Humanitext Reader

狄摩西尼 · 控诉奥林匹奥多鲁斯 §33-42

奥林匹奥多罗斯违背协议与虚假借口

第 5 段,共 7 段 · 希腊语

内容简介

原告出示了关于科蒙财产分割及对方强占财产的证言和挑战书,并指责奥林匹奥多罗斯编造各种虚假借口违背平分财产的协议。此外,他指出自己此前为了遵守协议甚至甘冒利益受损的风险放弃申索,以此论证奥林匹奥多罗斯的借口是多么前后矛盾。

§33βούλομαι δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα μαρτυρίας ὑμῖν παρασχέσθαι, πρώτιστον μὲν τὸ ἐξ ἀρχῆς ὅτι ἐγὼ καὶ οὗτος ἡμῖν αὐτοῖς δικάσαντες ἐνειμάμεθα τὸ ἴσον ἑκάτερος τῆς φανερᾶς οὐσίας ἧς Κόμων κατέλιπεν.
关于我所说的所有其他事情,我也想向你们出示证言,首先是,从一开始我和这个人自行决定,平分了科蒙留下的有形财产。
καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν πρῶτον, ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγίγνωσκε.
请先为我拿取这份证言,然后再宣读其他所有证言。
ΜΑΡΤΥΡΙΑ. §34λαβὲ δή μοι καὶ τὴν πρόκλησιν, ἣν προὐκαλεσάμην αὐτὸν περὶ τοῦ ἀργυρίου οὗ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος.
证言请为我拿取我向他就他从受拷问者那里得到的银钱所提出的那份挑战书。
ΠΡΟΚΛΗΣΙΣ. ἀναγίγνωσκε δὲ καὶ τὴν ἑτέραν μαρτυρίαν, ὅτι, ἐπειδὴ ἐπεδικάσαντο οἱ ἀντίδικοι ἡμῶν, ἅπαντα παρέλαβον ὅσα ἡμεῖς εἴχομεν, πλὴν τῶν χρημάτων ὧν εἶχεν Ὀλυμπιόδωρος παρὰ τοῦ βασανισθέντος ἀνθρώπου.
挑战书并请宣读另一份证言,即当我们的对手被判得遗产时,除了奥林匹奥多罗斯从受拷问者那里得到的钱财之外,他们拿走了我们占有的一切。
ΜΑΡΤΥΡΙΑ. §35ὃν μὲν τρόπον, ὦ ἄνδρες δικασταί, ἐξ ἀρχῆς διενειμάμεθα τὴν Κόμωνος οὐσίαν τὴν φανερὰν ἐγὼ καὶ Ὀλυμπιόδωρος, καὶ λόγῳ ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν, καὶ ὡς οὗτος τὸ ἀργύριον ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, καὶ ὅτι οἱ ἐπιδικασάμενοι ἔλαβον ὅσα ἡμεῖς εἴχομεν, ἕως οὑτοσὶ πάλιν ἐνίκησεν ἐν τῷ δικαστηρίῳ.
证言审判员先生们,关于奥林匹奥多罗斯和我从一开始如何分割科蒙的有形财产,你们不仅听到了口头陈述,而且也有人向你们作证;同样,这个人从仆人那里得到了银钱,以及那些被判得遗产的人拿走了我们占有的一切,直到此人再次在法庭上胜诉,这些也都证明了。
§36ἃ δὲ λέγων οὐκ ἀποδίδωσίν μοι οὐδʼ ἐθέλει τῶν δικαίων οὐδʼ ὁτιοῦν ποιεῖν, τούτοις ἤδη προσέχετε τὸν νοῦν, ὦ ἄνδρες δικασταί, ἵνα μὴ αὐτίκα ἐξαπατήσωσιν ὑμᾶς οἱ ῥήτορες, οὓς οὑτοσὶ παρεσκεύασται ἐπʼ ἐμέ.
至于他用什么借口不归还我,也不愿履行任何合理的义务,审判员先生们,现在请你们注意这些,以免此人为了对付我而准备的演说家们待会儿欺骗了你们。
λέγει μὲν οὗτος οὐδέποτε ταὐτά, ἀλλʼ ὅ τι ἂν τύχῃ ἀεί, καὶ περιιὼν προφάσεις ἀτόπους τινὰς καὶ ὑπονοίας καὶ αἰτίας ψευδεῖς ἐπιφέρει, καὶ περὶ τὸ πρᾶγμα ὅλον ἄδικός ἐστιν ἄνθρωπος.
此人说话从不一致,而是总是想到什么就说什么,四处散布奇怪的托词、猜疑和虚假的指责,在整件事上他都是个不公正的人。
§37πλεῖστοι δὲ αὐτοῦ ἀκηκόασιν λέγοντος, οἱ μὲν ὅτι τὸ παράπαν οὐκ ἔλαβε τὸ ἀργύριον παρὰ τοῦ ἀνθρώπου· ἐπειδὰν δὲ τοῦτο ἐξελέγχηται, πάλιν λέγει ὅτι παρὰ τοῦ αὑτοῦ ἀνθρώπου ἔχει τὸ ἀργύριον, καὶ οὐ μεταδώσει ἐμοὶ οὔτε τοῦ ἀργυρίου οὔτε τῶν ἄλλων οὐδενὸς ὧν κατέλιπε Κόμων.
许多人都听过他说过,对一些人说他根本没有从那个人那里得到银钱;但当这被驳倒时,他又说他是从那个人那里得到了银钱并占有着,但他既不会与我分享这笔银钱,也不会分享科蒙留下的任何其他财产。
§38ἐπειδὰν δέ τις αὐτὸν τῶν ἐπιτηδείων τῶν τούτου καὶ τῶν ἐμῶν ἐρωτᾷ, διὰ τί οὐκ ἀποδώσει ὀμωμοκὼς ἰσομοιρήσειν καὶ τῶν συνθηκῶν ἔτι νυνὶ κειμένων, φησί με παραβεβηκέναι τὰς συνθήκας, καὶ δεινὰ πεπονθέναι ὑπʼ ἐμοῦ, καὶ διατελέσαι μέ φησιν ὑπεναντία καὶ λέγοντα καὶ πράττοντα ἑαυτῷ.
每当他或我的亲友中有人问他,既然他宣誓过要平分,而且契约至今仍在保存,为什么还不归还时,他就说我违反了契约,说他受到了我的虐待,并称我一直在一边说话一边做着反对他的事。
καὶ ἃ μὲν προφασίζεται, ταῦτʼ ἔστιν.
这就是他所找的借口。
§39ἃ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὗτος λέγει, ὑπόνοιαι πλασταί εἰσιν καὶ προφάσεις ἄδικοι καὶ πονηρίαι ἐπὶ τῷ ἀποστερῆσαι ἃ προσήκει αὐτὸν ἀποδοῦναι ἐμοί.
审判员先生们,因此,这个人所说的话,都是虚构的猜疑、不公的借口和旨在剥夺他本应归还我的财物的恶行。
ἃ δὲ ἐγὼ ἐρῶ πρὸς ὑμᾶς, ὅτι οὗτος ψεύδεται, ταῦτα δὲ ὑπόνοια οὐδεμία ἔσται, φανερῶς δὲ ἐπιδείξω τὴν τούτου ἀναισχυντίαν, τεκμήρια λέγων ἀληθινὰ καὶ πᾶσι γνώριμα, καὶ μάρτυρας παρεχόμενος περὶ ἁπάντων.
而我将向你们说明他撒谎的那些话,绝非凭空猜疑,而是通过讲述真实且众人皆知的事实,并为所有事情出示证人,来清楚地揭露他的厚颜无耻。
§40πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, λέγω ὅτι οὗτος διὰ τοῦτο τοῖς οἰκείοις καὶ τοῖς ἐπιτηδείοις τοῖς ἑαυτοῦ καὶ τοῖς ἐμοῖς, τοῖς εἰδόσιν ἀκριβῶς ἅπαντα ταῦτα τὰ πράγματα ὡς ἔχει καὶ παρηκολουθηκόσιν ἐξ ἀρχῆς, οὐκ ἠθέλησεν ἐπιτρέψαι· ἀκριβῶς ᾔδει ὅτι εὐθὺς παραχρῆμα ὑπʼ αὐτῶν ἐξελεγχθήσεται, ἐάν τι ψεύδηται· νυνὶ δʼ ἴσως ἡγεῖται ψευδόμενος ἐν ὑμῖν λήσειν.
审判员先生们,首先,我说正是因为这个原因,他才不愿意将此事委托给他自己和我的亲属及朋友,因为他们准确地知道这一切事情的真相,并且从一开始就关注着这件事;他准确地知道,如果他撒谎,就会立刻被他们当场戳穿;而现在他或许以为,通过撒谎可以瞒过你们的眼睛。
§41πάλιν λέγω ὅτι οὐκ ἀκόλουθόν ἐστιν ὑπεναντία μὲν πράττειν σοι, ὦ Ὀλυμπιόδωρε, ἐμέ, κοινῇ δὲ ἀναλίσκειν μετὰ σοῦ εἰς ὅ τι ἀεὶ δέοι, οὐδὲ ἐκλιπεῖν τὴν ἀμφισβήτησιν αὐτὸν ἑκόντα, ὅτε ἀπεδήμεις σύ, ἐπειδὴ καὶ ἡ σὴ διεγράφη δόξαντός σου ἕνεκα τῆς δίκης ἀπεῖναι καὶ οὐ δημοσίᾳ.
我还要说,奥林匹奥多罗斯,说我一边做着反对你的事,一边又在需要的时候与你共同承担开销,这在逻辑上是说不通的;同样说不通的是,当你出国期间,在你的申索因被判定为因诉讼而非因公务不在场而被驳回时,我自己却自愿放弃了申索。
ἐξῆν γὰρ ἔμοιγε τοῦ ἡμικληρίου ἐπιδικάσασθαι ἐμαυτῷ· οὐδεὶς γάρ μοι ἀνθρώπων ἀντέλεγεν, ἀλλὰ συνεχώρουν αὐτοὶ οἱ ἀντίδικοι.
因为我本可以为自己申请判得一半遗产;没有人反对我,甚至连对手们自己也同意了。
§42ἀλλὰ ταῦτα ποιήσας εὐθὺς ἂν ἦν ἐπιωρκηκώς· ὤμοσα γὰρ καὶ συνεθέμην πρὸς σὲ κοινῇ πράξειν ἅπαντα, ὅ τι ἂν δοκῇ ἐμοὶ καὶ σοὶ βουλευομένοις βέλτιστον εἶναι.
但如果我这样做了,我立刻就会犯下伪誓罪;因为我曾向你宣誓并约定共同做一切事情,做我和你在商议中认为最好的任何事。
ὥστε ὑπεραβέλτεροί εἰσιν αἱ προφάσεις καὶ αἰτίαι, διʼ ἃς οὐδέν μοι φὴς ποιήσειν τῶν δικαίων.
因此,你声称不愿对我履行任何合理义务的那些借口和指责,真是极其愚蠢。

词汇与语法注释

  1. §33δικάσαντες — 手稿写明为意为“进行审判”的 δικάσαντες,但在上下文中,它被理解为“私下解决(达成协议)”或“自行分配”。尽管有些校勘者建议将其修改为 δασάμενοι(“分配”),但此处仍保留手稿读法,解释为两人自行做出的主体性决定。
  2. §40ἐπιτρέψαι — 此处为不及物用法,意为“委托(亲友进行仲裁)”。这是指古典雅典时期将纠纷提交给私下仲裁人的常用表达,语境中省略了作为仲裁对象的“这些争议(τὰ πράγματα)”。
  3. §41δόξαντός σου ἕνεκα τῆς δίκης ἀπεῖναι — δόξαντος 是与 σου 一致的属格分词,受前置词 ἕνεκα 的支配,意为“因为你被判定因诉讼而不在场”。虽然在理论上也可以理解为非人称的属格绝对结构,但此处更自然地理解为直接修饰人称代词 σου。

引用这一段

狄摩西尼, 控诉奥林匹奥多鲁斯 §33-42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:33-42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。