Humanitext Reader

狄摩西尼 · 控诉奥林匹奥多鲁斯 §16-24

追回隐匿财产与借故推迟诉讼

第 3 段,共 7 段 · 希腊语

内容简介

奴隶莫斯基翁的盗窃行为败露并在受审前退还了部分财物后,奥林匹奥多罗斯背着原告私自进行严刑拷问收回了巨款,却一再拖延平分。其间,其他索赔人(包括原告的同父异母兄弟)纷纷提出遗产申索,面对突如其来的诉讼,两人共商对策,而奥林匹奥多罗斯恰在此刻被征召前往阿卡纳尼亚服役,这为他们争取到了绝佳的延期准备机会。

§16οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, ὦ ἄνδρες δικασταί, ἢ ἡμεῖς διειλόμεθα τὰς μερίδας, ὑποψία τις ἐγένετο καὶ αἴσθησις περὶ τἀνθρώπου τούτου·
审判员先生们,在我们分好财产后不久,对这个男人产生了一些怀疑和觉察。
ἐκ δὲ ταύτης τῆς ὑποψίας ἐδόκει ἐμοὶ καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ βασανίζειν τὸν ἄνθρωπον.
出于这种怀疑,我和这位奥林匹奥多罗斯认为应该对这个男人进行严刑拷问。
καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, αὐτὸς αὑτοῦ κατεῖπε, πρὶν βασανίζεσθαι, ὅτι χιλίας δραχμὰς ὑφείλετο τοῦ Κόμωνος, καὶ ἔφη εἶναι παρʼ ἑαυτῷ ὅσον μὴ ἦν ἀνηλωμένον·
审判员先生们,那个男人在受刑前就自己供认,他偷了科蒙的一千德拉克马,并称未花完的部分还在他那里。
περὶ δὲ τοῦ πλείονος ἀργυρίου οὐδʼ ὁτιοῦν εἶπεν ἐν τῷ τότε χρόνῳ· καὶ ἀποδίδωσιν περὶ ἑξακοσίας τινὰς δραχμάς.
但对于更大数额的银钱,他在当时却一字未提;接着他退还了大约六百德拉克马。
§17καὶ τούτου τοῦ ἀργυρίου, οὗ ἀπέδωκεν ὁ ἄνθρωπος, καλῶς καὶ δικαίως κατὰ τοὺς ὅρκους οὓς ὠμόσαμεν ἡμεῖς καὶ κατὰ τὰς συνθήκας τὰς κειμένας παρὰ τῷ Ἀνδροκλείδῃ τὸ μὲν ἥμισυ ἐγὼ ἔλαβον, τὸ δʼ ἥμισυ οὑτοσὶ Ὀλυμπιόδωρος.
至于那个男人退还的这笔银钱,根据我们所立的誓言以及存放在安德罗克莱德斯那里的契约,合理且公正地,我拿了一半,这位奥林匹奥多罗斯拿了另一半。
§18μετὰ δὲ ταῦτα οὐ πολλῷ χρόνῳ ὕστερον ἐκ ταύτης τῆς ὑποψίας τῆς πρὸς τὸν οἰκέτην περὶ τοῦ ἀργυρίου οὗ ἀπέδωκεν, ἔδησεν τὸν ἄνθρωπον καὶ ἐβασάνισεν αὐτὸς ἐφʼ ἑαυτοῦ, ἡμᾶς δὲ οὐ παρεκάλεσεν, ὀμωμοκὼς κοινῇ ζητήσειν καὶ πράξειν μετʼ ἐμοῦ πάντα.
此后不久,由于对该仆人退还银钱之事的怀疑,他私自将那个男人绑起来进行拷问,却没有邀请我们到场,尽管他曾宣誓要共同追查并与我一起处理所有事情。
καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, κατατεινόμενος ὑπὸ τῆς βασάνου προσωμολόγησε καὶ τὰς ἑβδομήκοντα μνᾶς εἰληφέναι ὑφελόμενος Κόμωνος, καὶ ἀποδίδωσιν ἅπαν τὸ ἀργύριον τοῦτο Ὀλυμπιοδώρῳ τουτῳί.
审判员先生们,那个男人在严刑拷打下,进一步承认自己也从科蒙那里偷走了七十米纳,并将这笔钱全部退还给了这位奥林匹奥多罗斯。
§19ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἐπυθόμην περὶ τῆς βασάνου τοῦ ἀνθρώπου καὶ ὅτι ἀποδεδωκὼς εἴη τὸ ἀργύριον, ἐνόμιζόν μοι ἀποδώσειν τοῦτον τὸ ἥμισυ τοῦ ἀργυρίου, ὥσπερ καὶ τὸ πρότερον ἀπὸ τῶν χιλίων δραχμῶν ἀπέδωκε.
审判员先生们,当我得知拷问那名奴隶以及他已退还银钱的事情后,我以为他会像之前从一千德拉克马中分给我一样,把这笔银钱的一半也分给我。
καὶ εὐθὺς μὲν οὐ πάνυ τι ἠνώχλουν τούτῳ, ἡγούμενος αὐτὸν τοῦτο γνώσεσθαι καὶ διοικήσειν καὶ ἐμοὶ καὶ ἑαυτῷ, ὅπως ἑκάτερος ἡμῶν ἕξει τὰ δίκαια κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς περὶ τοῦ ἰσομοιρεῖν ἁπάντων ὧν Κόμων ἦν καταλελοιπώς·
因此,起初我并没有怎么去打扰他,以为他会明白这一点,并为我以及他自己处理好这件事,以便我们双方都能根据我们之间关于平分科蒙所留一切财产的誓言和契约,获得各自应得的部分。
§20ἐπειδὴ δὲ ἐνδιέτριβεν καὶ οὐδὲν ἐποίει, διελεγόμην τουτῳὶ Ὀλυμπιοδώρῳ, καὶ ἠξίουν ἀπολαμβάνειν τὸ ἐμαυτοῦ μέρος τοῦ ἀργυρίου.
但由于他拖延时间、毫无行动,我便找这位奥林匹奥多罗斯谈话,要求拿回属于我自己的那一分银钱。
οὑτοσὶ δὲ Ὀλυμπιόδωρος ἀεί τι προὐφασίζετο καὶ ἀναβολὰς ἐποιεῖτο.
而这位奥林匹奥多罗斯总是找各种借口并百般推延。
καὶ ἐν τούτῳ τῷ καιρῷ ἕτεροί τινες ἔλαχον τοῦ κλήρου τοῦ Κόμωνος, καὶ ὁ Κάλλιππος ἐπεδήμησεν ἐκ τῆς ἀποδημίας, ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος· καὶ οὗτος ἔλαχεν εὐθὺς τοῦ ἡμικληρίου.
就在这个时候,其他一些人对科蒙的遗产提起了诉讼,而我那同父异母的兄弟卡利普斯也从国外回来了;他一回来也立即对一半遗产提起了诉讼。
§21καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ πρόφασις καὶ αὕτη ἐγένετο πρὸς τὸ μὴ ἀποδιδόναι μοι τὸ ἀργύριον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀμφισβητοῦντες, καὶ ἔφη χρῆναί με περιμεῖναι, ἕως ἂν οἱ ἀγῶνες γένωνται.
对于这位奥林匹奥多罗斯来说,这也成了不分给我银钱的新借口,因为争夺遗产的人很多,他说我应该等待,直到诉讼审判有了结果。
καὶ ἐμοὶ ἀνάγκη ἦν ταῦτα συγχωρεῖν, καὶ συνεχώρησα.
而我也不得不同意这一点,于是我同意了。
§22μετὰ δὲ ταῦτα ἐβουλευόμεθα καὶ ἐγὼ καὶ οὑτοσὶ Ὀλυμπιόδωρος κοινῇ, ὥσπερ καὶ ὠμόσαμεν, ὅντινα τρόπον ἄριστα καὶ ἀσφαλέστατα προσοισόμεθα πρὸς τοὺς ἀμφισβητοῦντας.
此后,我和这位奥林匹奥多罗斯正如我们所宣誓的那样共同商议,如何才能最好、最稳妥地对付那些争夺遗产的人。
καὶ ἔδοξεν ἡμῖν, ὦ ἄνδρες δικασταί, τουτονὶ μὲν Ὀλυμπιόδωρον τοῦ κλήρου ὅλου ἀμφισβητεῖν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ὁ ἀδελφὸς ὁ ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει.
审判员先生们,我们决定,由这位奥林匹奥多罗斯申索全部遗产,而由我申索一半遗产,因为我的兄弟卡利普斯也仅仅申索了一半遗产。
§23καὶ ἐπειδὴ ἀνεκρίθησαν πρὸς τῷ ἄρχοντι ἅπασαι αἱ ἀμφισβητήσεις καὶ ἔδει ἀγωνίζεσθαι ἐν τῷ δικαστηρίῳ, ἀπαράσκευοι ἦμεν τὸ παράπαν πρὸς τὸ ἤδη ἀγωνίζεσθαι ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσὶ διὰ τὸ ἐξαίφνης ἐπιπεπτωκέναι ἡμῖν πολλοὺς τοὺς ἀμφισβητοῦντας·
当所有的申索在执政官前进行了预审,并且必须在法庭上进行争辩时,由于突然有许多申索人向我们袭来,我和这位奥林匹奥多罗斯完全没有做好立即交锋的准备。
ἐκ δὲ τῶν ὑπαρχόντων ἐσκοποῦμεν κοινῇ, εἴ πως ἀναβολή τις γένοιτο ἐν τῷ παρόντι, ὥστε παρασκευάσασθαι ἡμᾶς καθʼ ἡσυχίαν πρὸς τὸν ἀγῶνα.
因此,根据现有的情况,我们共同商讨目前是否能设法推迟,以便我们能从容地为这场诉讼做好准备。
§24καὶ κατὰ τύχην τινὰ καὶ δαίμονα ὑμεῖς ἐπείσθητε ὑπὸ τῶν ῥητόρων εἰς Ἀκαρνανίαν στρατιώτας ἐκπέμπειν, καὶ ἔδει καὶ τουτονὶ Ὀλυμπιόδωρον στρατεύεσθαι, καὶ ᾤχετο μετὰ τῶν ἄλλων στρατευόμενος.
后来,或许是因为某种运气和神意,你们被雄辩家说服,向阿卡纳尼亚派遣士兵,这位奥林匹奥多罗斯也必须服兵役,于是他随其他人一起出发参军去了。
καὶ συνεβεβήκει, ὡς ᾠόμεθα ἡμεῖς, αὕτη καλλίστη ἀναβολή, δημοσίᾳ τούτου ἀποδημοῦντος στρατευομένου.
正如我们所想,由于他因公出国服役,这成了一个最完美的延期机会。

词汇与语法注释

  1. §16οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ... ἢ — 连词 `ἤ` 接在比较级副词 `ὕστερον`(较晚、以后)之后,表示“比……”。整个结构字面意思是“在比我们分好财产的时间没过多久之后”,即“在我们分好财产之后不久”。
  2. §16ὅσον μὴ ἦν ἀνηλωμένον — 关系代词 `ὅσον` 后面接否定词 `μή`(而非 `οὐ`),表示一种限定性或条件性的陈述(“只要是未被花掉的部分”)。此处使用直说过去时(周延式过去/过去完成时 `ἦν ἀνηλωμένον`),指过去特定时间点“未被消耗掉的所有部分”。
  3. §19ἀπὸ τῶν χιλίων δραχμῶν ἀπέδωκε — 此处指前文(§17)中所述,两人平分了奴隶最初退还的“大约六百德拉克马”。介词 `ἀπό` 表示从整体(奴隶自认的一千德拉克马)中拿出的部分。动词 `ἀπέδωκε` 的主语在文脉上是指奥林匹奥多罗斯(他将分好的一半“给付/转交”给原告),而非奴隶。
  4. §23ἐκ τῶν ὑπαρχόντων — 字面意思是“从现有的事物中”,此处为惯用语,意为“在目前的情况下”或“利用现有的条件”。表现了在面临突发状况、准备不足时,两人试图在有限的条件下寻找权宜之计。

引用这一段

狄摩西尼, 控诉奥林匹奥多鲁斯 §16-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:16-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。