσαν καταλήψεσθαι;
当我从抵达的人口中听到这些,也从家人的来信中得知这些时,你们认为我怀着怎样的心情,又流了多少眼泪呢? 我一边盘算着眼前的困境,一边又渴望见到我的孩子们、妻子和母亲——我本没有太多希望能在她活着的时候赶回。
ὧν τί ἥδιόν ἐστιν ἀνθρώπῳ, ἢ τοῦ ἕνεκʼ ἄν τις εὔξαιτο τούτων στερηθεὶς ζῆν.
对一个人来说,还有什么比这些更甜蜜的呢? 或者,如果失去了这些,谁还会祈求活下去呢?
§63τοιούτων τοίνυν μοι συμβεβηκότων τῶν πραγμάτων, οὐ περὶ πλείονος ἐποιησάμην τὰ ἐμαυτοῦ ἴδια ἢ τὰ ὑμέτερα, ἀλλʼ ἡγούμην δεῖν καὶ χρημάτων ἀναλισκομένων κρείττων εἶναι καὶ τῶν οἴκοι ἀμελουμένων καὶ γυναικὸς καὶ μητρὸς νοσούσης, ὥστε μήτε τὴν τάξιν αἰτιᾶσθαί μέ τινα λιπεῖν μήτε τὴν τριήρη τῇ πόλει ἄχρηστον γενέσθαι.
尽管我遭遇了如此的处境,但我并没有把自己的私事看得比你们的公事更重要,而是认为,即使要耗费资金、荒废家务,即使妻子和母亲都在病中,我也应该克服这些,免得有人指责我擅离职守,也免得三列桨战船对国家变得毫无用处。
§64ἀνθʼ ὧν ἁπάντων νῦν ὑμῶν δέομαι, ὥσπερ ἐγὼ ὑμῖν εὔτακτον καὶ χρήσιμον ἐμαυτὸν παρέσχον, οὕτω καὶ ὑμᾶς νυνὶ περὶ ἐμοῦ πρόνοιαν ποιησαμένους, καὶ ἀναμνησθέντας ἁπάντων ὧν τε διηγησάμην πρὸς ὑμᾶς, τῶν τε μαρτυριῶν ὧν παρεσχόμην καὶ τῶν ψηφισμάτων, βοηθῆσαι μὲν ἐμοὶ ἀδικουμένῳ, τιμωρήσασθαι δʼ ὑπὲρ ὑμῶν αὐτῶν, εἰσπρᾶξαι δὲ τὰ ὑπὲρ τούτου ἀνηλωμένα.
作为这一切的回报,我现在恳求你们,正如我向你们证明了自己是守秩序且有用的人一样,你们现在也应当对我予以关怀,并记住我向你们讲述的一切,以及我所提供的证词和法令,援助受了委屈的我,为你们自己伸张正義,并收回为这个人所花费的资金。
ἢ τίς ἐθελήσει φιλοτιμεῖσθαι πρὸς ὑμᾶς, ὅταν ὁρῶσι μήτε τοῖς χρηστοῖς καὶ εὐτάκτοις χάριν οὖσαν, μήτε τοῖς πονηροῖς καὶ ἀκοσμοῦσιν τιμωρίαν παρʼ ὑμῶν.
否则,当人们看到对善良守序的人没有感激,而对邪恶无序的人也没有来自你们的惩罚时,谁还会愿意向你们展现热忱呢?
§65ἀναγνώσεται δὲ καὶ τὸν νόμον ὑμῖν καὶ τὰ ἀναλώματα τοῦ χρόνου οὗ ἐπετριηράρχησα ὑπὲρ τούτου, καθʼ ἕκαστον, καὶ τοὺς λιπόνεως, ὅσον ἕκαστος ἔχων ἀργύριον ἀπέδρα καὶ ὅπου, ἵνα εἰδῆτε ὅτι οὔτε νῦν πρὸς ὑμᾶς ψεῦδος οὐδὲν λέγω οὔτε ἐν τῷ πρόσθεν χρόνῳ, ἡγοῦμαί τε δεῖν τὸν μὲν ὑπὸ τῶν νόμων χρόνον ὡρισμένον ἀμέμπτως ὑμῖν λῃτουργεῖν, τοὺς δὲ καταφρονοῦντας καὶ ὑμῶν καὶ τῶν νόμων καὶ οὐκ ἐθέλοντας πείθεσθαι τοῖς νόμοις ἐξελέγξας ἀδικοῦντας ἐν ὑμῖν τιμωρήσασθαι.
书记将向你们宣读法律,以及我替代他超期履行三列桨战船装备者职务期间的各项支出明细,还有那些逃亡的水手,说明每个人带了多少钱逃到了哪里。 这是为了让你们知道,我不仅现在对你们没有说任何谎话,过去也是如此;并且我认为,在法律规定的时间内毫无瑕疵地为你们履行公益服务是应当的,而对于那些藐视你们和法律、不愿服从法律的人,在证实其罪行后,在你们当中予以惩罚也是理所当然的。
§66εὖ δʼ ἴστε ὅτι οὐ περὶ τῶν ἐμῶν ἰδίων μᾶλλον τιμωρήσεσθε Πολυκλέα ἢ οὐχ ὑπὲρ ὑμῶν αὐτῶν, οὐδὲ περὶ τῶν παρεληλυθότων τριηράρχων ἐπιμέλειαν ποιήσεσθε μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων πρόνοιαν, ὥστε μήτε τοὺς λῃτουργοῦντας ἀθυμεῖν, μήτε τοὺς διαδόχους καταφρονεῖν τῶν νόμων, ἀλλʼ ἀπιέναι ἐπὶ τὰς ναῦς, ὅταν κατασταθῶσιν.
你们应该清楚,你们惩罚波留克勒斯与其说是为了我的私事,不如说是为了你们自己,你们不仅是在对过去的三列桨战船装备者表示关切,也是在为未来的装备者做长远考虑,从而使履行公益服务的人不至于气馁,后任者也不至于藐视法律,而是在被任命时便前往船只。
ἃ προσήκει ὑμᾶς ἐνθυμηθέντας ὀρθῶς καὶ δικαίως διαγνῶναι περὶ ἁπάντων.
你们理应在深思这些事情后,对一切做出正确和公正的裁决。
§67ἡδέως δʼ ἂν ὑμῶν πυθοίμην, ὦ ἄνδρες δικασταί, τίνʼ ἄν ποτε γνώμην περὶ ἐμοῦ εἴχετε, εἰ τοῦ τε χρόνου ἐξήκοντος καὶ τούτου μὴ ἥκοντος ἐπὶ τὴν ναῦν μὴ ἐπετριηράρχησα κελεύοντος τοῦ στρατηγοῦ, ἀλλὰ πλέων ᾠχόμην.
诸位陪审员,我倒想问问你们,如果当期限已满而这个人没有来到船上时,我没有按照将军的命令超期履行装备者职务,而是驾船离去,你们对我会有怎样的看法呢?
ἆρʼ οὐκ ἂν ὠργίζεσθέ μοι καὶ ἡγεῖσθε ἂν ἀδικεῖν;
难道你们不会对我发怒,并认为我在犯错吗?
εἰ τοίνυν ἂν ἐμοὶ τότε ὠργίζεσθε, ὅτι οὐκ ἐπετριηράρχησα, πῶς οὐχὶ νῦν προσήκει ὑμᾶς τοῦτον εἰσπρᾶξαί μοι τὰ ἀναλώματα, ἃ ἐγὼ ὑπὲρ τούτου ἀνήλωσα, τὸν οὐ διαδεξάμενον τὴν ναῦν.
那么,如果你们当时会因为我没有超期履行职务而对我发怒,现在为什么不应当替我向这个没有接管船只的人追讨我为他所垫付的支出呢?
§68ὅτι δʼ οὐκ ἐμοὶ μόνῳ οὐ διεδέξατο τὴν ναῦν, ἀλλὰ καὶ πρότερον Εὐριπίδῃ συντριήραρχος ὢν καὶ συνθηκῶν οὐσῶν αὐτοῖς τοὺς ἓξ μῆνας ἑκάτερον πλεῖν, ἐπειδὴ Εὐριπίδης ἐξέπλευσεν καὶ ὁ χρόνος ἐξῆκεν, οὐ διεδέξατο τὴν ναῦν αὐτῷ, ἀναγνώσεται τὴν μαρτυρίαν.
而且,他不仅是对我没有接管船只,以前他与欧里庇得斯共同担任三列桨战船装备者时,在他们有协议规定每人航行六个月的情况下,当欧里庇得斯出海且期限届满时,他也没有向他接管船只。
ΜΑΡΤΥΡΙΑ.
书记将宣读证词。 证词。