Humanitext Reader

狄摩西尼 · 控诉斯普迪亚斯 §17-23

事先知晓遗嘱与参与妻子记录的封存

第 3 段,共 4 段 · 希腊语

内容简介

说话人提出证据表明,斯普迪亚斯夫妇事先已知晓并默认了遗嘱内容。他进一步指出,由于斯普迪亚斯本人参与了波留埃克托斯妻子留下的财产记录的开封和重新封印,他现在否认这些内容是不合理的。

§17πρὸς ἐκεῖνο δὲ τί ἂν λέγοις;
对此,你打算怎么说?
ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις· εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτʼ αὐτόν.
你必须向他们准确地解释;否则,请你们大家向他提出质问。
ὅτε γὰρ Πολύευκτος διετίθετο ταῦτα, παρῆν μὲν ἡ τούτου γυνή, καὶ δῆλον ὅτι τὰς τοῦ πατρὸς διαθήκας ἀνήγγειλεν, ἄλλως τʼ εἰ καὶ μηδὲν ἴσον εἶχεν ἀλλʼ ἐν ἅπασιν ἠλαττοῦτο, παρεκλήθη δʼ αὐτὸς οὗτος, ὥστε μηδὲ τοῦτʼ εἶναι λέγειν, ὡς λάθρᾳ καὶ διακρυψάμενοι τούτους ἐπράττομεν ταῦτα·
因为当波留埃克托斯做出这些遗嘱安排时,这个人的妻子在场,显然她向他报告了父亲的遗言,特别是由于她没有得到任何平等的份额,而是在一切事情上都处于劣势;而且他本人也受到了邀请,因此甚至无法说我们是在背着他们秘密进行这些事的。
παρακαλούμενος γὰρ ἔφησεν αὐτὸς μὲν ἀσχολίαν ἄγειν, τὴν δὲ γυναῖκʼ ἐξαρκεῖν τὴν αὑτοῦ παροῦσαν.
因为当他受到邀请时,他说自己很忙,但他的妻子在场就足够了。
§18τί ἔτι λοιπόν;
还有什么剩下的呢?
ἀπαγγείλαντος Ἀριστογένους αὐτῷ περὶ ἁπάντων τούτων ἀκριβῶς, οὐδʼ ἐνταῦθʼ οὐδένα φαίνεται λόγον ποιησάμενος, ἀλλʼ ἐπιβιόντος μετὰ ταῦτα τοῦ Πολυεύκτου πλέον ἢ πένθʼ ἡμέρας, οὔτʼ ἠγανάκτησεν εἰσελθὼν οὔτʼ ἀντεῖπεν οὐδέν, οὐδʼ ἡ γυνή, παροῦσʼ ἐξ ἀρχῆς ἅπασιν τούτοις.
当阿里斯托格内斯向他准确地报告了所有这些事情后,他似乎甚至在那时也没有提出任何异议,而且此后波留埃克托斯又活了五天以上,他既没有进去表示愤怒,也没有说任何反对的话,他的妻子也是如此,她从一开始就目睹了所有这些事。
ὥστʼ οὐκέτι Πολύευκτος αὐτὰ πεισθεὶς ἐμοὶ κατεχαρίζετο, ὡς ἔοικεν, ἀλλʼ ὑμεῖς αὐτοί.
因此,看来不再是波留埃克托斯被我说服而偏袒我,而是你们自己同意了。
ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, μεμνημένοι σαφῶς, ἐὰν ἄρα τι περὶ αὐτῶν ἐγχειρῇ νυνὶ διαβάλλειν, ἀντίθετε.
因此,审判员们,请牢记这些事,如果他现在企图就这些事进行任何诽谤,请以此来反驳他。
πρῶτον δʼ ἵνʼ εἰδῆτʼ ἀκριβῶς ὅτι τοῦτον τὸν τρόπον ἔχει, τῶν μαρτύρων ἀκούσατε.
但首先,为了让你们准确地知道事实确实如此,请听取证人的证言。
λέγε.
请宣读。
ΜΑΡΤΥΡΕΣ.
¦证人。
§19οὐκοῦν, ὦ ἄνδρες δικασταί, τῶν μὲν χιλίων δραχμῶν ὡς δικαίως καὶ προσοφειλομένων ἀπετίμησέ μοι τὴν οἰκίαν ὁ Πολύευκτος, αὐτὸς οὗτός μοι μαρτυρεῖ καὶ ἡ τούτου γυνὴ πρὸς τοῖς ἄλλοις τούτοις τοῖς μεμαρτυρηκόσι, συγχωροῦντες τότε καὶ οὔτε πρὸς τὸν Πολύευκτον ἀντειπόντες ἐπιβιόντα τοσαύτας ἡμέρας, οὔτε πρὸς τὸν Ἀριστογένη, ἐπεὶ τάχιστʼ ἤκουσαν.
¦ 因此,审判员们,关于那作为正当且追加欠款而由波留埃克托斯为我设立抵押的一千德拉克马房屋一事,除了其他已经作证的人之外,这个人自己和他的妻子也在为我作证,因为他们当时表示同意,既没有反对活了那么多天的波留埃克托斯,也没有在听说后立即反对阿里斯托格内斯。
ἀλλὰ μὴν εἴ γε δικαίως ἀπετιμήθη, μεμνημένοις τοῦ νόμου κατὰ μὲν τοῦθʼ ὑμῖν οὐκ ἔστιν ἀποψηφίσασθαι Σπουδίου.
然而,如果它确实是正当地设立了抵押,对于记住法律的你们来说,在这一点上是不可能判决斯普迪亚斯胜诉的。
§20σκέψασθε δὲ καὶ περὶ τῶν εἴκοσι μνῶν, ἃς οὐκ ἐπαναφέρει· καὶ γὰρ ἐνταυθοῖ πάλιν αὐτὸς οὗτός μοι μέγιστος ἔσται μάρτυς, οὐ λόγῳ μὰ Δίʼ ὥσπερ νῦν ἀντιδικῶν (τουτὶ μὲν γὰρ οὐδὲν τεκμήριόν ἐστιν), ἀλλʼ ἔργῳ περιφανεῖ.
也请考虑一下他没有带回共同财产的二十米纳;因为在这里,这个人自己也将成为我最大的证人,奉宙斯之名,不是通过他现在抗辩时所说的话(因为这算不上什么证据),而是通过显而易见的行动。
τί ποιῶν, ὦ ἄνδρες δικασταί;
审判员们,他通过做什么来证明呢?
τούτῳ γὰρ ἤδη προσέχετε τὸν νοῦν, ἵνʼ ἐὰν ἄρα τολμᾷ τι καὶ περὶ τῆς μητρὸς τῶν γυναικῶν βλασφημεῖν ἢ περὶ τῶν γραμμάτων, εἰδότας ὑμᾶς μὴ δύνηται λέγων ἐξαπατᾶν.
请现在就对此予以注意,这样即使他敢于对妇女们的母亲或文书进行任何诽谤,由于你们知道事实,他也无法用言辞来欺骗你们。
§21ταυτὶ γὰρ τὰ γράμματα κατέλιπεν μὲν ἡ Πολυεύκτου γυνή, καθάπερ εἶπον ὀλίγῳ πρότερον· ὁμολογουμένων δὲ τῶν σημείων καὶ παρὰ τῆς τούτου γυναικὸς καὶ παρὰ τῆς ἐμῆς, ἀμφότεροι παρόντες ἀνοίξαντες ἀντίγραφά τʼ ἐλάβομεν, κἀκεῖνα πάλιν κατασημηνάμενοι παρʼ Ἀριστογένει κατεθέμεθα.
因为这些文书是波留埃克托斯的妻子留下的,正如我刚才所说;当这个人的妻子和我的妻子都承认了封印后,我们双方都在场打开了它们并留存了副本,然后重新封印,存放在阿里斯托格内斯那里。
§22τοῦτο δή, τοῦτʼ, ὦ ἄνδρες δικασταί, μάθετε πρὸς θεῶν.
审判员们,奉神之名,请了解这件事,正是这件事。
ἐνῆσαν μὲν γὰρ αἱ δύο μναῖ, ἡ τιμὴ τοῦ οἰκέτου, καὶ οὐ μόνον ὁ Πολύευκτος ἀποθνῄσκων ταύτας ἐνεκεκλήκει, ἐνῆσαν δʼ αἱ χίλιαι καὶ ὀκτακόσιαι δραχμαί.
因为其中包含着两米纳,即奴隶的价格,不仅波留埃克托斯在临终前曾就此提出请求,而且还有一千八百德拉克马。
ταῦτα δʼ ἀναγνούς, εἰ μὲν αὐτῷ μηδὲν προσῆκεν μηδʼ ἀληθῆ τὰ γεγραμμένʼ ἦν, τί δή ποτʼ οὐκ εὐθὺς ἠγανάκτει περὶ αὐτῶν;
在阅读了这些之后,如果这与他毫无关系,且所写的内容并非真实,他为什么不立刻对此表示愤怒?
τί δὲ συνεσημαίνετο πάλιν τὰ μηδὲν ὑγιὲς ὄντα μηδʼ ἀληθῆ γράμματα;
他又为什么要重新共同封印那些毫无根据且不真实的文书呢?
τουτὶ γὰρ οὐδʼ ἂν εἷς δήπου μὴ πᾶσιν ὁμολογῶν τοῖς γεγραμμένοις ποιήσειεν.
因为除非他同意所写的一切,否则任何人都绝不会这样做。
§23ἀλλὰ μήν, ὦ ἄνδρες δικασταί, τοῦτό γε δεινὸν δήπου, εἰ πρὸς τὰ συγκεχωρημένʼ ὑπʼ αὐτῶν τούτων ἐξέσται νῦν ἀντιλέγειν, καὶ μηδὲν σημεῖον ὑμῖν ἔσται, διότι πάντες ἄνθρωποι πρὸς τὰ μήτʼ ἀληθῆ μήτε δίκαια τῶν ἐγκλημάτων οὐ κατασιωπᾶν, ἀλλὰ παραχρῆμʼ ἀμφισβητεῖν εἰώθαμεν, μὴ ποιήσαντες δὲ ταῦτα, ἂν ὕστερον ἀντιδικῶσιν, πονηροὶ καὶ συκοφάνται δοκοῦσιν εἶναι.
然而,审判员们,如果现在允许对这些人自己同意的事情进行反驳,这当然是可怕的;而且,如果这对你们来说不能成为一个证据,那么我们将无法证明,所有人在面对既不真实也不公正的指控时,习惯上都不会保持沉默,而是会立即提出异议,而那些不这样做、过后却又进行抗辩的人,会被认为是邪恶的和诬告者。

词汇与语法注释

  1. §17ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις· εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτʼ αὐτόν. — ὅπως 连用将来直说动词(διδάξεις)的独立用法,表示强烈的命令或要求(“务必向他们解释”)。而 ἀπαιτεῖτε 是现在命令法(“要求”),促使全体审判员(ὑμεῖς)向斯普迪亚斯(αὐτόν)提出质问。
  2. §19κατὰ μὲν τοῦθʼ ὑμῖν οὐκ ἔστιν ἀποψηφίσασθαι Σπουδίου. — 动词 ἀποψηφίζομαι 支配属格(Σπουδίου),意为“宣告(被告)无罪、判决其胜诉”。与格 ὑμῖν 与非人称动词 ἔστιν(表示可能,“能够”)连用,意为“对于你们而言,在这一点上是不可能判决斯普迪亚斯胜诉的”。
  3. §22τουτὶ γὰρ οὐδʼ ἂν εἷς δήπου μὴ πᾶσιν ὁμολογῶν τοῖς γεγραμμένοις ποιήσειεν. — 带有 ἄν 的希求法(潜在语气 ἂν ποιήσειεν.)与带有否定词 μή 的条件分词短语(μὴ πᾶσιν ὁμολογῶν...,“如果不赞同所有写下的内容”)连用,分词起到了条件从句的作用。整句意为“如果不赞同所写下的一切,想必没有一个人会做出这种事”。

引用这一段

狄摩西尼, 控诉斯普迪亚斯 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg041.humanitext-grc2:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。