Humanitext Reader

狄摩西尼 · 控诉提摩太 §34-41

关于木材私用及垫付运费的证据论证

第 5 段,共 9 段 · 希腊语

内容简介

原告(阿波罗多洛斯)通过当时的情况证据以及提摩太亲属们的沉默(他们既不愿为其作伪证,也不愿作对其不利的真实证言),论证了菲隆达斯运来的木材实际上被用于提摩太私宅的建造,且支付木材运费的人除了其父亲(帕西翁)之外别无他人。

§34ὡς μὲν τοίνυν τούτου ἦν τὰ ξύλα ἃ ἤγαγεν ὁ Φιλώνδας, αὐτός μοι μεμαρτύρηκεν· ὡμολόγει γὰρ αὐτὰ πρὸς τῷ διαιτητῇ ἀνακομισθῆναι εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ, ὡς μεμαρτύρηται ὑμῖν ὑπὸ τῶν ἀκουόντων.
因此,关于菲隆达斯运来的木材属于此人这一点,他自己已经为我作证;因为他在仲裁人面前承认,这些木材已被运往他在皮埃纽斯自己的家中,正如听者向你们所作的证言那样。
ἔτι δὲ καὶ ἐκ τεκμηρίων πειράσομαι ἐγὼ ὑμᾶς διδάξαι ὅτι ἀληθῆ λέγω.
此外,我还将尝试通过旁证向你们说明我所说的是真话。
§35οἴεσθε γάρ, ὦ ἄνδρες δικασταί, τὸν πατέρα τὸν ἐμόν, εἰ μὴ Τιμοθέου ἦν τὰ ξύλα καὶ ἐδεήθη οὗτος αὐτοῦ συστήσας τὸν Φιλώνδαν, ὅτε ἀνήγετο ὡς τοὺς στρατηγοὺς τοὺς βασιλέως, παρασχεῖν τὸ ναῦλον, ἐᾶσαι ἄν ποτε ὑποκειμένων αὐτῷ τῶν ξύλων τοῦ ναύλου ἀνακομίσαι τὸν Φιλώνδαν τὰ ξύλα ἐκ τοῦ λιμένος, ἀλλʼ οὐκ ἂν παρακαταστήσαντά τινα τῶν οἰκετῶν φυλάττειν καὶ τιμὴν λαμβάνειν τῶν πωλουμένων ξύλων, ἕως ἐκομίσατο τὰ ἑαυτοῦ, εἴπερ Φιλώνδου ἦν τὰ ξύλα καὶ ἐμπορίας ἕνεκα ἤχθη;
裁判官们,你们以为,如果木材不属于提摩太,并且如果此人在前往国王的将军们那里时,没有引荐菲隆达斯并请求我父亲提供运费,我父亲会在木材因运费而抵押给他(父亲)的情况下,允许菲隆达斯将木材运出港口吗? 如果木材确实属于菲隆达斯且是为了商业目的而运来的,难道我父亲不会派一个家奴去守着,并在木材出售时收取货款,直到收回他自己的资金吗?
§36ἔπειτα πρὸς τούτοις τίνι ὑμῶν εἰκὸς δοκεῖ εἶναι, μὴ κελεύσαντος τούτου τὸ ναῦλον παρασχεῖν τῶν ξύλων τῶν δοθέντων τούτῳ ὑπὸ Ἀμύντου, πιστεῦσαι τὸν πατέρα τὸν ἐμὸν Φιλώνδᾳ καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα ἐκ τοῦ λιμένος εἰς τὴν οἰκίαν τὴν τούτου;
此外,在你们当中,有谁会认为在没有此人命令为阿敏塔斯赠送给他的木材提供运费的情况下,我父亲会信任菲隆达斯,并允许他将木材从港口运到此人的家中?
ἢ πῶς οἷόν τʼ ἐστὶν τὸν μὲν Φιλώνδαν ἐμπορίας ἕνεκα ἀγαγεῖν τὰ ξύλα, ὡς οὗτός φησιν, καταχρήσασθαι δὲ τοῦτον ἥκοντα εἰς τὴν οἰκοδομίαν τὴν αὑτοῦ τοῖς ξύλοις τούτοις;
或者,怎么可能像此人所说的那样,菲隆达斯为了商业目的运来木材,而此人回来后却将这些木材全部用于他自己的建筑呢?
§37σκέψασθε δὲ κἀκεῖνο, ὅτι πολλοὶ καὶ χρηστοὶ τῶν πολιτῶν οἰκεῖοι ὄντες τούτῳ ἐπεμελοῦντο τῶν τούτου, ἀποδημοῦντος παρὰ βασιλεῖ Τιμοθέου· ὧν οὐδεὶς τετόλμηκεν μαρτυρῆσαι τούτῳ ἢ ὡς οὐκ ἔλαβεν ὁ Φιλώνδας τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης ἢ ὡς λαβὼν ἀπέδωκεν, οὐδʼ αὖ ὡς αὐτῶν τις διέλυσε τὸ ναῦλον ὑπὲρ τῶν ξύλων ὧν ἤγαγεν ὁ Φιλώνδας, δοθέντων τούτῳ παρʼ Ἀμύντου·
还请考虑这一点,在提摩太在国王那里外游期间,有许多身为其亲属的优秀市民在管理他的财产;他们中没有一个人敢于为此人作证,说菲隆达斯没有从银行收到木材的运费,或者说收到后已经偿还,也没有人作证说他们中的任何人代替支付了菲隆达斯运来的、阿敏塔斯赠送给他的木材的运费。
ἡγοῦνται γὰρ περὶ πλείονος αὑτοῖς εἶναι καλοὶ κἀγαθοὶ δοκεῖν εἶναι μᾶλλον ἢ Τιμοθέῳ χαρίσασθαι τὰ ψευδῆ μαρτυροῦντες.
因为他们认为,相比于通过作伪证来讨好提摩太,保持自己作为高尚体面人的声誉对他们来说更重要。
§38οὐ μέντοι οὐδὲ τούτου γʼ ἔφασαν καταμαρτυρῆσαι ἂν τἀληθῆ· οἰκεῖον γὰρ αὑτοῖς εἶναι.
然而,他们也表示不愿作不利于他的真实证言;因为他是他们的亲属。
ὅπου τοίνυν μηδεὶς τετόλμηκε τῶν οἰκείων τούτῳ μαρτυρῆσαι καὶ ἐπιμελομένων τῶν τούτου, ὅτε ἀπεδήμει οὗτος παρὰ βασιλεῖ, ἢ ὡς οὐκ ἔλαβεν ὁ Φιλώνδας τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης ἢ ὡς αὐτῶν τις διέλυσεν, πῶς οὐκ εἰκός ἐστιν ὑμᾶς ἡγεῖσθαί με τἀληθῆ λέγειν;
既然在此人于国王那里外游时,管理其财产的亲属中没有任何人敢为此人作证,说菲隆达斯没有从银行取得木材的运费,或者说他们中有人支付了这笔费用,那么你们认为我所说的是真话,岂不是理所当然的吗?
§39καὶ μὴν οὐδʼ ἐκεῖνό γε τολμήσει λέγειν, ὡς ἄλλος τις διέλυσε τὸ ναῦλον ὑπὲρ τῶν ξύλων ὧν ἤγαγεν ὁ Φιλώνδας, ἢ ὁ πατὴρ ὁ ἐμός.
而且,他也绝不敢说,除了我父亲之外,还有其他什么人支付了菲隆达斯运来的木材的运费。
ἐὰν δὲ καταχρῆται τῷ λόγῳ, ἀξιοῦτε αὐτὸν καὶ τὴν μαρτυρίαν παρασχέσθαι ὑμῖν τοῦ ἀποδόντος τὸ ναῦλον ὑπὲρ τῶν ξύλων.
如果他强辩这一论点,请要求他向你们出示为木材支付了运费之人的证言。
αὐτὸς μὲν γὰρ ὁμολογεῖται ἀποδημεῖν παρὰ βασιλεῖ, τὸν δὲ Φιλώνδαν, ὃν ἔπεμψεν ἐπὶ τὰ ξύλα καὶ συνέστησε τῷ πατρὶ τῷ ἐμῷ, τεθνηκότα κατέλαβες ἥκων παρὰ βασιλέως.
因为他自己被公认是在国王那里外游,而他派去取木材并引荐给我父亲的菲隆达斯,在你从国王那里回来时发现他已经去世了。
§40ἀναγκαῖον δὴ τῶν ἄλλων οἰκείων καὶ ἐπιτηδείων, οὓς κατέλιπες ἀποδημεῖν μέλλων συνεπιμελεῖσθαι τῶν σαυτοῦ, εἰδέναι τινὰ ὅθεν τὸ ναῦλον τῶν ξύλων πορίσας ὁ Φιλώνδας τῷ ναυκλήρῳ διέλυσεν, εἰ μὴ φὴς τὸν πατέρα τὸν ἐμὸν συστῆσαι αὐτῷ, μηδὲ λαβεῖν τὸν Φιλώνδαν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ τὸ ναῦλον τῶν ξύλων.
因此,如果你否认是我父亲引荐了菲隆达斯,也否认菲隆达斯从我父亲那里得到了木材的运费,那么,在你准备外游时留下共同管理你财产的其他亲友中,必然有人知道菲隆达斯是从哪里筹得资金并向船主结算木材运费的。
§41μαρτυρίαν τοίνυν οὐδενὸς ἔχεις παρασχέσθαι τῶν οἰκείων τῶν σαυτοῦ, ὡς οὐκ ἐλήφθη σοῦ ἀποδημοῦντος τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης, ἀλλὰ δυοῖν θάτερον, ἢ οὐδενὶ χρῇ τῶν οἰκείων οὐδὲ πιστεύεις τῶν σαυτοῦ οὐδενί, ἢ εἰδὼς ἀκριβῶς τὸν Φιλώνδαν λαβόντα τὸ ναῦλον τῶν ξύλων παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ᾧπερ αὐτὸν συνέστησας ὅτε ἐξέπλεις, οἴει δεῖν ἀποστερήσας ἡμᾶς, ἐὰν δύνῃ, πλεονεκτεῖν.
因此,你无法出示你的任何亲属的证言,证明在你外游期间,木材的运费没有从银行支取。 情况只能是两者择一:要么你与任何亲属都不往来,也不信任你的任何家人;要么你明知菲隆达斯从我父亲那里得到了木材的运费(这正是你出航时引荐给我父亲的),却认为应该通过掠夺我们,如果可能的话,来谋取不正当的利益。

词汇与语法注释

  1. §35ἐᾶσαι ἄν — 这是受动词 οἴεσθε(你们以为……吗)支配的带 ἄν 的不定式结构,表示与过去事实相反的虚拟语气(虚拟条件句的无直说法语气)。其条件从句由 εἰ μὴ ... ἦν ... καὶ ἐδεήθη(如果不是……且没有请求……)构成。随后的 ἀλλʼ οὐκ 意 ἂν ... φυλάττειν 同样是依赖于 οἴεσθε 的虚拟语气不定式,两者构成了“(如果不是这样)难道会允许……还是更会派人……”的对比。
  2. §35ὑποκειμένων αὐτῷ τῶν ξύλων τοῦ ναύλου — 属格绝对(genitive absolute)结构。其中 τῶν ξύλων 是逻辑主语,现在分词被动语态 ὑποκειμένων 是谓语,表示伴随状况:“在木材因运费而抵押给他(帕西翁)的情况下”。
  3. §38ἔφασαν καταμαρτυρῆσαι ἂν — 动词 ἔφασαν(他们说)后接带 ἂν 的不定式 καταμαρτυρῆσαι。还原为直接引语即为 οὐκ ἂν καταμαρτυρήσαιμεν(我们不会作不利于他的证言,或我们绝不愿作不利于他的证言),表现了亲属们为了袒护提摩太而拒绝作不利于他(尽管是真实)的证言的潜在或意图态度。
  4. §39κατέλαβες — 第二人称单数形式(“你发现”)。在此处,原告阿波罗多洛斯将叙述视角从原本面向裁判官的客观陈述(使用第三人称)直接转变为对被告提摩太的质问(转呼,使用第二人称),从而增强了修辞上的对峙感。

引用这一段

狄摩西尼, 控诉提摩太 §34-41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:34-41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。