§25ἐπειδὴ δὲ ἐκάλει ὁ ἄρχων εἰς τὸ δικαστήριον ἅπαντας τοὺς ἀμφισβητοῦντας κατὰ τὸν νόμον, ὑπωμοσάμεθα ἡμεῖς τουτονὶ Ὀλυμπιόδωρον δημοσίᾳ ἀπεῖναι στρατευόμενον.
当执政官依法召集所有申索人到法庭时,我们宣誓称这位奥林匹奥多罗斯因公服役而不在场。
ὑπομοθέντος δὲ τούτου ἀνθυπωμόσαντο οἱ ἀντίδικοι, καὶ διαβάλλοντες Ὀλυμπιόδωρον τουτονί, ὕστεροι ἡμῶν λέγοντες, ἔπεισαν τοὺς δικαστὰς ψηφίσασθαι τῆς δίκης ἕνεκα ἀπεῖναι τουτονὶ καὶ οὐ δημοσίᾳ.
在提出这一宣誓后,对方提出了反宣誓,并诽谤这位奥林匹奥多罗斯,在他们于我们之后发言时,说服了裁判员们投票判定,这位奥林匹奥多罗斯是因为诉讼而不在场,而不是因为公务。
§26ψηφισαμένων δὲ ταῦτα τῶν δικαστῶν διέγραψεν ὁ ἄρχων Πυθόδοτος κατὰ τὸν νόμον τὴν τουτουὶ Ὀλυμπιοδώρου ἀμφισβήτησιν.
当裁判员们投票作出这一决定后,执政官皮托多托斯依法驳回了这位奥林匹奥多罗斯的申索。
διαγραφείσης δὲ ταύτης, ἐξ ἀνάγκης καὶ ἐμοὶ ἦν ἐκλιπεῖν τὴν τοῦ ἡμικληρίου ἀμφισβήτησιν.
由于该申索被驳回,我也不得不放弃对一半遗产的申索。
γενομένων δὲ τούτων ἐπεδίκασεν ὁ ἄρχων τοῖς ἀντιδίκοις τοῖς ἡμετέροις τὸν κλῆρον τὸν Κόμωνος· ταῦτα γὰρ οἱ νόμοι αὐτὸν ἠνάγκαζον ποιεῖν.
这些事情发生后,执政官将科蒙的遗产判给了我们的对手;因为法律强迫他这样做。
§27ἐπειδὴ δὲ ἐπεδικάσαντο, εὐθὺς εἰς Πειραιᾶ ἐλθόντες παρελάμβανον πάντα ὅσα ἡμῶν εἶχεν ἑκάτερος νειμάμενος ἐν τῇ μερίδι.
当他们获得判决后,立即前往比雷埃夫斯,接管了我们各自在分得的份额中占有的一切财产。
κἀγὼ μὲν ἐπιδημῶν αὐτὸς παρέδωκα (ἀνάγκη γὰρ ἦν πείθεσθαι τοῖς νόμοις), τὰ δὲ Ὀλυμπιοδώρου, ἀποδημοῦντος τούτου, ἅπαντα ᾤχοντο λαβόντες, πλὴν τοῦ ἀργυρίου οὗ εἶχεν αὐτὸς παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, ὃν ἐβασάνισεν· οὐ γὰρ εἶχον ὅπου ἐπιλάβοιντο τοῦ ἀργυρίου.
而我因为在城里,便亲自交出了财产(因为不得不服从法律);但至于奥林匹奥多罗斯的财产,由于他不在国内,他们便将其全部拿走,除了他自己从那个受他拷问的仆人那里得到的银钱之外;因为他们不知道从哪里可以夺取那笔银钱。
§28καὶ τὰ μὲν πραχθέντα ταῦτʼ ἦν ἐν τῇ ἀποδημίᾳ τῇ Ὀλυμπιοδώρου, καὶ τῆς κοινωνίας τῆς πρὸς τοῦτον ταῦτα ἐγὼ ἀπέλαυσα.
在奥林匹奥多罗斯出国期间发生的事情就是这些,而我从与他的合伙关系中得到的就是这些结果。
ἐπειδὴ δὲ ἐπεδήμησεν οὗτος καὶ οἱ ἄλλοι στρατιῶται, ἠγανάκτει Ὀλυμπιόδωρος οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῖς συμβεβηκόσι, καὶ ἡγεῖτο δεινὰ πεπονθέναι.
但当他和其他士兵回国后,审判员先生们,这位奥林匹奥多罗斯对发生的事情感到非常愤怒,认为自己遭受了不公正的对待。
ἐπειδὴ δὲ μεστὸς ἐγένετο ἀγανακτῶν, ἐσκοποῦμεν πάλιν καὶ ἐβουλευόμεθα κοινῇ ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὅντινα τρόπον τούτων τι πάλιν κομιούμεθα.
当他发泄完愤怒后,我和这位奥林匹奥多罗斯再次共同商议和策划,如何才能重新夺回这些财产中的一部分。
§29καὶ ἐδόκει ἡμῖν βουλευομένοις προσκαλεῖσθαι τοὺς ἐπιδεδικασμένους κατὰ τὸν νόμον, καὶ ἐκ τῶν ὑπαρχόντων ἀσφαλέστατον εἶναι μὴ ἐν τῷ αὐτῷ ἡμᾶς ἀμφοτέρους τὸν κίνδυνον ποιεῖσθαι πρὸς τοὺς ἀμφισβητοῦντας, ἀλλὰ χωρὶς ἑκάτερον, καὶ τουτονὶ μὲν Ὀλυμπιόδωρον ὅλου τοῦ κλήρου λαχεῖν, ὥσπερ τὸ πρότερον, καὶ ἀγωνίζεσθαι καθʼ αὑτόν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ὁ ἀδελφὸς ὁ ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει, §30ὅπως, ἐὰν μὲν Ὀλυμπιόδωρος οὑτοσὶ ἐπιτύχῃ τοῦ ἀγῶνος, ἐγὼ κατὰ τὰς συνθήκας καὶ τοὺς ὅρκους πάλιν τὸ μέρος λάβοιμι παρὰ τούτου, ἐὰν δʼ ἄρα ἀποτύχῃ καὶ τὰ ἕτερα ψηφίσωνται οἱ δικασταί, οὗτος παρʼ ἐμοῦ καλῶς καὶ δικαίως ἀπολαμβάνοι, ὥσπερ ὠμόσαμεν ἀλλήλοις καὶ συνεθέμεθα.
在我们商议时,我们认为应当依法传唤那些已被判定获得遗产的人,而且在目前的情况下,最稳妥的做法是我们两人不要在同一场诉讼中共同向争夺者冒险,而是各自独立进行;由这位奥林匹奥多罗斯像以前一样起诉申索全部遗产并独自争辩,而我则起诉申索一半遗产,因为我的兄弟卡利普斯也仅仅申索一半遗产,以便在这一诉讼中,如果这位奥林匹奥多罗斯胜诉,我便可以根据契约和誓言从他那里拿回我的份额;而如果万一他败诉,裁判员们作出了相反的判决,他也可以从我这里合理且公正地分得其份额,正如我们彼此宣誓并约定的那样。
ἐπειδὴ δὲ ταῦτʼ ἐβουλευσάμεθα καὶ ἐδόκει ἀσφαλέστατʼ εἶναι καὶ ἐμοὶ καὶ Ὀλυμπιοδώρῳ, προσεκλήθησαν ἅπαντες οἱ ἔχοντες τὰ τοῦ Κόμωνος κατὰ τὸν νόμον.
当我们商定好这些,且这在我和奥林匹奥多罗斯看来都是最稳妥的办法时,占有科蒙财产的所有人便都依法被传唤了。
καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησις ἐγένετο.
请为我宣读那条作为传唤依据的法律。
ΝΟΜΟΣ. §31κατὰ τὸν νόμον τοῦτον, ὦ ἄνδρες δικασταί, ἡ πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ.
〔法律〕审判员先生们,正是根据这条法律进行了传唤,并且我们按照这位奥林匹奥多罗斯认为合适的方式提交了申索书。
καὶ μετὰ ταῦτα ὁ ἄρχων ἀνέκρινε πᾶσιν ἡμῖν τοῖς ἀμφισβητοῦσιν, καὶ ἀνακρίνας εἰσήγαγεν εἰς τὸ δικαστήριον.
此后,执政官对我们所有申索人进行了预审,并在预审后将案件提交给法庭。
καὶ οὑτοσὶ Ὀλυμπιόδωρος ἠγωνίζετο πρῶτος, καὶ ἔλεγεν ὅ τι ἐβούλετο, καὶ μαρτυρίας παρείχετο ἃς ἐδόκει τούτῳ· κἀγώ, ὦ ἄνδρες δικασταί, σιωπῇ ἐκαθήμην ἐπὶ τοῦ ἑτέρου βήματος.
这位奥林匹奥多罗斯首先进行辩论,发表了他想说的任何话,并出示了他认为合适的证词;而我,审判员先生们,则静静地坐在另一个发言台上。
τοῦτον δὲ τὸν τρόπον κατασκευασθέντος τοῦ ἀγῶνος ἐνίκησεν ῥᾳδίως.
诉讼以这种方式准备后,他轻而易举地胜诉了。
§32νικήσας δὲ καὶ διαπραξαμένων ἅπαντα ὅσα ἐβουλήθημεν ἐν τῷ δικαστηρίῳ, καὶ ἀπολαβὼν παρὰ τῶν πρότερον ἐπιδικασαμένων ὅσα ἦσαν ἐκεῖνοι παρʼ ἡμῶν εἰληφότες, ταῦτα δὴ πάντα ἔχων καὶ τὸ ἀργύριον ὃ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος, οὐδʼ ὁτιοῦν ἠθέληκεν τῶν δικαίων πρός με ποιῆσαι, ἀλλʼ ἔχει αὐτὸς ἅπαντα, ὀμωμοκὼς καὶ συνθήκας πρός με ποιησάμενος ἦ μὴν ἰσομοιρήσειν.
然而,在他胜诉并我们在法庭上实现了我们所希望的一切之后,并且从之前被判得遗产的人手里收回了他们从我们这拿走的全部财产之后,尽管他占有了所有这些,以及他从那个受拷问的人那里得到的银钱,他却不愿对我履行任何应尽的义务,而是独自占有一切,尽管他曾宣誓并与我签署契约,保证平分财产。
καὶ αἱ συνθῆκαι αὗται ἔτι καὶ νῦν κεῖνται παρὰ τῷ Ἀνδροκλείδῃ, καὶ μεμαρτύρηκεν αὐτὸς πρὸς ὑμᾶς.
直到今天,这份契约仍存放在安德罗克莱德斯那里,正如他本人向你们作证的那样。