Humanitext Reader

狄摩西尼 · 控诉斯普迪亚斯 §1-8

波留埃克托斯遗产与嫁妆纠纷的缘起

第 1 段,共 4 段 · 希腊语

内容简介

原告解释了他与连襟斯普迪亚斯之间因岳父波留埃克托斯遗产(包括未付的嫁妆、抵押的房屋以及其他债务)而产生纠纷的背景和经过。

§1ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες δικασταί, γυναῖκας ἐγὼ καὶ Σπουδίας οὑτοσί, Πολυεύκτου θυγατέρας.
审判员们,我和这里的斯普迪亚斯娶了姐妹俩为妻,她们是波留埃克托斯的女儿。
ἄπαιδος δʼ ἐκείνου τελευτήσαντος ἀρρένων παίδων, ἀναγκάζομαι πρὸς τουτονὶ περὶ τῶν καταλειφθέντων δικάζεσθαι.
由于波留埃克托斯去世时没有男性子嗣,我被迫与这个人就遗留的财产进行诉讼。
καὶ εἰ μέν, ὦ ἄνδρες δικασταί, μὴ πᾶσαν σπουδὴν καὶ προθυμίαν ἐποιησάμην βουλόμενος διαλύεσθαι καὶ τοῖς φίλοις ἐπιτρέπειν, ἐμαυτὸν ἂν ᾐτιώμην, εἰ μᾶλλον ᾑρούμην δίκας καὶ πράγματʼ ἔχειν ἢ μίκρʼ ἐλαττωθεὶς ἀνέχεσθαι· §2νῦν δʼ ὅσῳ πραότερον ἐγὼ καὶ φιλανθρωπότερον τούτῳ διελεγόμην, τοσούτῳ μᾶλλόν μου κατεφρόνει.
审判员们,如果我没有尽一切努力和热忱,希望和解并委托给朋友们,我就会责备自己,因为我宁愿诉讼和惹上麻烦,而不愿忍受微小的损失;但实际上,我对他越是温和、越是友善地交涉,他就越是蔑视我。
καὶ νῦν κινδυνεύω μὲν οὐδὲν ὁμοίως τούτῳ πρὸς τουτονὶ τὸν ἀγῶνʼ ἔχειν, ἀλλʼ οὗτος μὲν ῥᾳδίως φέρει πολλάκις εἰθισμένος ἐνταῦθʼ εἰς ὑμᾶς παριέναι, ἐγὼ δʼ αὐτὸ τοῦτο φοβοῦμαι, μὴ διὰ τὴν ἀπειρίαν οὐ δυνηθῶ δηλῶσαι περὶ τῶν πραγμάτων ὑμῖν·
现在我面临的风险是,在这场诉讼中与他的处境完全不同:他因为经常习惯于来到你们面前,因而表现得很轻松;而我却害怕这件事情,即由于缺乏经验,我可能无法向你们把事情说清楚。
ὅμως δʼ, ὦ ἄνδρες δικασταί, προσέχετε τὸν νοῦν.
尽管如此,审判员们,请你们集中注意力。
§3Πολύευκτος γὰρ ἦν τις Θριάσιος, ὃν ἴσως οὐδʼ ὑμῶν τινες ἀγνοοῦσιν.
因为波留埃克托斯是特里亚区的人,也许你们中也有人认识他。
οὗτος ὁ Πολύευκτος, ἐπειδὴ οὐκ ἦσαν αὐτῷ παῖδες ἄρρενες, ποιεῖται Λεωκράτη τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός.
这位波留埃克托斯因为没有男性子嗣,便收养了他妻子的兄弟莱奥克拉特斯。
οὐσῶν δʼ αὐτῷ δύο θυγατέρων ἐκ τῆς τοῦ Λεωκράτους ἀδελφῆς, τὴν μὲν πρεσβυτέραν ἐμοὶ δίδωσιν καὶ τετταράκοντα μνᾶς προῖκα, τὴν δὲ νεωτέραν τῷ Λεωκράτει.
他和莱奥克拉特斯的姐妹(即他的妻子)育有两个女儿,他把长女嫁给了我,并附带四十个米纳的嫁妆,而把次女嫁给了莱奥克拉特斯。
§4τούτων δʼ οὕτως ἐχόντων, διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη, περὶ ἧς οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν, ἀφελόμενος ὁ Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί.
在这些情况下,波留埃克托斯与莱奥克拉特斯之间发生了纠纷——对此我不知道该说什么好——波留埃克托斯便夺回了女儿,把她嫁给了这里的斯普迪亚斯。
μετὰ δὲ ταῦτʼ ἠγανάκτει θʼ ὁ Λεωκράτης, καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ, καὶ περὶ πάντων ἠναγκάζοντʼ εἰς λόγον καθίστασθαι.
此后,莱奥克拉特斯大为愤怒,起诉了波留埃克托斯和这里的斯普迪亚斯,他们被迫就所有事情进行交涉。
καὶ τὸ τελευταῖον διελύθησαν, ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος, μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ, τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων.
最后他们和解了,条件是莱奥克拉特斯收回他带入这份财产的所有东西,且不对波留埃克托斯心存怨恨,并免除彼此之间的一切指控。
§5τίνος οὖν ἕνεχʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ταῦτʼ εἶπον;
那么,审判员们,我为什么要对你们说这些呢?
ὅτι τὴν προῖκʼ οὐ κομισάμενος ἅπασαν, ἀλλʼ ὑπολειφθεισῶν χιλίων δραχμῶν καὶ ὁμολογηθεισῶν ἀπολαβεῖν ὅταν Πολύευκτος ἀποθάνῃ, ἕως μὲν ὁ Λεωκράτης ἦν κληρονόμος τῶν Πολυεύκτου, πρὸς ἐκεῖνον ἦν μοι τὸ συμβόλαιον·
因为我没有收到全部嫁妆,而是剩下一千德拉克马未付,并约定在波留埃克托斯去世时收取。
ἐπειδὴ δʼ ὅ τε Λεωκράτης ἐξεκεχωρήκει ὅ τε Πολύευκτος μοχθηρῶς εἶχεν, τηνικαῦτʼ, ὦ ἄνδρες δικασταί, τὴν οἰκίαν ταύτην ἀποτιμῶμαι πρὸς τὰς δέκα μνᾶς, ἐξ ἧς διακωλύει με τὰς μισθώσεις κομίζεσθαι Σπουδίας.
只要莱奥克拉特斯还是波留埃克托斯的继承人,我的合同就是与他签订的;但是,当莱奥克拉特斯退出,且波留埃克托斯病重时,审判员们,在那时,我将这所房屋作为那十个米纳的抵当,而斯普迪亚斯却阻挠我从这所房屋收取租金。
§6πρῶτον μὲν οὖν ὑμῖν μάρτυρας παρέξομαι τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι Πολύευκτος τὴν θυγατέρʼ ἐπὶ τετταράκοντα μναῖς· ἔπειθʼ ὡς ἔλαττον ταῖς χιλίαις ἐκομισάμην· ἔτι δʼ ὡς ἅπαντα τὸν χρόνον ὀφείλειν ὡμολόγει μοι Πολύευκτος, καὶ τὸν Λεωκράτην συνέστησε, καὶ ὡς τελευτῶν διέθεθʼ ὅρους ἐπιστῆσαι χιλίων δραχμῶν ἐμοὶ τῆς προικὸς ἐπὶ τὴν οἰκίαν.
因此,首先我将为你们提供证人,即当波留埃克托斯以四十个米纳将女儿许配给我时在场的人;其次,证明我少收了一千;此外,证明波留埃克托斯在所有时间里都承认欠我这笔钱,并引介了莱奥克拉特斯,以及他临终前立下遗嘱,为我的嫁妆在这所房屋上设立一千德拉克马的抵押标志(界石)。
καί μοι κάλει τοὺς μάρτυρας.
请帮我传唤证人。
ΜΑΡΤΥΡΕΣ.
证人。
§7ἓν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τοῦτʼ ἔστιν ὧν ἐγκαλῶ Σπουδίᾳ.
审判员们,因此,这便是我指控斯普迪亚斯的事情之一。
καὶ περὶ τούτου τί ἂν ἔτι μεῖζον ἢ ἰσχυρότερον ἔχων εἰς ὑμᾶς κατέστην ἢ τὸν νόμον, ὃς οὐκ ἐᾷ διαρρήδην, ὅσα τις ἀπετίμησεν, εἶναι δίκας, οὔτʼ αὐτοῖς οὔτε τοῖς κληρονόμοις;
关于这一点,我来到你们面前,除了法律之外,还能有什么更大、更强有力的依据呢? 法律明确规定,对于任何人作为抵当所设定的事物,无论是对当事人自己还是其继承人,都不允许提起诉讼。
ἀλλʼ ὅμως πρὸς τοῦτο τὸ δίκαιον ἥκει Σπουδίας ἀμφισβητήσων.
然而,斯普迪亚斯还是来对这一公正的权利进行争辩。
§8ἕτερον δʼ, ὦ ἄνδρες δικασταί, δύο μὲν μνᾶς, ἃς ἐμαρτύρησεν Ἀριστογένης ἐγκαλεῖν ἀποθνῄσκοντα Πολύευκτον ὀφειλομένας αὑτῷ παρὰ Σπουδίᾳ καὶ τὸν τόκον (τοῦτο δʼ ἐστὶν οἰκέτου τιμή, ὃν ἐωνημένος οὗτος παρὰ τοῦ Πολυεύκτου, τὴν τιμὴν οὔτʼ ἐκείνῳ διέλυσεν οὔτε νῦν εἰς τὸ κοινὸν ἀνενήνοχεν), ὀκτακοσίας δὲ καὶ χιλίας, περὶ ὧν οὐδʼ ἔγωγʼ οἶδα τί ποθʼ ἕξει δίκαιον λέγειν.
审判员们,另一件事是两个米纳,阿里斯托格内斯曾作证说,波留埃克托斯临终时指控斯普迪亚斯欠他这两个米纳及利息(这是一名家奴的价钱,斯普迪亚斯向波留埃克托斯购买了该奴隶,既没有向他支付价钱,现在也没有把这笔钱归入公有财产),还有一千八百,对此我自己都不知道他能有什么正当的理由来说明。

词汇与语法注释

  1. §1ἄπαιδος δʼ ἐκείνου τελευτήσαντος ἀρρένων παίδων — 属格独立分词结构。ἐκείνου 是主语,ἄπαιδος 是意为“没有”的形容词,支配属格 ἀρρένων παίδων。
  2. §1εἰ μᾶλλον ᾑρούμην δίκας καὶ πράγματʼ ἔχειν ἢ μίκρʼ ἐλαττωθεὶς ἀνέχεσθαι — 使用未完成过去时直陈语气虚拟条件从句。与主句 ἐμαυτὸν ἂν ᾐτιώμην(未完成过去时 + ἄν)相呼应,表示对过去的相反事实假设:“如果(与事实相反)我当时宁愿……”。
  3. §4ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην — 引导条件从句的 ἐφʼ ᾧτε + 不定式(εἶναι, ἀπηλλάχθαι)结构。τὸν Λεωκράτην 是不定式的逻辑主语(对格),分词 κομισάμενον 与其保持一致。
  4. §5ὅτι τὴν προῖκʼ οὐ κομισάμενος ἅπασαν — 作为对前文疑问“我为什么要说这些”的回答,以 ὅτι(因为)开始,但在 ὅτι 之后立即夹杂了分词结构(οὐ κομισάμενος...)和属格独立分词(ὑπολειφθεισῶν...),随后才连接到主句 ἕως μὲν ... πρὸς ἐκεῖνον ἦν μοι τὸ συμβόλαιον。
  5. §8δύο μὲν μνᾶς... ὀκτακοσίας δὲ καὶ χιλίας — 这些对格形式的名词与 §8 开头的 ἕτερον δʼ(另一件事)处于同位语关系,或作为松散的宾语。整个句子的结构较为松散,这些款项以对格形式呈现,作为指控内容的列举。

引用这一段

狄摩西尼, 控诉斯普迪亚斯 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg041.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。