Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯一 §1-8

同名引发的混乱与诉讼缘由

第 1 段,共 6 段 · 希腊语

内容简介

曼提特乌斯解释了他因使用相同名字而对异母兄弟波奥图斯提起诉讼的背景,并详细说明了由于两人名字相同而在公共服务和军事征召等方面引发的公事混乱。

§1οὐδεμιᾷ φιλοπραγμοσύνῃ μὰ τοὺς θεούς, ὦ ἄνδρες δικασταί, τὴν δίκην ταύτην ἔλαχον Βοιωτῷ, οὐδʼ ἠγνόουν ὅτι πολλοῖς ἄτοπον δόξει τὸ δίκην ἐμὲ λαγχάνειν, εἴ τις ἐμοὶ ταὐτὸν ὄνομʼ οἴεται δεῖν ἔχειν·
陪审员们,凭诸神起誓,我绝非出于爱管闲事才对波奥图斯提起这场诉讼,我也并非不知道,在许多人看来,因为有人认为自己应当和我使用相同的名字,我便对他提起诉讼,这显得十分荒谬。
ἀλλʼ ἀναγκαῖον ἦν ἐκ τῶν συμβησομένων, εἰ μὴ τοῦτο διορθώσομαι, ἐν ὑμῖν κριθῆναι.
然而,如果我不纠正这一点,从未来将要发生的事态来看,在你们面前接受审判是不可避免的。
§2εἰ μὲν οὖν ἑτέρου τινὸς οὗτος ἔφη πατρὸς εἶναι καὶ μὴ τοῦ ἐμοῦ, περίεργος ἂν εἰκότως ἐδόκουν εἶναι φροντίζων ὅ τι βούλεται καλεῖν οὗτος ἑαυτόν.
如果此人声称是其他人的儿子而不是我父亲的儿子,我若还去操心他想称呼自己为什么,那自然会被看作是多管闲事。
νῦν δὲ λαχὼν δίκην τῷ πατρὶ τῷ ἐμῷ καὶ μεθʼ ἑαυτοῦ κατασκευάσας ἐργαστήριον συκοφαντῶν, Μνησικλέα τε, ὃν ἴσως γιγνώσκετε πάντες, καὶ Μενεκλέα τὸν τὴν Νῖνον ἑλόντʼ ἐκεῖνον, καὶ τοιούτους τινάς, ἐδικάζεθʼ υἱὸς εἶναι φάσκων ἐκ τῆς Παμφίλου θυγατρὸς καὶ δεινὰ πάσχειν καὶ τῆς πατρίδος ἀποστερεῖσθαι.
但事实是,他向我父亲提起诉讼,并与自己一起组建了一个密告者团伙——包括也许你们大家都认识的姆内西克勒斯,以及那个使尼诺斯入罪的梅内克勒斯,还有诸如此类的人——他进行打官司,声称自己是父亲与潘菲罗斯之女所生的儿子,声称自己遭受了可怕的对待并被剥夺了公民权。
§3ὁ πατὴρ δέ (πᾶσα γὰρ εἰρήσεται ἡ ἀλήθειʼ, ὦ ἄνδρες δικασταί) ἅμα μὲν φοβούμενος εἰς δικαστήριον εἰσιέναι, μή τις, οἷʼ ὑπὸ πολιτευομένου, ἑτέρωθί που λελυπημένος ἐνταυθοῖ ἀπαντήσειεν αὐτῷ, ἅμα δʼ ἐξαπατηθεὶς ὑπὸ τῆς τουτουὶ μητρός, ὀμοσάσης αὐτῆς ἦ μήν, ἐὰν ὅρκον αὐτῇ διδῷ περὶ τούτων, μὴ ὀμεῖσθαι, τούτων δὲ πραχθέντων οὐδὲν ἔτʼ ἔσεσθαι αὐτοῖς, καὶ μεσεγγυησαμένης ἀργύριον, ἐπὶ τούτοις δίδωσι τὸν ὅρκον.
而我的父亲——因为全部真相都将被说出来,陪审员们——一方面是因为害怕进入法庭,担心有谁因其政治活动在其他地方怀恨在心,会在这里与他作对;另一方面是因为被这个人的母亲所欺骗:她起誓说,如果父亲将关于此事的誓言交由她裁夺,她绝不发誓,而且一旦这样做,他们之间便不会再有任何纠纷,同时她还将一笔钱存入中间人处。 在这些条件下,父亲向她提出了誓言。
§4ἡ δὲ δεξαμένη, οὐ μόνον τοῦτον, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἕτερον πρὸς τούτῳ κατωμόσατʼ ἐκ τοῦ πατρὸς εἶναι τοῦ ἐμοῦ.
然而,她接受了誓言后,不仅发誓此人是我父亲的儿子,而且还发誓连同另一个兄弟也是我父亲的儿子。
ὡς δὲ τοῦτʼ ἐποίησεν, εἰσάγειν εἰς τοὺς φράτερας ἦν ἀνάγκη τούτους καὶ λόγος οὐδεὶς ὑπελείπετο.
当她这样做之后,父亲便不得不将他们引入同族会,没有任何借口可以留存。
εἰσήγαγεν, ἐποιήσατο, ἵνα τἀν μέσῳ συντέμω, ἐγγράφει τοῖς Ἀπατουρίοις τουτονὶ μὲν Βοιωτὸν εἰς τοὺς φράτερας, τὸν δʼ ἕτερον Πάμφιλον· Μαντίθεος δʼ ἐνεγεγράμμην ἐγώ.
他引入了他们,收养了他们。 为了长话短说,在阿帕图里亚节时,他将此人登记为波奥图斯,将另一个登记为潘菲罗斯,记入同族名册中;而我此前已被登记为曼提特乌斯。
§5συμβάσης δὲ τῷ πατρὶ τῆς τελευτῆς πρὶν τὰς εἰς τοὺς δημότας ἐγγραφὰς γενέσθαι, ἐλθὼν εἰς τοὺς δημότας οὑτοσὶ ἀντὶ Βοιωτοῦ Μαντίθεον ἐνέγραψεν ἑαυτόν.
但是,在向区民登记进行之前,父亲便去世了。 此人来到区民那里,将自己登记为曼提特乌斯,以此代替了波奥图斯。
τοῦτο δʼ ὅσα βλάπτει ποιῶν πρῶτον μὲν ἐμέ, εἶτα δὲ καὶ ὑμᾶς, ἐγὼ διδάξω, ἐπειδὰν ὧν λέγω παράσχωμαι μάρτυρας.
他这样做,首先是对我,其次也是对你们造成了多大的危害,我将在出示我所说内容的证人之后予以说明。
ΜΑΡΤΥΡΕΣ.
证人。
§6ὃν μὲν τοίνυν τρόπον ἡμᾶς ἐνέγραψεν ὁ πατήρ, ἀκηκόατε τῶν μαρτύρων·
那么,父亲是如何登记我们的,你们已经从证人那里听到了。
ὅτι δʼ οὐκ οἰομένου τούτου δεῖν ἐμμένειν, δικαίως καὶ ἀναγκαίως ἔλαχον τὴν δίκην, τοῦτʼ ἤδη δείξω.
至于因为此人不认为应当遵守该登记,我才正当且必然地提起了诉讼,我现在就予以证明。
ἐγὼ γὰρ οὐχ οὕτω δήπου σκαιός εἰμʼ ἄνθρωπος οὐδʼ ἀλόγιστος, ὥστε τῶν μὲν πατρῴων, ἃ πάντʼ ἐμὰ ἐγίγνετο, ἐπειδήπερ ἐποιήσατο τούτους ὁ πατήρ, συγκεχωρηκέναι τὸ τρίτον νείμασθαι μέρος καὶ στέργειν ἐπὶ τούτῳ, περὶ δʼ ὀνόματος ζυγομαχεῖν, εἰ μὴ τὸ μὲν ἡμᾶς μεταθέσθαι μεγάλην ἀτιμίαν ἔφερε καὶ ἀνανδρίαν, τὸ δὲ ταὐτὸν ἔχειν τοῦτον ἡμῖν ὄνομα διὰ πόλλʼ ἀδύνατον ἦν.
因为我绝非一个如此愚蠢和糊涂的人,以至于在父亲收养了他们之后,本应全部由我继承的家产,我同意将其分为三份并以此为满足,却还要为名字而顽强争斗——除非改变我们的名字会带来极大的耻辱和懦弱,而此人与我们拥有相同的名字由于许多原因是不可能的。
§7πρῶτον μὲν γάρ, εἰ δεῖ τὰ κοινὰ τῶν ἰδίων εἰπεῖν πρότερον, τίνʼ ἡμῖν ἡ πόλις ἐπιτάξει τρόπον, ἄν τι δέῃ ποιεῖν;
因为首先,如果必须先谈论公事而非私事,那么在有任何义务需要履行时,城邦会以何种方式命令我们?
οἴσουσι νὴ Δίʼ οἱ φυλέται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους.
凭宙斯起誓,部落成员会像对待其他人一样对待我们。
οὐκοῦν Μαντίθεον Μαντίου Θορίκιον οἴσουσιν, ἐὰν χορηγὸν ἢ γυμνασίαρχον ἢ ἑστιάτορʼ ἢ ἐάν τι τῶν ἄλλων φέρωσιν.
因此,如果他们提名合唱班领队、体育长官或宴会承办人,或者提名其他任何职务,他们都会提名“索里科斯区的曼提亚斯之子曼提特乌斯”。
τῷ δῆλον οὖν ἔσται πότερον σὲ φέρουσιν ἢ ἐμέ;
那么,如何才能弄清楚他们提名的是你还是我?
σὺ μὲν γὰρ φήσεις ἐμέ, ἐγὼ δὲ σέ.
因为你会说是指我,而我会说是指你。
§8καὶ δὴ καλεῖ μετὰ τοῦθʼ ὁ ἄρχων ἢ πρὸς ὅντινʼ ἂν ᾖ ἡ δίκη.
而且,假设此后执政官或任何对诉讼有管辖权的人进行传唤。
οὐχ ὑπακούομεν, οὐ λῃτουργοῦμεν.
我们不服从,我们不履行公益服务。
πότερος ταῖς ἐκ τῶν νόμων ἔσται ζημίαις ἔνοχος;
我们中哪一个将承担法律规定的处罚?
τίνα δʼ οἱ στρατηγοὶ τρόπον ἐγγράψουσιν, ἂν εἰς συμμορίαν ἐγγράφωσιν, ἢ ἂν τριήραρχον καθιστῶσιν;
如果将军们将我们登记入课税联合会,或者指派三列桨战船船长,他们会以何种方式登记?
ἢ ἂν στρατεία τις ᾖ, τῷ δῆλον ἔσται πότερός ἐσθʼ ὁ κατειλεγμένος;
或者如果发生军事远征,如何才能清楚地知道被征召的是哪一个?

词汇与语法注释

  1. §1τὸ δίκην ἐμὲ λαγχάνειν — 带对格的主动词不定式短语,作为 δόξει 的主语。ἐμέ 是不定式 λαγχάνειν 的逻辑主语。条件从句 εἴ τις ... 限定了该不定式短语。
  2. §2περίεργος ἂν εἰκότως ἐδόκουν εἶναι — 非现实条件句的后件(ἂν ἐδόκουν),对应前件 εἰ μὲν ... ἔφη ...。用于表示与过去或现在事实相反的假设。
  3. §3ὀμοσάσης αὐτῆς ἦ μήν, ἐὰν ὅρκον αὐτῇ διδῷ περὶ τούτων, μὴ ὀμεῖσθαι — 属格独立结构(ὀμοσάσης αὐτῆς),内含条件从句(ἐὰν ... διδῷ)和不定式从句(μὴ ὀμεῖσθαι)。不定式 μὴ ὀμεῖσθαι 表示否定的未来承诺,即“(即使被委予誓言)也绝不发誓”。
  4. §6ὥστε ... συγκεχωρηκέναι ... περὶ δʼ ὀνόματος ζυγομαχεῖν, εἰ μὴ ... ἦν — 由 ὥστε 引导的结果从句中嵌套了一个非现实条件从句(εἰ μὴ ... ἦν)的复杂结构。不定式 συγκεχωρηκέναι 和 ζυγομαχεῖν 表示说话人愚蠢的程度(被 οὐχ οὕτω σκαιός εἰμι 否定),而条件从句则暗含“如果不是因为……我绝不会为名字而争斗”。

引用这一段

狄摩西尼, 控诉波奥图斯一 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg039.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。