Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯二 §17-23

借姓名争议逃避责任与外祖父的财产实况

第 3 段,共 8 段 · 希腊语

内容简介

原告指责被告利用名字的争议作为借口来逃避归还嫁妆,并通过说明外祖父破产的财产状况,驳斥了对方关于祖传财产的预期辩词。

§17περὶ μὲν οὖν ὧν οὗτοί μοι ἐδικάζοντο, παρόντος τούτου καὶ ἀντιδικοῦντος καὶ οὐκ ἔχοντος ἐπιδεῖξαι οὐδὲν ὧν ἐνεκάλουν, ἀπεδιῄτησέν μου ὁ διαιτητής·
至于他们起诉我的那些诉讼,在此人出庭辩论却无法证明其任何指控的情况下,仲裁人作出了对我有利的裁决。
καὶ οὗτος συνειδὼς αὑτῷ ἀδίκως ἐγκαλοῦντι οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον, οὔτε νῦν περὶ ἐκείνων εἴληχέ μοι δίκην οὐδεμίαν, ἀλλὰ περὶ ἄλλων τινῶν, λύσειν τοῖς ἐγκλήμασι τούτοις τὴν δίκην ταύτην οἰόμενος.
他自己也深知自己是在进行不义的指控,因此既没有上诉至法庭,如今也没有就那些事情对我提起任何诉讼,而是就其他一些事情起诉,企图通过这些指控来推翻那一裁决。
ἣν δʼ ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός, ἐπιδημοῦντος τούτου ἐνθάδε καὶ οὐκ ἀπαντήσαντος πρὸς τὸν διαιτητήν, ἐρήμην κατεδιῄτησεν αὐτοῦ.
而我当时因嫁妆问题对他提起的诉讼,由于他当时就在城里却未向仲裁人出庭,仲裁人便因其缺席而作出了不利于他的裁决。
§18οὑτοσὶ δέ, ὦ ἄνδρες δικασταί, οὔτε ἠντεδίκει τότε παρὼν οὔτε ἔφη με καταδιαιτήσασθαι τὴν δίκην αὑτοῦ· οὐ γὰρ εἶναι Βοιωτὸν αὑτῷ ὄνομα, ἀλλὰ Μαντίθεον, καὶ οὕτως ὀνόματι ἀμφισβητῶν ἔργῳ τὴν προῖκά με τῆς μητρὸς ἀποστερεῖ.
可是,审判官老爷们,此人当时既没有出庭抗辩,也不承认我赢得了针对他的裁决;因为他说他的名字不是波伊奥托斯,而是曼蒂修斯,他就这样在名字上争辩,在事实上夺走了我母亲的嫁妆。
ἀπορῶν δʼ ἐγὼ τί ἄν τις χρήσαιτο τῷ πράγματι, οὕτω πάλιν τὴν αὐτὴν ταύτην δίκην λαχὼν αὐτῷ Μαντιθέῳ ἑνδεκάτῳ ἔτει νῦν εἰς ὑμᾶς καταπέφευγα.
我苦于不知该如何应对此事,于是在第十一年,再次以曼蒂修斯为被告提起这同一诉讼,向你们寻求庇护。
ὡς δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς περὶ τούτων μαρτυρίας.
为了证明我在这些事上说的也是实话,他将为你们宣读关于这些事情的证词。
ΜΑΡΤΥΡΙΑΙ. §19ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἥ τε μήτηρ μου τάλαντον ἐπενεγκαμένη προῖκα, ἐκδοθεῖσα ὑπὸ τῶν ἀδελφῶν τῶν αὑτῆς, ὥσπερ οἱ νόμοι κελεύουσιν, συνῴκησεν τῷ πατρί, καὶ ὃν τρόπον ἐγὼ τούτους εἰσεδεξάμην εἰς τὴν οἰκίαν τοῦ πατρὸς τελευτήσαντος, καὶ ὅτι ἀπέφυγον αὐτοὺς τὰς δίκας ἅς μοι ἐνεκάλουν, ταῦτα μὲν πάντα καὶ μεμαρτύρηται ὑμῖν καὶ ἐπιδέδεικται.
证据审判官老爷们,我的母亲带着一塔兰托的嫁妆,按照法律的规定由她自己的兄弟嫁出,与我父亲共同生活,以及在我父亲去世后我如何将这些人接进家里,还有我在他们指控我的诉讼中被宣告无罪,这一切都已经向你们作证并得到了证明。
ἴθι δὴ λαβὲ καὶ τὸν περὶ τῆς προικὸς νόμον τουτονί.
来,把这本关于嫁妆的法律也拿去。
ΝΟΜΟΣ. §20οὕτω τοίνυν τοῦ νόμου ἔχοντος, οἶμαι τουτονὶ Βοιωτὸν ἢ Μαντίθεον ἢ ὅ τι ποτʼ ἄλλο χαίρει προσαγορευόμενος, δικαίαν μὲν ἀπολογίαν καὶ ἀληθινὴν οὐδεμίαν ἕξειν εἰπεῖν, ἐπιχειρήσειν δὲ τῇ τόλμῃ καὶ τῇ θρασύτητι τῇ ἑαυτοῦ πιστεύοντα περιιστάναι τὰς αὑτῶν συμφορὰς εἰς ἐμέ, ἅπερ καὶ ἰδίᾳ ποιεῖν εἴωθεν, λέγων ὡς δημευθείσης τῆς Παμφίλου οὐσίας, ὃς ἦν πατὴρ τῆς Πλαγγόνος, τὰ περιγενόμενα χρήματα ὁ πατὴρ ὁ ἐμὸς ἔλαβεν ἐκ τοῦ βουλευτηρίου, καὶ οὕτως ἀποφαίνειν πειρώμενος τὴν μὲν αὑτοῦ μητέρα ἐπενεγκαμένην προῖκα πλέον ἢ ἑκατὸν μνᾶς, τὴν δʼ ἐμὴν ἄπροικον φάσκων συνοικῆσαι.
法律既然法律如此规定,那么我想,这个波伊奥托斯,或者曼蒂修斯,或者无论他喜欢被称呼为什么,都将无法提出任何公正和真实的辩护,而是凭借自己的胆大妄为和厚颜无耻,企图将他们自己的不幸转嫁到我身上——这也是他在私下里惯用的伎倆——声称在普兰贡的父亲潘菲洛斯的财产被没收时,我的父亲从议事会拿走了剩余的资金,并以此企图表明,他自己的母亲带来了超过一百米纳的嫁妆,而声称我的母亲是没有嫁妆而结婚的。
§21ταῦτα διέξεισιν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτʼ ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλʼ ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν.
审判官老爷们,他将叙述这些事情,既没有为此提交任何证词,也并非不知道自己说的话毫无根据,而是确切地知道,虽然在你们面前承认有罪的人从未获得释放,但以前确实有人通过说谎和制造误导性的说辞而免于处罚。
ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπʼ αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν.
因此,为了不让你们被他欺骗,我认为对你们简短地谈谈这件事也是比较好的。
§22ἐὰν γὰρ λέγῃ ὡς ἡ μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἡ δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται.
因为如果他说我的母亲没有带来嫁妆,而他们的母亲带来了,请记住他显然是在撒谎。
πρῶτον μὲν γὰρ ὁ Πάμφιλος ὁ πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλʼ ἔτι καὶ νῦν ὁ Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται.
首先,他们母亲的父亲潘菲洛斯在拖欠公库五塔兰托债务的情况下去世,在财产被登记并没收后,不仅他的孩子们没有任何财产留存,甚至连那笔债务也没有为他全部还清,以至于直到现在,潘菲洛斯仍被登记为拖欠公库债务。
πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, ἣ οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι;
既然如此,我的父亲又怎么可能从潘菲洛斯的财产中获得资金呢? 那笔财产甚至不足以向城邦偿还债务本身。
§23ἔπειτα, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε ὅτι, εἰ τὰ μάλιστα περιεγένετο τὰ χρήματα ταῦτα, ὥσπερ οὗτοί φασιν, οὐκ ἂν ὁ ἐμὸς πατὴρ αὐτὰ ἔλαβεν, ἀλλʼ οἱ τοῦ Παμφίλου υἱεῖς, Βοιωτὸς καὶ Ἡδύλος καὶ Εὐθύδημος, οἳ οὐκ ἂν δήπου ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν, ὡς καὶ ὑμεῖς ἅπαντες ἴστε, τὰ δʼ αὑτῶν τὸν ἐμὸν πατέρα περιεῖδον κομισάμενον.
其次,审判官老爷们,请记住,即便如这些人所说,这笔资金确实有大量留存,我的父亲也绝不可能拿到它,而是潘菲洛斯的儿子们——波伊奥托斯、赫迪洛斯和尤苏德莫斯——会拿到它。 正如你们大家所知,他们为了夺取别人的财产不择手段,又怎么可能眼睁睁地看着我的父亲拿走他们自己的财产呢?

词汇与语法注释

  1. §17ἣν δʼ ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός — 关系代名词 ἣν 以前文的 δίκην(诉讼)为先行词,作为动词 ἐδίωκον(起诉)的直接宾语(宾格)。τοῦτον(此人)是同一动词的人称宾语,整体意为“我当时因嫁妆问题对他提起的诉讼”。
  2. §20ἅπερ καὶ ἰδίᾳ ποιεῖν εἴωθεν — 关系代名词 ἅπερ(中性复数宾格)指代前文不定式短语 περιιστάναι τὰς αὑτῶν συμφορὰς εἰς ἐμέ(将他们自己的不幸转嫁到我身上)所表达的整件事,并作为动词 εἴωθεν(习惯于)的宾语。
  3. §22τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν... ὥστε... — 无人称句式 τοσούτου ἐδέησεν 后接不定式(此处为 περιγενέσθαι)是一个惯用表达,意为“绝非/远非发生某事”。它与表示结果的 ὥστε 从句相结合,强调了双重否定结果:“他们的孩子根本没有留下任何财产,以至于(ὥστε)……”
  4. §23ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν — 介词 ἐπί 加上与格的冠词不定式(τῷ λαμβάνειν)表示目的或条件(“为了夺取他人的财产”)。其后连接一般关系从句 ὅτι ἂν οὖν ἐποίουν(“他们本会做出任何事情”),用以刻画他们贪婪和不择手段的性格。

引用这一段

狄摩西尼, 控诉波奥图斯二 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg040.humanitext-grc2:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。