Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §1-7

基于免责和解提出的特别抗辩及借贷背景

第 1 段,共 8 段 · 希腊语

内容简介

被告基于先前与潘泰内托斯达成的免责和解,提出了诉讼不可受理的特别抗辩,并开始陈述有关贷款、抵押、租赁协议以及在他出国期间所发生纠纷的事件经过。

§1δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγενημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί, παρεγραψάμην, ὡς ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου, οὐδʼ, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλʼ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζεται.
诸位陪审员,既然法律允许在原告已经免除责任并达成和解的情况下,被告可以提出特别抗辩,而我与这个潘泰内托斯之间已经完成了这两项手续,因此,正如你们刚才所听到的,我提出了诉讼不可受理的特别抗辩。 我认为我不应当放弃这项正当权利,也不希望在向所有人证明他已经免除我责任并和解之后,他还有可能否认我所说属实,并以此作为证据说:"如果真有这样的事,我早就提出抗辩了。 "相反,我希望通过这一特别抗辩出庭,向你们表明两点:我既没有对他做任何不义之事,而他对我提起诉讼也违反了法律。
§2εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν ἐγκαλεῖ, κατʼ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδημούντων δʼ ἡμῶν ἀμφοτέρων, ἁπάντων δʼ ἀνθρώπων εἰωθότων παρʼ αὐτὰ τἀδικήματα μᾶλλον ἢ χρόνων ἐγγεγενημένων ἀγανακτεῖν.
如果潘泰内托斯在当时确实遭受了他现在所指控的那些侵害,他显然会在我们彼此签订合同的那个时期立即对我提起诉讼;因为这些诉讼是按月进行的,我们双方当时都在城里,而且所有人在遭受侵害的当下,都比在时过境迁之后更容易感到愤慨。
ἐπειδὴ δʼ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδʼ ὅτι φήσετε, ἐπειδὰν τὰ πεπραγμένʼ ἀκούσητε, τῷ κατορθῶσαι τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν ἐστι παρʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδείξανθʼ ὡς οὐδʼ ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον, πειρᾶσθαι σῴζειν ἐμαυτόν.
但是,由于他并没有遭受任何侵害——我相信你们在听到事实后也会这样认为——他只是因在针对埃乌埃尔戈斯的诉讼中获胜而得意忘形,从而进行恶意控告。 因此,诸位陪审员,我所能做的就是证明我没有丝毫过错,并为我的陈述提供证人,努力拯救我自己。
§3δεήσομαι δὲ καὶ μέτρια καὶ δίκαιʼ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν·
我向你们所有人提出一个温和而合理的请求,那就是对我的特别抗辩予以善意的倾听,并对整件事情保持高度关注。
πολλῶν γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτʼ ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν.
因为虽然城里发生过许多诉讼,但我认为,绝不会有任何人提起过比这个男人现在胆敢提出并出庭的诉讼更无耻、更具诽谤性的诉讼。
ἐξ ἀρχῆς δʼ, ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων, ἅπαντα τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς.
我将从头开始,尽可能简短地向你们讲述所发生的一切。
§4ἐδανείσαμεν πέντε καὶ ἑκατὸν μνᾶς ἐγὼ καὶ Εὔεργος, ὦ ἄνδρες δικασταί, Πανταινέτῳ τουτῳί, ἐπʼ ἐργαστηρίῳ τʼ ἐν τοῖς ἔργοις ἐν Μαρωνείᾳ καὶ τριάκοντʼ ἀνδραπόδοις.
诸位陪审员,我和埃乌埃尔戈斯向这个潘泰内托斯贷出了一百零五米纳,抵押物是位于马罗尼亚矿区的一处作坊和三十名奴隶。
ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δʼ Εὐέργου.
在这一贷款中,四十五米纳是我的,一塔兰托属于埃乌埃尔戈斯。
συνέβαινε δὲ τοῦτον ὀφείλειν Μνησικλεῖ μὲν Κολλυτεῖ τάλαντον, Φιλέᾳ δʼ Ἐλευσινίῳ καὶ Πλείστορι πέντε καὶ τετταράκοντα μνᾶς.
当时,这个男人欠科吕托斯区的姆内西克莱斯一塔兰托,欠埃莱夫西斯区的菲莱阿斯和普莱斯托尔四十五米纳。
§5πρατὴρ μὲν δὴ τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων ὁ Μνησικλῆς ἡμῖν γίγνεται (καὶ γὰρ ἐώνητʼ ἐκεῖνος αὐτὰ τούτῳ παρὰ Τηλεμάχου τοῦ πρότερον κεκτημένου)· μισθοῦται δʼ οὗτος παρʼ ἡμῶν τοῦ γιγνομένου τόκου τῷ ἀργυρίῳ, πέντε καὶ ἑκατὸν δραχμῶν τοῦ μηνὸς ἑκάστου.
于是,姆内西克莱斯成为了这处作坊和奴隶对我们的出卖人(因为他是为这个男人从前任所有者泰勒马科斯那里买下这些财产的);而这个男人向我们租用了这些财产,租金相当于贷款所产生的利息,即每月一百零五德拉克马。
καὶ τιθέμεθα συνθήκας, ἐν αἷς ἥ τε μίσθωσις ἦν γεγραμμένη καὶ λύσις τούτῳ παρʼ ἡμῶν ἔν τινι ῥητῷ χρόνῳ.
我们制定了契约,其中写明了租赁条款,以及他在特定期限内从我们这里赎回的权利。
§6πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δʼ ἐνθάδʼ ἦν καὶ Εὔεργος.
这些事情发生在塞奥菲洛斯担任执政官期间的埃拉斐博利翁月。 之后,我立即乘船前往蓬托斯,而这个男人和埃乌埃尔戈斯留在这里。
τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμʼ εἰπεῖν.
在我出国期间他们之间发生了什么,我无法说清楚。
οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτʼ ἀεὶ ταὔθʼ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπʼ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δʼ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δʼ ἄλλʼ ὅ τι ἂν βούληται.
因为他们两人的说法不一,尤其是这个男人,他的说法总是在变:一会儿说自己被埃乌埃尔戈斯违反契约强行赶出了租地,一会儿又说自己在国库登记一事中是自食其果,一会儿又说些其他他想说的话。
§7ἐκεῖνος δʼ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρʼ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτʼ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δʼ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δʼ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα.
而埃乌埃尔戈斯则简单地声称,因为他既没有收到利息,这个男人也没有履行契约中的任何其他条款,所以他是在这个男人自愿同意的情况下,前去接收了属于自己的财产;此后,在这个男人离开又带人来争夺所有权时,他自己并没有向他们让步,但只要这个男人履行协议,他也没有阻止这个男人拥有其所租用的一切。

词汇与语法注释

  1. §1δεδωκότων ... τῶν νόμων — 属格绝对结构,阐明提出特别抗辩的法律依据。
  2. §1οὐδʼ ... ἐγγενέσθαι ... ποιεῖσθαι ... ἐπιδεῖξαι — 不定式 ἐγγενέσθαι、ποιεῖσθαι 和 ἐπιδεῖξαι 均取决于 δεῖν(受 οὐκ οἰόμενος 支配),表达了被告的意图,即杜绝原告狡辩并证明自己的清白。
  3. §2εἰ μὲν οὖν ἐπεπόνθει ... ἂν ... ἐφαίνετο — 过去非真实条件句,条件从句使用过去完成时(ἐπεπόνθει),主句使用带 ἄν 的未完成过去时(ἐφαίνετο)。
  4. §3ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν — 与比较级 ἀναιδεστέραν 和 συκοφαντικωτέραν 连用的比较属格,关系代词 ἧς 受到先行词 δίκην 的吸引而变为属格(本应为 ἣν)。
  5. §5τοῦ γιγνομένου τόκου — 价格/价值属格,表明租赁的租金被设定为等同于本金所产生的利息。
  6. §7ἐκεῖνος δʼ ... ἔχειν ... ἥκειν ... — 间接引语,转述埃乌埃尔戈斯的说法。这一系列不定式均取决于省略的说话动词。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。