Humanitext Reader

狄摩西尼 · 控诉奥林匹奥多鲁斯 §43-50

解释过往沉默的原委与要求当庭拆封契约

第 6 段,共 7 段 · 希腊语

内容简介

原告解释说,在先前的诉讼中,由于他与奥林匹奥多罗斯共同行动,因此保持沉默并予以配合;他揭露了被告拒绝公开契约的不公,并要求在法庭上拆封契约。

§43ἔτι πρὸς τούτοις ἡγεῖ ἄν μʼ ἐπιτρέπειν σοι, Ὀλυμπιόδωρε, ἐν τῷ τελευταίῳ ἀγῶνι τῷ περὶ τοῦ κλήρου, ἢ ἃ ἔλεγες πρὸς τοὺς δικαστάς, εἰκῇ οὑτωσὶ λέγειν, ἢ περὶ ὧν τὰς μαρτυρίας παρέσχου, οὕτως ἂν παρασχέσθαι, εἰ μὴ μετὰ σοῦ κοινῇ συνηγωνιζόμην;
此外,奥林匹奥多罗斯,你认为在关于遗产的最后诉讼中,如果我没有与你共同奋斗,我会允许你向审判员们随口乱说那些话,或者允许你像那样就那些事情出示证言吗?
§44οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τά τε ἄλλα ἔλεγεν ὅ τι ἐβούλετο ἐν τῷ δικαστηρίῳ, καὶ κατεχρήσατο πρὸς τοὺς δικαστὰς ὅτι ἐγὼ τὴν οἰκίαν, ἣν ἔλαβον ἐν τῇ μερίδι τῇ ἐμαυτοῦ, μεμισθωμένος εἴην παρʼ αὐτοῦ, καὶ τὸ ἀργύριον ὃ ἔλαβον, τὸ ἥμισυ τὸ ἀπὸ τῶν χιλίων δραχμῶν τῶν παρὰ τοῦ οἰκέτου, ὅτι ἐδανεισάμην παρὰ τούτου.
因为,审判员先生们,此人在法庭上不仅随心所欲地说着其他话,而且还向审判员们声称,我从他那里租用了我在自己的份额中分得的那栋房子,并且我从他那里借了那笔我所得到的银钱——即从奴隶那里得到的千德拉克马的一半。
καὶ οὐ μόνον ἔλεγεν ταῦτα, ἀλλὰ καὶ μαρτυρίας παρείχετο περὶ τούτων.
他不仅这么说,还就这些事情出示了证言。
κἀγὼ οὐδʼ ὁτιοῦν ἀντέλεγον τούτοις, οὐδʼ ἤκουσέ μου φωνὴν οὐδεὶς ἀνθρώπων, ὅτε οὗτος ἠγωνίζετο, οὔτε μικρὰν οὔτε μεγάλην, ἀλλὰ προσωμολόγουν ἀληθῆ εἶναι πάντα ὅσα οὗτος ἐβούλετο λέγειν.
而我对此未做任何反驳,在此人进行诉讼时,没有任何人听到我发出过任何声音,无论大小,而是完全默许了此人想要说的一切都是真实的。
κοινῇ γὰρ ἠγωνιζόμην μετὰ σοῦ, ὥσπερ ἔδοξεν ἐμοὶ καὶ σοί.
因为我当时正与你共同奋斗,正如我和你所决定的那样。
§45ἐπεὶ εἰ μή ἐστιν ταῦτα ἀληθῆ ἃ λέγω, διὰ τί οὐκ ἐπεσκηψάμην ἐγὼ τότε τοῖς μάρτυσιν τοῖς ταῦτα μαρτυροῦσιν, ἀλλʼ ἡσυχίαν εἶχον πολλήν;
因为,如果我所说的不是真话,为什么我当时没有起诉那些作证的证人,反而保持了极大的沉默?
ἢ διὰ τί σύ, Ὀλυμπιόδωρε, οὐδεπώποτέ μοι ἔλαχες ἐνοικίου δίκην τῆς οἰκίας ἧς ἔφασκες μισθῶσαί μοι ὡς σαυτοῦ οὖσαν, οὐδὲ τοῦ ἀργυρίου οὗ ἔλεγες πρὸς τοὺς δικαστὰς ὅτι ἐδάνεισάς μοι, τούτων οὐδὲν ἐποίησας;
或者,奥林匹奥多罗斯,你为什么从未向我提起诉讼,索要你声称作为你自己的财产租给我的那栋房子的租金,也从未就你向审判员们声称借给我的那笔银钱采取任何行动?
ὥστε πῶς ἂν μᾶλλον ἄνθρωπος ἐξελέγχοιτο ψευδόμενος καὶ ὑπεναντία λέγων αὐτὸς αὑτῷ καὶ αἰτιώμενος τὰ οὐδεπώποτε γενόμενα;
因此,一个人撒谎、自我矛盾、并指责从未发生过的事情,还能有比这更彻底地被揭穿的吗?
§46ὃ δὲ πάντων μέγιστόν ἐστιν, ὦ ἄνδρες δικασταί, ᾧ καὶ γνώσεσθε τουτονὶ ὅτι ἄδικός ἐστιν καὶ πλεονέκτης ἄνθρωπος· ἐχρῆν γὰρ αὐτόν, εἴ τι ἀληθὲς ἦν ὧν λέγει, πρότερον ταῦτα λέγειν καὶ ἐπιδεικνύειν, πρὶν τὸν ἀγῶνα γενέσθαι καὶ διαπειραθῆναι τῶν δικαστῶν ὅ τι γνώσονται, καὶ παραλαβόντα πολλοὺς μάρτυρας ἀξιοῦν ἀναιρεῖσθαι τὰς συνθήκας παρὰ τοῦ Ἀνδροκλείδου ὡς παραβαίνοντος ἐμοῦ καὶ τἀναντία πράττοντος ἑαυτῷ καὶ οὐκέτι κυρίων οὐσῶν τῶν συνθηκῶν ἐμοὶ καὶ τούτῳ, καὶ τῷ Ἀνδροκλείδῃ τῷ ἔχοντι τὰς συνθήκας διαμαρτύρασθαι, ὅτι αὐτῷ οὐδέν ἐστιν ἔτι πρᾶγμα πρὸς τὰς συνθήκας ταύτας.
而最重大的一点是,审判员先生们,借此你们也将知道此人是个不公且贪婪的人:因为如果他所说的话有任何真实性,他本应当在诉讼发生之前、在试探审判员们会做出何种判决之前,就说出并证明这些事情,并且在带同许多证人的情况下,以我违反契约并做出反对他的行为、使契约对我与他不再有效为由,要求从安德罗克雷德斯那里收回契约,并向保存契约的安德罗克雷德斯声明,此契约与他已无任何关系。
§47ταῦτα ἐχρῆν αὐτόν, ὦ ἄνδρες δικασταί, εἴπερ τι ἦν ἀληθὲς ὧν λέγει, καὶ μόνον προσιόντα τῷ Ἀνδροκλείδῃ διαμαρτύρεσθαι καὶ μετὰ μαρτύρων πολλῶν, ἵνʼ αὐτῷ πολλοὶ ἦσαν οἱ συνειδότες.
审判员先生们,如果他所说的话有任何真实性,他本应当这样做,无论是一个人前往还是带着许多证人,向安德罗克雷德斯提出声明,以便让他有许多知情人。
ὅτι δὲ τούτων οὐδὲν πώποτε ἐποίησεν, αὐτοῦ ὑμῖν τοῦ Ἀνδροκλείδου, παρʼ ᾧ εἰσιν αἱ συνθῆκαι κείμεναι μαρτυρίαν ἀναγνώσεται.
但由于他从未做过这些事情,他将向你们宣读保存契约的安德罗克雷德斯本人的证言。
λέγε τὴν μαρτυρίαν.
请宣读证言。
ΜΑΡΤΥΡΙΑ. §48ἕτερον δʼ, ὦ ἄνδρες δικασταί, σκέψασθε ὃ διαπέπρακται.
ΜΑΡΤΥΡΙΑ. 审判员先生们,请看看他所做的另一件事。
ἐγὼ γὰρ τοῦτον προὐκαλεσάμην καὶ ἠξίωσα ἀκολουθῆσαι ὡς Ἀνδροκλείδην, παρʼ ᾧ κεῖνται αἱ συνθῆκαι, καὶ κοινῇ ἐκγραψαμένους ἡμᾶς τὰς συνθήκας πάλιν σημήνασθαι, τὰ δὲ ἀντίγραφα ἐμβαλέσθαι εἰς τὸν ἐχῖνον, ὅπως ἂν μηδεμία ὑποψία ᾖ, ἀλλʼ ὑμεῖς ἅπαντα καλῶς καὶ δικαίως ἀκούσαντες γνῶτε ὅ τι ἂν ὑμῖν δικαιότατον δοκῇ εἶναι.
因为我曾向他提出挑战,要求他跟我一起去保存契约的安德罗克雷德斯那里,由我们共同将契约复制一份,重新封存,并将副本放入证物箱中,以免产生任何怀疑,从而使你们在充分且公正地听取一切之后,能做出你们认为最公正的判定。
§49ταῦτα ἐμοῦ προκαλουμένου οὐκ ἠθέλησεν τούτων οὐδὲν ποιῆσαι, ἀλλʼ οὕτω πεφιλοσόφηκεν ὥστε μὴ εἶναι ὑμᾶς ἀκοῦσαι τῶν συνθηκῶν ἐκ τῶν κοινῶν γραμμάτων.
尽管我提出了这样的挑战,他却不愿做这些事情中的任何一件,而是如此钻营,以至于使你们无法从共同的文书中听到契约的内容。
καὶ ὅτι ταῦτα προὐκαλούμην, τούτων ὑμῖν μαρτυρίαν ἀναγνώσεται ὧν ἐναντίον προὐκαλούμην.
为了证明我曾提出这一挑战,将向你们宣读我在其面前提出挑战的那些人的证言。
λέγε τὴν μαρτυρίαν.
请宣读证言。
ΜΑΡΤΥΡΙΑ. §50πῶς ἂν οὖν μᾶλλον καταφανὴς γένοιτο ἄνθρωπος, ὅτι δικαίως μὲν οὐδὲν βούλεται πρός με πράττειν, ἀποστερήσειν δʼ οἴεται ἃ προσήκει ἐμοὶ λαβεῖν, προφάσεις λέγων καὶ ἐγκλήματα ἐγκαλῶν, τὰς δὲ συνθήκας, ἅς φησί με παραβεβηκέναι, οὐκ ᾠήθη δεῖν ὑμᾶς ἀκοῦσαι;
ΜΑΡΤΥΡΙΑ. 因此,此人根本不想对我做出任何公正的事,而是企图通过说些托词和提出指控,来剥夺我理应得到的东西,同时他认为没有必要让你们听取他声称我所违反的那份契约,这一切还能怎样更清楚地显露出来呢?
ἐγὼ δὲ τότε μὲν ἐναντίον τῶν μαρτύρων τῶν παραγενομένων προὐκαλεσάμην, νυνὶ δὲ καὶ ὑμῶν ἐναντίον τῶν δικαστῶν πάλιν προκαλοῦμαι, καὶ ἀξιῶ συγχωρεῖν αὐτὸν καὶ ἐγὼ συγχωρῶ ἀνοιχθῆναι τὰς συνθήκας ἐνταυθὶ ἐπὶ τοῦ δικαστηρίου, καὶ ἀκοῦσαι ὑμᾶς, καὶ πάλιν σημανθῆναι ἐναντίον ὑμῶν.
我当时在到场的证人面前提出了挑战,而现在我又在你们这些审判员面前再次提出挑战,我要求他同意——正如我同意的那样——在法庭上拆开契约,让你们听取其内容,并再次在你们面前封存。

词汇与语法注释

  1. §43ἡγεῖ ἄν μʼ ἐπιτρέπειν σοι... εἰ μὴ μετὰ σοῦ κοινῇ συνηγωνιζόμην; — 条件从句 εἰ μὴ... συνηγωνιζόμην(直陈式未完成过去时)与主句中带 ἄν 的不定式 ἐπιτρέπειν(依存于 ἡγεῖ)构成违背事实的虚拟语气,意为“如果我不与你共同奋斗,你认为我会允许你……吗?”。
  2. §44μεμισθωμένος εἴην — 由于主句动词 κατεχρήσατο 是过去时(不定过去时),在 ὅ提 引导的间接引语中,直陈式完成时(μεμίσθωμαι)转变为间接引语斜格祈愿时(μεμισθωμένος εἴην)。
  3. §46ὃ δὲ πάντων μέγιστόν ἐστιν... ᾧ καὶ γνώσεσθε... — 短语 ὃ δὲ πάντων μέγιστόν ἐστιν 是置于句首的同格从句。随后的关系代词 ᾧ(与格)表示手段(“借此你们也将知道……”)。
  4. §46ἐχρῆν γὰρ αὐτόν... πρὶν τὸν ἀγῶνα γενέσθαι — 非人称动词的未完成过去时 ἐχρῆν 表示过去应当履行而未履行的义务(“他本应当……”)。πρὶν 搭配对格与不定式结构(τὸν ἀγῶνα γενέσθαι),意为“在诉讼发生之前”。

引用这一段

狄摩西尼, 控诉奥林匹奥多鲁斯 §43-50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:43-50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。