Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯一 §16-21

同名引发的军政诉讼混乱与命名证据

第 3 段,共 6 段 · 希腊语

内容简介

曼提特乌斯具体列举了与波伊奥托斯同名在军事和法律实务上引起的混乱,以及在私生活上受到的损害。他随后出示证据表明父亲是自愿赐予他名字的,并谴责波伊奥托斯企图否定父亲生前决定的不当行为。

§16τί δʼ, εἴ τις ἄλλη περὶ τοὔνομα γίγνοιτʼ ἢ λῆξις δίκης ἢ δόξʼ ὅλως ἀηδής;
此外,如果发生其他与名字相关的诉讼,或者产生普遍令人极不愉快的名声,那又该怎么办?
τίς εἴσεται τῶν πολλῶν πότερός ποθʼ οὗτός ἐστιν, δυοῖν Μαντιθέοιν ταὐτοῦ πατρὸς ὄντοιν;
在有两位同父的曼提特乌斯的情况下,公众中谁能知道他们两个中哪一个是这一个?
φέρε, εἰ δὲ δίκην ἀστρατείας φεύγοι, χορεύοι δʼ ὅταν στρατεύεσθαι δέῃ;
且看,如果他因逃避兵役而被告,而在应当服役的时候却在合唱队中跳舞,又会如何?
καὶ γὰρ νῦν, ὅτʼ εἰς Ταμύνας παρῆλθον οἱ ἄλλοι, ἐνθάδε τοὺς Χοᾶς ἄγων ἀπελείφθη καὶ τοῖς Διονυσίοις καταμείνας ἐχόρευεν, ὡς ἅπαντες ἑωρᾶθʼ οἱ ἐπιδημοῦντες.
事实上,就在最近,当其他人前往塔米奈时,他却留在这里庆祝“杯子节”,并在滞留期间于酒神节上跳舞,正如所有在城里的你们所见的那样。
§17ἀπελθόντων δʼ ἐξ Εὐβοίας τῶν στρατιωτῶν λιποταξίου προσεκλήθη, κἀγὼ ταξιαρχῶν τῆς φυλῆς ἠναγκαζόμην κατὰ τοὐνόματος τοῦ ἐμαυτοῦ πατρόθεν δέχεσθαι τὴν λῆξιν· καὶ εἰ μισθὸς ἐπορίσθη τοῖς δικαστηρίοις, εἰσῆγον ἂν δῆλον ὅτι.
当士兵们从尤波亚返回时,他因擅离职守而被传唤,而我作为该部落的步兵队长,被迫接受了针对我自己父名名字的起诉;如果当时法廷有提供津贴,我显然已经将案子提交审判了。
ταῦτα δʼ εἰ μὴ σεσημασμένων ἤδη συνέβη τῶν ἐχίνων, κἂν μάρτυρας ὑμῖν παρεσχόμην.
如果这些事情不是在证词罐已经被密封之后发生,我本可以向你们出示证人。
§18εἶεν.
很好。
εἰ δὲ ξενίας προσκληθείη;
但如果他因非法取得公民权而被起诉呢?
πολλοῖς δὲ προσκρούει, καὶ ὃν ἠναγκάσθη τρόπον ὁ πατὴρ ποιήσασθαι αὐτόν, οὐ λέληθεν.
他与许多人发生冲突,而父亲被迫认领他的方式也并非秘密。
ὑμεῖς δʼ, ὅτε μὲν τοῦτον οὐκ ἐποιεῖθʼ ὁ πατήρ, τὴν μητέρʼ ἀληθῆ λέγειν ἡγεῖσθʼ αὐτοῦ· ἐπειδὰν δʼ οὕτως γεγονὼς οὗτος ὀχληρὸς ᾖ, πάλιν ὑμῖν ποτὲ δόξει ʼκεῖνος ἀληθῆ λέγειν.
在父亲不认领他的时候,你们认为他的母亲说的是真话;但既然他现在变得如此令人厌烦,你们总有一天会重新认为父亲说的是真话。
τί δʼ, εἰ ψευδομαρτυρίων ἁλώσεσθαι προσδοκῶν ἐφʼ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν, ἐρήμην ἐάσειεν τελεσθῆναι τὴν δίκην;
如果他预料到因给身边的人提供伪证协助而被判有罪,从而任由判决在缺席的情况下做出,那又该怎么办?
ἆρά γε μικρὰν ἡγεῖσθε βλάβην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν κοινωνίᾳ τὸν ἅπαντα βίον τῆς τούτου δόξης καὶ τῶν ἔργων εἶναι;
雅典的公民们,难道你们认为一生都与他的名声和行为绑定在一起,是一件小小的危害吗?
§19ὅτι τοίνυν οὐδʼ ἃ διεξελήλυθʼ ὑμῖν μάτην φοβοῦμαι, θεωρήσατε.
因此,请看我向你们详述的这些事情并非平白无故的担忧。
οὗτος γὰρ ἤδη καὶ γραφάς τινας, ὦ ἄνδρες Ἀθηναῖοι, πέφευγεν, ἐφʼ αἷς οὐδὲν αἴτιος ὢν ἐγὼ συνδιαβάλλομαι, καὶ τῆς ἀρχῆς ἠμφεσβήτει, ἣν ὑμεῖς ἔμʼ ἐχειροτονήσατε, καὶ πολλὰ καὶ δυσχερῆ διὰ τοὔνομα συμβέβηκεν ἡμῖν, ὧν, ἵνʼ εἰδῆτε, ἑκάστων μάρτυρας ὑμῖν παρέξομαι.
雅典的公民们,因为这个男人已经成为某些公诉案件的被告,而我虽然完全无辜,却也一同受到了中伤;而且他曾对我被你们选任的官职提出异议,因为名字的关系,我们遇到了许多麻烦事,为了让你们了解,对于其中的每一项,我都会向你们出示证人。
ΜΑΡΤΥΡΕΣ. §20ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμβαίνοντα, καὶ τὴν ἀηδίαν τὴν ἐκ τοῦ πράγματος.
[证人]雅典的公民们,你们看到了所发生的事情,以及由此产生的令人不快。
εἰ τοίνυν μηδὲν ἀηδὲς ἦν ἐκ τούτων, μηδʼ ὅλως ἀδύνατον ταὐτὸν ἔχειν ὄνομʼ ἡμῖν συνέβαινεν, οὐ δήπου τοῦτον μὲν δίκαιον τὸ μέρος τῶν χρημάτων ἔχειν κατὰ τὴν ποίησιν, ἣν ὁ πατὴρ αὐτὸν ἀναγκασθεὶς ἐποιήσατο, ἐμὲ δʼ ἀφαιρεθῆναι τοὔνομα, ὃ βουλόμενος καὶ οὐδʼ ὑφʼ ἑνὸς βιασθεὶς ἔθετο.
因此,即使这些事情没有带来任何不快,且我们拥有相同的名字也并非完全不可能,但难道这人按照父亲被迫进行的认领获得其一份财产是公正的,而我却要被夺去父亲自愿且未受任何人强迫赐予我的名字,这也是公正的吗?
οὐκ ἔγωγʼ ἡγοῦμαι.
我绝不这样认为。
ἵνα τοίνυν εἰδῆτε, ὅτι οὐ μόνον εἰς τοὺς φράτερας οὕτως, ὡς μεμαρτύρηται, ὁ πατὴρ τὴν ἐγγραφὴν ἐποιήσατο, ἀλλὰ καὶ τὴν δεκάτην ἐμοὶ ποιῶν τοὔνομα τοῦτʼ ἔθετο, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.
因此,为了让你们知道,父亲不仅像已证实的那样将他如此登入胞族,而且在为我举行出生第十天命名礼时将这个名字赐予我,请为我拿来这份证词。
ΜΑΡΤΥΡΙΑ. §21ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμʼ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκʼ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ.
[证词]雅典的公民们,你们听到了,我一直拥有这个名字,而父亲在被迫时,将这个人作为波伊奥托斯登记进胞族。
ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν· εἰ μὴ ἐτελεύτησεν ὁ πατήρ, τί ἄν ποτʼ ἐποίεις πρὸς τοῖς δημόταις;
因此,我愿在你们面前乐意地问他:如果父亲没有去世,你在区民面前会怎么做?
οὐκ ἂν εἴας σεαυτὸν ἐγγράφειν Βοιωτόν;
难道你不会任由他将你登记为波伊奥托斯吗?
ἀλλʼ ἄτοπον δίκην μὲν λαγχάνειν τούτου, κωλύειν δὲ πάλιν.
但在为此提起诉讼的同时,又去阻止它,这实在荒谬。
καὶ μὴν εἴ γʼ εἴας αὐτόν, ἐνέγραψεν ἄν σʼ εἰς τοὺς δημότας, ὅπερ εἰς τοὺς φράτερας.
而且,如果你任由他的话,他就会像在胞族中那样,将你登记进区民中。
οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, φάσκειν μὲν ἐκεῖνον αὑτοῦ πατέρʼ εἶναι, τολμᾶν δʼ ἄκυρα ποιεῖν ἁκεῖνος ἔπραξεν ζῶν.
那么,地啊,神啊,口称那人是自己的父亲,却敢于使他生前所做的事情无效,这难道不恶劣吗?

词汇与语法注释

  1. §17εἰ μισθὸς ἐπορίσθη τοῖς δικαστηρίοις, εἰσῆγον ἂν — 针对过去事实的虚拟条件句(条件从句用 εἰ + 直陈式未完成过去时,主句用 ἂν + 直陈式未完成过去时)。这表明当时由于雅典财政困难未能提供法庭津贴,因此诉讼实际上未能进行。动词 εἰσῆγον(未完成过去时)指叙述者作为步兵队长(taxiarch)将诉讼“提交”法庭审理的职务行为。
  2. §18ἐφʼ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν — 关系代词 οἷς 的先行词是指示代词 τούτοις,后者被紧随其后的名词短语 τοῖς περὶ αὑτόν(他身边的人)所修饰。动词 ἐρανίζω(原意为“进行互助会/eranos”)在此处被比喻性且带有贬义地用于表示为同伙提供“互惠性的非法好意”(此指作伪证);前置词短语 ἐφʼ οἷς 指这种相互协助的条件或内容(中性复数关系代词)。
  3. §20οὐ δήπου τοῦτον μὲν δίκαιον... ἐμὲ δʼ ἀφαιρεθῆναι... — 非人称形容词 δίκαιον [ἐστί](是公正的)作为共同谓语,支配着由 μ便... δέ... 对比的两组“对格加不定式”结构:τοῦτον μὲν ... ἔχειν(他应当获得他那一份财产)与 ἐμὲ δʼ ἀφαιρεθῆναι(我却要被剥夺名字)。句首的否定小词 οὐ δήπου(难道说、绝非)修饰整个句子,用以强调这两种情况(被迫认领的波伊奥托斯分得财产,与自愿被命名的曼提特乌斯失去名字)极其不对称的荒谬性。

引用这一段

狄摩西尼, 控诉波奥图斯一 §16-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg039.humanitext-grc2:16-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。