Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯二 §32-38

揭露对方恶毒的虚假指控与结案陈词

第 5 段,共 8 段 · 希腊语

内容简介

原告揭露了被告的阴毒行径,指出其根本不是什么“不喜诉讼之人”,反曾以自残伤口向阿雷奥帕古斯法庭对原告提起虚假指控,并干扰原告的公职资格审查。在提及另一起涉及米蒂利尼的无端指控后,原告在水钟时限内总结被告的种种恶行与诉讼癖好,请求裁判官驳回被告无耻的辩解。

§32νὴ Δίʼ, ἀπράγμων γάρ τις ἴσως ἐστὶν ἄνθρωπος καὶ οὐ φιλόδικος.
凭宙斯起誓,因为他或许是个安分守己、不喜诉讼的人吧。
ἐβουλόμην τἄν, ὦ ἄνδρες δικασταί, τοιοῦτον αὐτὸν εἶναι.
裁判官诸位,我倒真希望他是这样的人。
νυνὶ δὲ ὑμεῖς μὲν οὕτως ἐστὲ κοινοὶ καὶ φιλάνθρωποι, ὥστε οὐδὲ τοὺς τῶν τριάκοντα υἱεῖς φυγαδεῦσαι ἐκ τῆς πόλεως ἠξιώσατε· οὗτος δὲ ἐμοὶ μετὰ Μενεκλέους τοῦ πάντων τούτων ἀρχιτέκτονος ἐπιβουλεύσας, καὶ ἐξ ἀντιλογίας καὶ λοιδορίας πληγὰς συναψάμενος, ἐπιτεμὼν τὴν κεφαλὴν τὴν αὑτοῦ τραύματος εἰς Ἄρειον πάγον με προσεκαλέσατο, ὡς φυγαδεύσων ἐκ τῆς πόλεως.
然而在现实中,你们是如此公正和宽厚,以至于你们甚至认为不应将三十人政权的子嗣驱逐出城;而此人却与这所有阴谋的策划者梅内克莱斯合谋陷害我,在由争执和辱骂引发的互殴中,他割伤了自己的头部,并以伤害罪将我起诉至阿雷奥帕古斯,意图将我驱逐出城。
§33καὶ εἰ μὴ Εὐθύδικος ὁ ἰατρός, πρὸς ὃν οὗτοι τὸ πρῶτον ἦλθον δεόμενοι ἐπιτεμεῖν τὴν κεφαλὴν αὐτοῦ, πρὸς τὴν ἐξ Ἀρείου πάγου βουλὴν εἶπεν τὴν ἀλήθειαν πᾶσαν, τοιαύτην ἂν δίκην οὗτος εἰλήφει παρʼ ἐμοῦ τοῦ μηδὲν ἀδικοῦντος, ἣν ὑμεῖς οὐδὲ κατὰ τῶν τὰ μέγιστʼ ἀδικούντων ὑμᾶς ἐπιχειρήσαιτʼ ἂν ποιήσασθαι.
如果不是医生埃乌蒂迪科斯——这伙人最初前去央求他割伤此人头部的人——向阿雷奥帕古斯议事会说明了全部真相,此人就会从毫无过错的我身上,索取你们甚至绝不会尝试对那些对你们犯下最严重罪行的人所施加的惩罚。
ἵνα δὲ μὴ δοκῶ διαβάλλειν αὐτόν, ἀνάγνωθί μοι τὰς μαρτυρίας.
为了不让我显得是在诽谤他,请为我宣读证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§34τοῦτον μὲν τοίνυν οὕτω μέγαν καὶ φοβερὸν ἀγῶνά μοι οὐχ ὡς εὐήθης ὤν, ἀλλʼ ὡς ἐπίβουλος καὶ κακοῦργος κατεσκεύασεν.
因此,他针对我策划了如此重大且可怕的诉讼,并非因为他生性愚讷,而是因为他阴险且不怀好意。
μετὰ δὲ ταῦτα ἀντὶ τοῦ ὀνόματος οὗ ἔθετο αὐτῷ ὁ πατὴρ Βοιωτόν, ὥσπερ καὶ πρὸς ὑμᾶς μεμαρτύρηται, ἐπειδὴ ἐκεῖνος ἐτελεύτησε, Μαντίθεον ἑαυτὸν ἐγγράψας εἰς τοὺς δημότας, καὶ τοῦ αὐτοῦ ἐμοὶ καὶ πατρὸς καὶ δήμου προσαγορευόμενος, οὐ μόνον τὴν δίκην ταύτην, περὶ ἧς νυνὶ δικάζομαι, ἀνάδικον ἐποίησεν, ἀλλὰ καὶ χειροτονησάντων ὑμῶν ἐμὲ ταξίαρχον, ἧκεν αὐτὸς ἐπὶ τὸ δικαστήριον δοκιμασθησόμενος, δίκην δὲ ἐξούλης ὠφληκώς, ταύτην οὐκ αὐτὸς ὠφληκέναι φησίν, ἀλλʼ ἐμέ.
在此之后,为了取代父亲给他的名字“波伊奥托斯”(正如已经向你们作证的那样),在父亲去世后,他将自己登记在区民名簿上,改名为“曼蒂特奥斯”,并冠以与我相同的父亲和区名,他不仅使我目前正在诉讼的这桩案子面临重新审理,而且在你们选任我为步兵指挥官时,他自己跑到法庭要求接受资格审查,甚至在被判输掉一桩退去强制诉讼并面临罚金时,他声称输掉诉讼的不是他自己,而是我。
§35ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, κακά μοι παρέχων ἠνάγκασέ με λαχεῖν αὑτῷ δίκην περὶ τοῦ ὀνόματος, οὐχ ἵνα χρήματα παρʼ αὐτοῦ λάβω, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἵνα, ἐὰν ὑμῖν δοκῶ δεινὰ πάσχειν καὶ βλάπτεσθαι μεγάλα, οὑτοσὶ καλῆται Βοιωτός, ὥσπερ ὁ πατὴρ αὐτῷ ἔθετο.
简而言之,他通过不断给我制造麻烦,逼得我不得不就名字问题对他提起诉讼,裁判官诸位,这并非为了从他那里得到钱财,而是为了让你们看到我遭受了悲惨的待遇和巨大的损失,从而使此人必须被称为“波伊奥托斯”,正如父亲给他所起的名字那样。
ὅτι τοίνυν ἀληθῆ καὶ ταῦτα λέγω, λαβέ μοι καὶ τὰς περὶ τούτων μαρτυρίας.
为了证明我在这些事上说的也是实话,请为我拿来关于这些事的证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§36πρὸς τούτοις τοίνυν καὶ ὅτι ἐγὼ στρατευόμενος καὶ μετὰ Ἀμεινίου ξενολογήσας, ἄλλοθέν τε χρήματα εὐπορήσας καὶ ἐκ Μυτιλήνης παρὰ τοῦ ὑμετέρου προξένου Ἀπολλωνίδου καὶ παρὰ τῶν φίλων τῆς πόλεως λαβὼν τριακοσίους στατῆρας Φωκαιᾶς, ἀνήλωσα εἰς τοὺς στρατιώτας, ἵνα πρᾶξίς τις πραχθείη καὶ ὑμῖν καὶ ἐκείνοις συμφέρουσα, §37περὶ τούτων μοι δικάζεται ὡς πατρικὸν κεκομισμένῳ χρέως παρὰ τῆς πόλεως τῆς Μυτιληναίων, Καμμῦ τῷ τυραννοῦντι Μυτιλήνης ὑπηρετῶν, ὃς καὶ ὑμῖν κοινῇ καὶ ἐμοὶ ἰδίᾳ ἐχθρός ἐστιν.
此外,当我服兵役并与阿梅尼亚斯一起招募雇佣兵时,我从其他渠道筹措了资金,并从米蒂利尼的你们的国宾接待人阿波罗尼德斯以及城邦的朋友们那里得到了三百个福卡亚斯斯塔特金币,将之花在士兵身上,以便达成一项对你们和他们都有利的行动,关于这些事,他却指控我从米蒂利尼城邦收回了父亲的债权,为此向我提起诉讼,而他实际上是在为米蒂利尼的僭主卡缪斯效力,此人不仅是你们共同的敌人,也是我个人的敌人。
ὅτι δὲ ὁ πατὴρ ἡμῶν, ἣν ἐψηφίσαντο αὐτῷ δωρεὰν οἱ Μυτιληναῖοι, εὐθὺς αὐτὸς ἐκομίσατο, καὶ ὡς οὐδὲν ὠφείλετο αὐτῷ χρέως ἐν Μυτιλήνῃ, τῶν ὑμετέρων φίλων παρέξομαι μαρτυρίαν.
而至于我们的父亲自己早已立刻收回了米蒂利尼人投票决定给他的赠礼,且在米蒂利尼并无未清偿的债权,我将提供你们朋友们的证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§38ἔχων τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἄλλα πολλὰ καὶ δεινὰ λέγειν, ἃ οὗτος καὶ εἰς ἐμὲ καὶ εἰς ὑμῶν ἐνίους ἡμάρτηκεν, ἀναγκάζομαι διὰ τὸ ὀλίγον εἶναί μοι τὸ ὕδωρ παραλιπεῖν.
裁判官诸位,尽管我还有许多其他关于此人对我及你们中的一些人所犯下的恶行可说,但由于我的水钟之水所剩无几,我被迫略去。
νομίζω δὲ καὶ ἐκ τούτων ὑμῖν ἱκανῶς ἐπιδεδεῖχθαι, ὡς οὐ τοῦ αὐτοῦ ἀνθρώπου ἐστίν, ἀγῶνα μέν μοι περὶ φυγῆς κατασκευάζειν καὶ δίκας οὐδὲν προσηκούσας δικάζεσθαι, πρὸς δὲ τὸν διαιτητὴν ἀπαντᾶν ἀπαράσκευον.
但我认为,从这些事情中也已向你们作了充分的证明:策划一场要将我驱逐出境的官司并提起与自己毫不相干的诉讼,与在仲裁人面前毫无准备地出庭,这两者绝非出自同一个人的行径。
ὥστε περὶ μὲν τούτων ἂν ἐπιχειρῇ λέγειν, οὐκ οἴομαι ὑμᾶς ἀποδέξεσθαι.
因此,如果他企图就这些事进行辩解,我认为你们绝不会予以接受。

词汇与语法注释

  1. §32ἐβουλόμην τἄν — 直说语气未完成过去时 ἐβουλόμην 与小词 ἄν 连用(此处为 ἐβουλόμην τοι ἄν 的缩略),表示在现在无法实现的愿望(“我倒希望……但实际并非如此”)。
  2. §33τοιαύτην ἂν δίκην οὗτος εἰλήφει παρʼ ἐμοῦ τοῦ μηδὲν ἀδικοῦντος, ἣν ὑμεῖς οὐδὲ κατὰ τῶν τὰ μέγιστʼ ἀδικούντων ὑμᾶς ἐπιχειρήσαιτʼ ἂν ποιήσασθαι — 前半部的归结从句 ἂν... εἰλήφει 表示过去的反事实条件(“本会索取,但实际并未发生”),而后半部关系从句中的 ἐπιχειρήσαιτʼ 表达(祈愿语气与 ἄν 连用)则表示针对裁判官的一般性潜在可能性(“你们绝不会尝试”),在同一个句子中结合了不同的情态。
  3. §38οὐ τοῦ αὐτοῦ ἀνθρώπου ἐστίν — 属格 τοῦ αὐτοῦ ἀνθρώπου 为表特征或属性的属格。作谓语与 ἐστίν 连用,意为“这不是同一个人所具有的特征(所为)”或“同一个人做这两件事是前后矛盾的”。

引用这一段

狄摩西尼, 控诉波奥图斯二 §32-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg040.humanitext-grc2:32-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。