Humanitext Reader

狄摩西尼 · 控诉波里克勒斯 §22-28

马罗尼亚的困境与波吕克列斯拒绝交接

第 4 段,共 9 段 · 希腊语

内容简介

叙述者描述了舰队在马罗尼亚面临风暴与敌人的严酷境遇,并详细说明了他的朋友们如何敦促波吕克列斯接任三列桨战船公役,却只换来对方的冷嘲热讽。

§22παραταξαμένων δὲ Μαρωνιτῶν ἡμῖν ταῖς ναυσὶν ὑπὲρ τοῦ χωρίου τούτου καὶ μελλόντων ναυμαχήσειν, καὶ τῶν στρατιωτῶν ἀπειρηκότων, πλοῦν πολὺν πεπλευκότων καὶ πλοῖα ἑλκόντων ἐκ Θάσου εἰς Στρύμην, ἔτι δὲ χειμῶνος ὄντος καὶ τοῦ χωρίου ἀλιμένου, καὶ ἐκβῆναι οὐκ ὂν οὐδὲ δειπνοποιήσασθαι πολεμίας τῆς χώρας οὔσης καὶ περικαθημένων κύκλῳ τὸ τεῖχος καὶ ξένων μισθοφόρων καὶ βαρβάρων προσοίκων, ἀναγκαῖον ἦν ἐπʼ ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους, ἀσίτους καὶ ἀγρύπνους, φυλαττομένους μὴ τῆς νυκτὸς ἡμῖν ἐπιθῶνται αἱ Μαρωνιτῶν τριήρεις.
由于马罗尼亚人为了争夺该地而对我们的船只列阵并准备进行海战,且兵士们因从萨索斯向斯特黎美进行了长途航行并拖曳船只而疲惫不堪,加之当时仍是冬季,该地又无港口,且由于该地是敌国领土,城墙周围被雇佣兵和邻近的蛮族包围,因而既无法上陆也无法进餐,我们不得不整夜在公海上悬锚漂泊,在饥饿与无眠中警惕着马罗尼亚人的三列桨战船在夜间袭击我们。
§23ἔτι δὲ συνέβη τῆς νυκτὸς ὥρᾳ ἔτους ὕδωρ καὶ βροντὰς καὶ ἄνεμον μέγαν γενέσθαι (ὑπʼ αὐτὰς γὰρ Πλειάδων δύσεις οἱ χρόνοι οὗτοι ἦσαν), ἐξ ὧν τίνα οὐκ οἴεσθε, ὦ ἄνδρες δικασταί, τοῖς στρατιώταις ἀθυμίαν ἐμπεσεῖν;
更糟的是,夜间在那个季节(因为这时正值昴星团下落的时期)发生了暴风雨和雷鸣,你们认为,法官先生们,这会让兵士们陷入怎样极大的沮丧之中?
πόσην δέ μοι μετὰ ταῦτα ἀπόλειψιν γενέσθαι πάλιν, τῶν ἀρχαίων ναυτῶν ταλαιπωρουμένων μὲν πολλά, ὠφελουμένων δὲ βραχέα, ὅσα ἐγὼ δυναίμην ἑκάστῳ δανειζόμενος ἐπαρκέσαι πρὸς ᾧ πρότερον εἶχον παρʼ ἐμοῦ, ἐπεὶ ὅ γε στρατηγὸς οὐδὲ τὸ ἐφʼ ἡμέραν αὐτοῖς τροφὴν διαρκῆ ἐδίδου.
此后,你们认为我又遭遇了多么严重的逃兵情况? 因为老水手们承受了许多痛苦,却只得到很少的益处,仅仅是我通过借贷能给予每个人的微薄援助,而这还是在他们此前已从我这里得到的东西之外,因为将军甚至连让他们维持一天的充足口粮都不给。
καὶ ἤδη τρεῖς μῆνες ἐπετετριηράρχηντό μοι, καὶ οὐδέπω οὗτος ἧκεν ἐπὶ τὴν ναῦν, ἀλλʼ ἐμισθούμην ναύτας ἀντὶ τῶν ἀπολιπόντων, δανειζόμενος ἀργύριον.
此时我已经超期服役了三个月的三列桨战船装备者,而此人仍未到船上,我只能通过借钱来雇佣水手以代替那些逃跑的人。
§24μόνῳ τοίνυν τούτῳ τῶν ἄλλων διαδόχων οὐκ ἔστι πρόφασις ὑπολειπομένη, διʼ ὅ τι οὐ πάλαι ἧκεν ἐπὶ τὴν ναῦν.
因此,在所有其他后任者中,唯独此人没有任何借口来解释他为何不早早来到船上。
ὁ γὰρ Εὐκτήμων ὁ πεντηκόνταρχος, ὡς ἐκ τοῦ Ἑλλησπόντου ἀπεστάλη οἴκαδε ἀσθενήσας, ἐπειδὴ κατέπλευσε καὶ ἤκουσε τοῦτον ἐμοὶ διάδοχον καθεστηκότα, εἰδὼς τόν τε χρόνον ἐξήκοντά μοι τῆς τριηραρχίας καὶ ἤδη ἐπιτριηραρχοῦντά με, παραλαβὼν Δεινίαν τὸν κηδεστὴν τὸν ἐμὸν προσέρχεται αὐτῷ ἐν τῷ δείγματι, καὶ ἐκέλευεν αὐτὸν ὡς τάχιστα ἐπὶ τὴν ναῦν ἀποπλεῖν, ὡς τῶν ἀναλωμάτων πολλῶν ὄντων ἃ καθʼ ἡμέραν ἑκάστην πρὸς τῷ παρὰ τοῦ στρατηγοῦ σιτηρεσίῳ εἰς τὴν ναῦν διδομένῳ ἀνηλίσκετο,
因为五十人队长欧克特蒙因病从赫勒斯滂被送回家后,在他返航并听说此人已被指定为我的后任者时,他知道我的三列桨战船装备期限已满且我已在超期服役,便带着我的岳父戴尼亚斯在戴格玛找到此人,督促他尽快乘船出发,因为除了将军给船只发放的伙食津贴外,每天花在船上的开销非常巨大。
§25καθʼ ἕκαστον αὐτῷ διεξιὼν τούς τε μισθοὺς τοὺς τῇ ὑπηρεσίᾳ καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα διδομένους, τοῖς τε ναύταις οὓς αὐτὸς ἐκ τῆς Λαμψάκου ἐμισθώσατο, καὶ τοῖς ὕστερον ἐπεμβᾶσιν ἀντὶ τῶν ἀπολιπόντων, ἔτι δὲ ὃ τῶν ἀρχαίων ναυτῶν ἑκάστῳ προσέθηκα δεηθέντι, ἐπειδή μοι ὁ χρόνος ἐξῆκε τῆς τριηραρχίας, καὶ τἄλλα ὅσα ἦν τὰ καθʼ ἡμέραν ἑκάστην ἀναλισκόμενα εἰς τὴν ναῦν, οὐκ ἀπείρως ἔχων· διὰ γὰρ ἐκείνου πεντηκονταρχοῦντος καὶ ἠγοράζετο καὶ ἀνηλίσκετο.
欧克特蒙对此并非毫无经验,他向他逐一详细说明了每月给高级船员和甲板兵发放的薪水,以及他自己从兰普萨科斯雇佣的水手、后来代替逃兵登船的人的薪水,还有在我的期限届满后我应要求给老水手每个人追加的补贴,以及其他每天花在船上的开销;因为在他担任五十人队长期间,一切都是由他经手采购和支出的。
§26καὶ περὶ τῶν σκευῶν ἔφραζεν αὐτῷ ὅτι ἴδια ἔχοιμι καὶ δημόσιον οὐδέν· ὡς οὖν , ἔφη, πείσων ἐκεῖνον διανοοῦ, ἢ σκεύη ἔχων σαυτῷ ἀνάπλει.
关于船具,欧克特蒙也告诉他,我所拥有的都是私人财产,没有任何属于公家的物品;他说:“因此,你若非打算去说服他,就是自己带着船具出航。
οἶμαι δέ σοι , ἔφη, αὐτὸν οὐδὲν διοίσεσθαι· ὀφείλει γὰρ ἀργύριον ἐκεῖ, ὃ διαλῦσαι βουλήσεται ἐκ τῆς τιμῆς τῶν σκευῶν.
但我认为,”他说,“他根本不会跟你有争议;因为他在那里欠了钱,他会希望用船具的价款来偿还。
ἀκούσας δὲ οὗτος ταῦτα τοῦ τʼ Εὐκτήμονος καὶ τοῦ Δεινίου τοῦ κηδεστοῦ τοῦ ἐμοῦ, περὶ μὲν ὧν ἔλεγον αὐτῷ οὐδὲν αὐτοῖς ἀποκρίνεται, γελάσαντα δὲ ἔφασαν αὐτὸν εἰπεῖν ἄρτι μῦς πίττης γεύεται· ἐβούλετο γὰρ Ἀθηναῖος εἶναι .
”此人从欧克特蒙和我的岳父戴尼亚斯那里听到这些后,对他们所说的话未作任何答复,但他们说他笑着说:“现在耗子尝到沥青的滋味了;因为他过去想做雅典人呢。
§27ἐπειδὴ τοίνυν τοῦ Εὐκτήμονος καὶ τοῦ Δεινίου ἀκούσας οὐδὲν ἐφρόντιζεν, πάλιν αὐτῷ προσέρχονται ὕστερον Πυθόδωρός τε ὁ Ἀχαρνεὺς καὶ Ἀπολλόδωρος ὁ Λευκονοεύς, ἐπιτήδειοι ὄντες ἐμοὶ καὶ φίλοι, καὶ ἐκέλευον αὐτὸν ἐπί τε τὴν ναῦν ἀπιέναι ὡς διάδοχον ὄντα, καὶ περὶ τῶν σκευῶν ἔφραζον αὐτῷ, ὅτι ἴδια ἔχοιμι ἅπαντα καὶ δημόσιον οὐδέν·
” 既然他在听了欧克特蒙和戴尼亚斯的话后毫不理会,后来,我的密友和朋友阿哈奈区的皮托多罗斯和雷乌科诺翁区的阿波罗多罗斯再次去找他,敦促他作为后任者前往船上,并告诉他关于船具的事,说我所有的船具全都是私人的,没有任何属于公家的。
§28εἰ μὲν οὖν ἐκείνοις ἐθέλεις χρῆσθαι, κατάλιπε ἔφασαν ἀργύριον αὐτοῦ, καὶ μὴ διακινδύνευε ἐκεῖσε ἄγων , ἵνα λύσωνταί μοι τὸ χωρίον, ἀποδόντες Ἀρχένεῳ καὶ Θρασυλόχῳ τὰς τριάκοντα μνᾶς.
他们说:“如果你想使用那些船具,就把钱留在这里,不要冒着运送其他船具到那里的风险,以便他们通过向阿克内欧斯和色拉叙洛霍斯偿还三十米纳,来帮他赎回那块土地。
περὶ δὲ ἀποτριβῆς τῶν σκευῶν, ἤθελον αὐτῷ γράμματα γράφειν, καὶ ἐγγυηταὶ αὐτοὶ γίγνεσθαι ὑπὲρ ἐμοῦ ἦ μὴν ἔσεσθαι αὐτῷ ὅ τι ἂν καὶ τοῖς ἄλλοις τριηράρχοις πρὸς τοὺς διαδόχους ᾖ.
”关于船具的损耗,他们愿意与他订立书面协议,并亲自为我作保,保证其他三列桨战船装备者对后任者享有什么待遇,他也必将享有。
ὡς οὖν πάντα ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
为了证明我所说的这些都是真话,他将向你们宣读这些人的证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词。

词汇与语法注释

  1. 22ἐκβῆναι οὐκ ὂν — 非人称动词 ἔξεστι(可以)的中性单数宾格分词(οὐκ 别)被用作宾格独立结构(accusative absolute),表示“由于无法上陆”(原因或环境)。
  2. 23ἐξ ὧν τίνα οὐκ οἴεσθε ... ἀθυμίαν ἐμπεσεῖν; — 主动词为 οἴεσθε,宾格疑问代词 τίνα 修饰宾格名词 ἀθυμίαν,与不定式 ἐμπεσεῖν 共同构成“宾格加不定式”(A.C.I.)结构。这是一个带有双重否定的修辞性问句:“因这些事,你们认为有什么样的沮丧不曾落到士兵们身上呢?”
  3. 26ἄρτι μῦς πίττης γεύεται — 希腊谚语,意为“耗子现在才尝到沥青的滋味”,比喻某人因尝试超出自身能力或过于奢华的事物而首次遭受挫折。波吕克列斯以此嘲讽身为归化市民之子的阿波罗多罗斯,在沉重的三列桨战船公役重担下挣扎。
  4. 26αὐτὸν οὐδὲν διοίσεσθαι — 动词 διαφέρομαι 的将来中动/异态不定式,在此处意为“不同意”或“争执”。中性宾格 οὐδέν 用作副词(意为“毫不”),整句意为“他绝不会与你发生争执”。
  5. 28ἵνα λύσωνταί μοι τὸ χωρίον — 虚拟式中动人称 λύσωνται(赎回)的主语是“他们”(皮托多罗斯与阿波罗多罗斯),而与格 μοι(为我)指阿波罗多罗斯。此句描述了朋友们将使用留在雅典的资金来帮阿波罗多罗斯赎回抵押土地的交易过程。

引用这一段

狄摩西尼, 控诉波里克勒斯 §22-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:22-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。