Humanitext Reader

狄摩西尼 · 控诉提摩太 §18-25

仲裁程序的始末与因客来访的新借款

第 3 段,共 9 段 · 希腊语

内容简介

原告详细讲述了围绕其父亲替提摩太代偿债务的仲裁过程,以及此后阿凯塔斯和亚森来访时,他父亲进一步借给提摩太物资和一明那银子的经过。

§18καὶ ταῦτα ὅτι ἀληθῆ ἐστιν, τὸν δόντα τὸ ἀργύριον Φορμίωνα ὑμῖν μάρτυρα παρέξομαι, ἐπειδὰν καὶ περὶ τοῦ ἄλλου συμβολαίου διηγήσωμαι ὑμῖν, ἵνα τῇ αὐτῇ μαρτυρίᾳ περὶ ὅλου τοῦ χρέως ἀκούσαντες εἰδῆτε ὅτι ἀληθῆ λέγω.
为了证明这些话是真实的,在我也向你们讲述了关于另一笔交易之后,我将向你们提供付钱的波尔米翁作为证人,以便你们通过同样的证言了解整个债务,并知道我所言不虚。
καλῶ δʼ ὑμῖν καὶ τὸν Ἀντιφάνην τὸν δανείσαντα τὸ ἀργύριον τούτῳ, τὰς χιλίας δραχμάς, ἐν Καλαυρείᾳ, καὶ παρόντα ὅτε ἀπέλαβε Φίλιππος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐνθάδε.
我还为你们传唤在卡劳里亚借给此人一千德拉克马的安提法内斯,他当时也在场,目睹了菲利普斯在这里从我父亲那里收回这笔钱。
§19τοῦ μὲν γὰρ μαρτυρίαν με ἐμβαλέσθαι πρὸς τὸν διαιτητὴν παρεκρούσατο, φάσκων ἀεί μοι μαρτυρήσειν εἰς τὴν κυρίαν· ἐπειδὴ δὲ ἡ δίαιτα ἦν, προσκληθεὶς ἀπὸ τῆς οἰκίας (οὐ γὰρ ἦν φανερός), ἔλιπε τὴν μαρτυρίαν πεισθεὶς ὑπὸ τούτου.
因为在向仲裁人提交他的证言一事上,他欺骗了我,总是说他会在正式审判中为我作证;但是当进行仲裁时,尽管有人从他家里传唤他(因为他没有公开露面),他却因受到此人的说服而没有出庭作证。
τιθέντος δέ μου αὐτῷ τὴν δραχμὴν τοῦ λιπομαρτυρίου κατὰ τὸν νόμον, ὁ διαιτητὴς οὐ κατεδιῄτα, ἀλλʼ ἀπιὼν ᾤχετο ἀποδιαιτήσας τούτου τὴν δίαιταν, ἑσπέρας ἤδη οὔσης.
尽管我根据法律为他未出庭作证而支付了一德拉克马的罚金,但仲裁人并没有判定他败诉,而是径自离去,判定此人胜诉,因为当时已经是傍晚了。
§20νυνὶ δὲ τῷ Ἀντιφάνει εἴληχα βλάβης ἰδίαν δίκην, ὅτι μοι οὔτʼ ἐμαρτύρησεν οὔτʼ ἐξωμόσατο κατὰ τὸν νόμον.
但现在,我已经对安提法内斯提起了一项私人的损害赔偿诉讼,因为他既没有根据法律为我作证,也没有依法宣誓免除作证义务。
καὶ ἀξιῶ αὐτὸν ἀναβάντα εἰπεῖν ἐναντίον ὑμῶν διομοσάμενον, πρῶτον μὲν εἰ ἐδάνεισε Τιμοθέῳ ἐν Καλαυρείᾳ χιλίας δραχμάς, δεύτερον δʼ εἰ παρὰ τοῦ πατρὸς Φίλιππος ἀπέλαβεν ἐνθάδε τοῦτο τὸ ἀργύριον.
我要求他走上台来,在你们面前宣誓说清楚:第一,他是否在卡劳里亚借给了提摩太一千德拉克马;第二,菲利普斯是否在这里从我父亲那里收到了这笔钱。
§21σχεδὸν μὲν οὖν καὶ αὐτὸς οὗτος ὡμολόγει πρὸς τῷ διαιτητῇ ἀποδοῦναι τῷ Φιλίππῳ τὸν πατέρα τὸν ἐμὸν τὰς χιλίας δραχμάς, οὐ μέντοι αὑτῷ γέ φησιν δανεῖσαι, ἀλλὰ τῷ Βοιωτίῳ ναυάρχῳ, καὶ ὑποθεῖναί φησιν αὐτὸν τούτου τοῦ ἀργυρίου χαλκόν.
事实上,甚至连此人自己也在仲裁人面前几乎承认我父亲向菲利普斯支付了一千德拉克马,但他却说我父亲不是借给他,而是借给波奥蒂亚人的舰队指挥官,并说他为这笔钱提供了铜器作为抵押。
ὡς δὲ οὐκ ἀληθῆ ἔλεγεν, ἀλλʼ αὐτὸς δανεισάμενος ἀποστερεῖ, ἐγὼ ὑμᾶς διδάξω, ἐπειδὰν καὶ περὶ τῶν ἄλλων ὧν ὀφείλει καθʼ ἕκαστον ὑμῖν διηγήσωμαι.
但是,对于他所说非实、而是自己借了钱却企图赖账这一点,我将在向你们详细讲述了他所欠的其他债务之后,予以证明。
§22ἀφικομένου γὰρ Ἀλκέτου καὶ Ἰάσονος ὡς τοῦτον ἐν τῷ μαιμακτηριῶνι μηνὶ τῷ ἐπʼ Ἀστείου ἄρχοντος ἐπὶ τὸν ἀγῶνα τὸν τούτου, βοηθησόντων αὐτῷ, καὶ καταγομένων εἰς τὴν οἰκίαν τὴν ἐν Πειραιεῖ τὴν ἐν τῇ Ἱπποδαμείᾳ ἑσπέρας ἤδη οὔσης, ἀπορούμενος ὑποδέξασθαι αὐτούς, πέμψας ὡς τὸν πατέρα τὸν ἐμὸν Αἰσχρίωνα τὸν ἀκόλουθον τὸν αὑτοῦ, ἐκέλευσεν αἰτήσασθαι στρώματα καὶ ἱμάτια καὶ φιάλας ἀργυρᾶς δύο, καὶ μνᾶν ἀργυρίου δανείσασθαι.
因为当阿凯塔斯和亚森在阿斯泰乌斯担任执政官的那年迈马克特里翁月来到他这里,为了他的审判而帮助他,并在傍晚时分下榻于皮埃纽斯希波达米亚的住所时,他因无力款待他们,便派他的随从埃斯克里翁找到我的父亲,命令他请求借用被褥、斗篷和两个银杯,并借一明那银子。
§23ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς τοῦ Αἰσχρίωνος τοῦ ἀκολούθου τοῦ τούτου τούς τε ἀφιγμένους καὶ τὴν χρείαν εἰς ἣν ᾐτεῖτο, ἐφʼ ἅ τε ἦλθεν ἔχρησεν, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου, ἣν ἐδανείζετο, ἐδάνεισεν.
我父亲从他的随从埃斯克里翁那里听说了来访的人们以及他提出请求的需要,便借出了他前来索取的东西,也借出了他想借的一明那银子。
ἀπολελυμένῳ τοίνυν τῆς αἰτίας πολλὴ συνέβαινεν αὐτῷ μετὰ ταῦτα χρημάτων ἀπορία εἴς τε τὰς ἰδίας χρείας καὶ εἰς τὰς δημοσίας εἰσφοράς, ἃ ὁρῶν ὁ πατὴρ ὁ ἐμὸς οὐκ ἐτόλμα τοῦτον εὐθὺς ἀπαιτεῖν τὸ ἀργύριον·
此后,在他被免除指控后,他在私人的债务和公共税款方面都陷入了极大的资金困境。
§24οὔτε γὰρ ἂν τοῦτον εὐπορήσανθʼ ἡγεῖτο ἀδικῆσαι αὑτόν, οὔτʼ ἂν αὐτὸς ἀποροῦντα τοῦτον ἔχειν ὁπόθεν εἰσπράξειεν.
我父亲看到这些,不忍心立即向他讨还这笔钱;因为一方面,他认为此人宽裕时不会亏待自己,另一方面,他自己也不知道在此时此人困顿之际该从何处向他收回这笔钱。
ἐπειδὴ τοίνυν ἀπῆλθον ὅ τε Ἀλκέτας καὶ ὁ Ἰάσων, τὰ μὲν στρώματα καὶ τὰ ἱμάτια πάλιν ἀπήνεγκεν ὁ Αἰσχρίων ὁ ἀκόλουθος ὁ τούτου, τὰς δὲ φιάλας τὰς δύο οὐκ ἀπήνεγκεν, ἃς ᾐτήσατο ὅτεπερ καὶ τὰ στρώματα καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.
当阿凯塔斯和亚森离去后,他的随从埃斯克里翁送回了被褥和斗篷,但没有送回那两个银杯,而这两个银杯正是阿凯塔斯和亚森来到他那里、他借用被褥和一明那银子时同样要求借用的。
§25μέλλων τοίνυν ἀποδημεῖν ὡς βασιλέα, καὶ διαπραξάμενος ἐκπλεῦσαι ὡς βασιλεῖ στρατηγήσων τὸν ἐπʼ Αἴγυπτον πόλεμον, ἵνα μὴ δῷ ἐνθάδε λόγον καὶ εὐθύνας τῆς στρατηγίας, μεταπεμψάμενος τὸν πατέρα τὸν ἐμὸν εἰς τὸ Παράλιον τῶν τε προϋπηργμένων εἰς αὑτὸν ἐπῄνει,
因此,在他准备前往波斯国王那里,并安排好出航以便为国王统领对埃及的战争时(这样他就不必在这里为他的将军任期进行账目交代和审查),他派人将我父亲召到帕拉里翁,对他以前为自己所做的事表示赞赏,

词汇与语法注释

  1. §19τοῦ μὲν γὰρ μαρτυρίαν με ἐμβαλέσθαι — 属格冠词“τοῦ”使不定式短语“ἐμβαλέσθαι”名词化,作为动词“παρεκρούσατο”(他欺骗我而使我未能做某事)的宾语。“με”是不定式的逻辑主语(宾格)。
  2. §22ἀφικομένου γὰρ Ἀλκέτου καὶ Ἰάσονος — 属格独立结构(genitive absolute),在句中作状语表示时间或环境(“当阿凯塔斯和亚森到达时”),修饰主句。
  3. §25ὡς βασιλέα — 在此用作介词的“ὡς”与表示人的宾格(“βασιλέα”,指波斯国王)连用,表示方向,意为“前往国王那里”。

引用这一段

狄摩西尼, 控诉提摩太 §18-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:18-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。