Humanitext Reader

デモステネス · 第四十八弁論 オリュンピオドロス弾劾 §43-50

前回の裁判での沈黙の理由と契約書の開封要求

6 / 7 箇所 · ギリシア語

要旨

原告は、前回の裁判でオリンピオドロスと共同闘争を行っていたために、彼の不都合な主張に反論せず協力していたことを説明し、相手方が契約書の開示を拒否した不当性を突いて、法廷での契約書開封を要求する。

§43ἔτι πρὸς τούτοις ἡγεῖ ἄν μʼ ἐπιτρέπειν σοι, Ὀλυμπιόδωρε, ἐν τῷ τελευταίῳ ἀγῶνι τῷ περὶ τοῦ κλήρου, ἢ ἃ ἔλεγες πρὸς τοὺς δικαστάς, εἰκῇ οὑτωσὶ λέγειν, ἢ περὶ ὧν τὰς μαρτυρίας παρέσχου, οὕτως ἂν παρασχέσθαι, εἰ μὴ μετὰ σοῦ κοινῇ συνηγωνιζόμην;
さらにこれらに加えて、オリンピオドロスよ、遺産をめぐる最後の裁判において、もし私があなたと共同で一緒に戦っていなかったとしたら、私があなたに委ねて、あなたが裁判員たちに言っていたことをこのようにただむやみに言わせたり、あるいはあなたが証言を提示した事柄について、このように提示させたりしただろうと、あなたは思っているのですか。
§44οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τά τε ἄλλα ἔλεγεν ὅ τι ἐβούλετο ἐν τῷ δικαστηρίῳ, καὶ κατεχρήσατο πρὸς τοὺς δικαστὰς ὅτι ἐγὼ τὴν οἰκίαν, ἣν ἔλαβον ἐν τῇ μερίδι τῇ ἐμαυτοῦ, μεμισθωμένος εἴην παρʼ αὐτοῦ, καὶ τὸ ἀργύριον ὃ ἔλαβον, τὸ ἥμισυ τὸ ἀπὸ τῶν χιλίων δραχμῶν τῶν παρὰ τοῦ οἰκέτου, ὅτι ἐδανεισάμην παρὰ τούτου.
というのも、裁判員諸官、この男は法廷で自分の望む他のすべてのことを語り、さらに裁判員たちに対して、私が自分の分け前として受け取った家を彼から借りているのだと言い立て、また私が受け取った銀銭、すなわち召使いからの千ドラクマの半分を、この男から借りたのだと言い立てたからです。
καὶ οὐ μόνον ἔλεγεν ταῦτα, ἀλλὰ καὶ μαρτυρίας παρείχετο περὶ τούτων.
そして、そう言うだけでなく、これらについて証言をも提示しました。
κἀγὼ οὐδʼ ὁτιοῦν ἀντέλεγον τούτοις, οὐδʼ ἤκουσέ μου φωνὴν οὐδεὶς ἀνθρώπων, ὅτε οὗτος ἠγωνίζετο, οὔτε μικρὰν οὔτε μεγάλην, ἀλλὰ προσωμολόγουν ἀληθῆ εἶναι πάντα ὅσα οὗτος ἐβούλετο λέγειν.
しかし、私はこれらに対して何一つ反論せず、この男が裁判で戦っている間、私の声を(大きい声であれ小さい声であれ)聞いた者は一人もいませんでした。 むしろ、この男が言いたいすべてのことが真実であると全面的に認めていたのです。
κοινῇ γὰρ ἠγωνιζόμην μετὰ σοῦ, ὥσπερ ἔδοξεν ἐμοὶ καὶ σοί.
なぜなら、私とあなたの間で合意した通り、私はあなたと共同で戦っていたからです。
§45ἐπεὶ εἰ μή ἐστιν ταῦτα ἀληθῆ ἃ λέγω, διὰ τί οὐκ ἐπεσκηψάμην ἐγὼ τότε τοῖς μάρτυσιν τοῖς ταῦτα μαρτυροῦσιν, ἀλλʼ ἡσυχίαν εἶχον πολλήν;
というのも、もし私の言うことが真実でないなら、なぜ私はあの時、これらを証言した証人たちを告発せず、完全に沈黙を守っていたのでしょうか。
ἢ διὰ τί σύ, Ὀλυμπιόδωρε, οὐδεπώποτέ μοι ἔλαχες ἐνοικίου δίκην τῆς οἰκίας ἧς ἔφασκες μισθῶσαί μοι ὡς σαυτοῦ οὖσαν, οὐδὲ τοῦ ἀργυρίου οὗ ἔλεγες πρὸς τοὺς δικαστὰς ὅτι ἐδάνεισάς μοι, τούτων οὐδὲν ἐποίησας;
あるいは、オリンピオドロスよ、なぜあなたは、自分のものとして私に貸したと主張していたあの家の家賃回収の訴えを、私に対して一度も起こさなかったのですか。 また、裁判員たちに対して私に貸したと言っていたあの金銭についても、なぜ何一つ請求しなかったのですか。
ὥστε πῶς ἂν μᾶλλον ἄνθρωπος ἐξελέγχοιτο ψευδόμενος καὶ ὑπεναντία λέγων αὐτὸς αὑτῷ καὶ αἰτιώμενος τὰ οὐδεπώποτε γενόμενα;
したがって、これ以上に、ある人間が嘘をつき、自分自身に矛盾することを言い、一度も起こらなかったことを非難していると、見事に暴かれることがあるでしょうか。
§46ὃ δὲ πάντων μέγιστόν ἐστιν, ὦ ἄνδρες δικασταί, ᾧ καὶ γνώσεσθε τουτονὶ ὅτι ἄδικός ἐστιν καὶ πλεονέκτης ἄνθρωπος·
そして、裁判員諸官、すべての中で最も重大なことがあり、これによってあなた方はこの男が不当で強欲な人間であることを知るでしょう。
ἐχρῆν γὰρ αὐτόν, εἴ τι ἀληθὲς ἦν ὧν λέγει, πρότερον ταῦτα λέγειν καὶ ἐπιδεικνύειν, πρὶν τὸν ἀγῶνα γενέσθαι καὶ διαπειραθῆναι τῶν δικαστῶν ὅ τι γνώσονται, καὶ παραλαβόντα πολλοὺς μάρτυρας ἀξιοῦν ἀναιρεῖσθαι τὰς συνθήκας παρὰ τοῦ Ἀνδροκλείδου ὡς παραβαίνοντος ἐμοῦ καὶ τἀναντία πράττοντος ἑαυτῷ καὶ οὐκέτι κυρίων οὐσῶν τῶν συνθηκῶν ἐμοὶ καὶ τούτῳ, καὶ τῷ Ἀνδροκλείδῃ τῷ ἔχοντι τὰς συνθήκας διαμαρτύρασθαι, ὅτι αὐτῷ οὐδέν ἐστιν ἔτι πρᾶγμα πρὸς τὰς συνθήκας ταύτας.
というのも、もし彼の言うことに少しでも真実があるなら、彼は裁判が行われ、裁判員たちがどのような判断を下すか試される前に、これらのことを主張し証明すべきだったからです。 そして多くの証人を連れて、私が誓約に違反し彼に反することを行っているとして、アンドロクレイデスのもとから契約書を回収することを求め、私と彼の間で契約書がもはや無効であることを示し、契約書を保管しているアンドロクレイデスに対して、自分にはもはやこの契約書に関して何の関係もないと抗議すべきだったのです。
§47ταῦτα ἐχρῆν αὐτόν, ὦ ἄνδρες δικασταί, εἴπερ τι ἦν ἀληθὲς ὧν λέγει, καὶ μόνον προσιόντα τῷ Ἀνδροκλείδῃ διαμαρτύρεσθαι καὶ μετὰ μαρτύρων πολλῶν, ἵνʼ αὐτῷ πολλοὶ ἦσαν οἱ συνειδότες.
裁判員諸官、もし彼の言うことが少しでも真実であったなら、彼は自分一人でアンドロクレイデスのもとへ行くにせよ、あるいは多くの証人を伴うにせよ、これらのことを抗議して、多くの人々を証人にすべきだったのです。
ὅτι δὲ τούτων οὐδὲν πώποτε ἐποίησεν, αὐτοῦ ὑμῖν τοῦ Ἀνδροκλείδου, παρʼ ᾧ εἰσιν αἱ συνθῆκαι κείμεναι μαρτυρίαν ἀναγνώσεται.
彼がこれまでそのようなことを全くしなかったことについて、契約書が保管されているアンドロクレイデス本人の証言を、あなた方に読み上げさせましょう。
λέγε τὴν μαρτυρίαν.
証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ. §48ἕτερον δʼ, ὦ ἄνδρες δικασταί, σκέψασθε ὃ διαπέπρακται.
ΜΑΡΤΥΡΙΑ. 裁判員諸官、彼が犯したもう一つのことを見てください。
ἐγὼ γὰρ τοῦτον προὐκαλεσάμην καὶ ἠξίωσα ἀκολουθῆσαι ὡς Ἀνδροκλείδην, παρʼ ᾧ κεῖνται αἱ συνθῆκαι, καὶ κοινῇ ἐκγραψαμένους ἡμᾶς τὰς συνθήκας πάλιν σημήνασθαι, τὰ δὲ ἀντίγραφα ἐμβαλέσθαι εἰς τὸν ἐχῖνον, ὅπως ἂν μηδεμία ὑποψία ᾖ, ἀλλʼ ὑμεῖς ἅπαντα καλῶς καὶ δικαίως ἀκούσαντες γνῶτε ὅ τι ἂν ὑμῖν δικαιότατον δοκῇ εἶναι.
私はこの男に、契約書が保管されているアンドロクレイデスのもとへ一緒に行き、二人で契約書を書き写した上で再び封印し、その写しをエキノスに入れようと要求しました。 いかなる疑念も生じないようにし、あなた方がすべてを十分に、かつ公正に聞いて、最も正しいと思われる判断を下せるようにするためです。
§49ταῦτα ἐμοῦ προκαλουμένου οὐκ ἠθέλησεν τούτων οὐδὲν ποιῆσαι, ἀλλʼ οὕτω πεφιλοσόφηκεν ὥστε μὴ εἶναι ὑμᾶς ἀκοῦσαι τῶν συνθηκῶν ἐκ τῶν κοινῶν γραμμάτων.
私がこのように要求したにもかかわらず、彼はこれらを何一つ行おうとしませんでした。 むしろ、あなた方が共同の文書から契約書の内容を聞くことができないように策動したのです。
καὶ ὅτι ταῦτα προὐκαλούμην, τούτων ὑμῖν μαρτυρίαν ἀναγνώσεται ὧν ἐναντίον προὐκαλούμην.
私がこれらの要求をしたことについて、私がその人たちの前で要求を行った証人たちの証言を読み上げさせましょう。
λέγε τὴν μαρτυρίαν.
証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ. §50πῶς ἂν οὖν μᾶλλον καταφανὴς γένοιτο ἄνθρωπος, ὅτι δικαίως μὲν οὐδὲν βούλεται πρός με πράττειν, ἀποστερήσειν δʼ οἴεται ἃ προσήκει ἐμοὶ λαβεῖν, προφάσεις λέγων καὶ ἐγκλήματα ἐγκαλῶν, τὰς δὲ συνθήκας, ἅς φησί με παραβεβηκέναι, οὐκ ᾠήθη δεῖν ὑμᾶς ἀκοῦσαι;
ΜΑΡΤΥΡΙΑ. したがって、この男が私に対して公正なことは何一つ行おうとせず、言い訳を並べ立てて非難を浴びせながら、私が受け取るべき当然のものを奪おうと考えていること、そして私が違反したと彼が主張するその契約書を、あなた方に聞かせる必要はないと考えていることが、これ以上どのようにして明白になるでしょうか。
ἐγὼ δὲ τότε μὲν ἐναντίον τῶν μαρτύρων τῶν παραγενομένων προὐκαλεσάμην, νυνὶ δὲ καὶ ὑμῶν ἐναντίον τῶν δικαστῶν πάλιν προκαλοῦμαι, καὶ ἀξιῶ συγχωρεῖν αὐτὸν καὶ ἐγὼ συγχωρῶ ἀνοιχθῆναι τὰς συνθήκας ἐνταυθὶ ἐπὶ τοῦ δικαστηρίου, καὶ ἀκοῦσαι ὑμᾶς, καὶ πάλιν σημανθῆναι ἐναντίον ὑμῶν.
私はあの時、その場にいた証人たちの前で要求しましたが、今や裁判員であるあなた方の前でも再び要求します。 私は彼が同意することを求め、私もまた、この法廷で契約書を開封し、あなた方に聞かせ、そして再びあなた方の前で封印されることに同意します。

語釈・文法注

  1. §43ἡγεῖ ἄν μʼ ἐπιτρέπειν σοι... εἰ μὴ μετὰ σοῦ κοινῇ συνηγωνιζόμην; — 条件節 εἰ μὴ... συνηγωνιζόμην(直説法半過去)に対し、主節は ἡγεῖ ἄν μʼ ἐπιτρέπειν であり、不定詞 ἐπιτρέπειν に ἄν が付いた反実仮想の帰結構文(「もし〜でなかったら、私が許しただろうとあなたは思うか」)。
  2. §44μεμισθωμένος εἴην — 主動詞 κατεχρήσατο が過去時制(アオリスト)であるため、間接話法の ὅτι 節内において、直説法完了(μεμίσθωμαι)から斜格希求法(μεμισθωμένος εἴην)へと変化している。
  3. §46ὃ δὲ πάντων μέγιστόν ἐστιν... ᾧ καὶ γνώσεσθε... — 句 ὃ δὲ πάντων μέγιστόν ἐστιν は文全体に対する文頭の同格節。続く関係代名詞 ᾧ(与格)は手段を示し、「それ(最も重大なこと)によって、あなた方は〜を知るだろう」の意。
  4. §46ἐχρῆν γὰρ αὐτόν... πρὶν τὸν ἀγῶνα γενέσθαι — 非人称動詞の半過去形 ἐχρῆν は過去に果たすべきであったが果たされなかった義務を表す(「彼は〜すべきであったのに」)。πρὶν は対格不定詞構文(τὸν ἀγῶνα γενέσθαι)を伴い、「裁判が行われる前に」の意。

この箇所を引用する

デモステネス, 第四十八弁論 オリュンピオドロス弾劾 §43-50. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:43-50

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。