Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §22-28

对潘泰内托斯起诉状各条款的逐条反驳

第 4 段,共 8 段 · 希腊语

内容简介

尼科布洛斯逐条引用了潘泰内托斯起诉状中的指控,并指出自己在案发时身处国外以及这些指控中存在的种种矛盾,从而论证所有指控均为虚假。

§22λέγε δʼ αὐτὸ τὸ ἔγκλημα, ὅ μοι δικάζεται.
请读他起诉我的诉状本身。
ΕΓΚΛΗΜΑ. "ἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ὃ ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ὃ ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ.
诉状。 “尼科布洛斯企图加害我和我的财产,从而损害了我:他命自己的家奴安提革涅斯,从我的家奴那里强夺了后者正送往国家作为矿山分期付款的金钱——该矿山是我以九十米纳购得的——并导致我被登记欠下国家双倍的债务。
" §23ἐπίσχες.
” 停一下。
ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε.
他现在控告我的这所有事情,他以前曾指控埃乌埃尔戈斯并赢得了官司。
μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν.
正如我在发言开始时就向你们证明的那样,当他们之间发生冲突时,我正在国外;不仅如此,这从这份诉状本身也可以看得很清楚。
οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλʼ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος·
因为他无处写明我做了这些事中的任何一件,而只是暗示我阴谋危害他和他的财产,并谎称我命令我的奴隶去做这些事。
πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτʼ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθʼ οὐδʼ ὁτιοῦν δήπουθεν ᾔδειν;
然而,当我乘船离开时,对这里将要发生的事情根本一无所知,我又怎么可能下达这样的命令呢?
§24εἶτα καὶ πόση μωρία, λέγονθʼ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτʼ ἂν ποιῆσαι;
此外,他一方面声称我阴谋剥夺他的公民权并置他于最悲惨的境地,另一方面却在诉状中写道,我命令一个奴隶去干连一个公民对另一个公民都无法做到的事情,这是多么愚蠢啊!
τί οὖν ἐστι τοῦτο;
那么,这究竟是为什么呢?
οὐκ ἔχων οἶμαι κατʼ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτʼ ἐποίησε.
我认为,因为我身处国外,他没有任何办法将这些行为中的任何一件直接归咎于我,但由于他想要进行恶意诬告,便写上了“我命令他做”;因为如果他不这样做,他的控告就根本站不住脚。
§25λέγε τἀκόλουθον.
请读下一段。
ΕΓΚΛΗΜΑ. "καὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ.
诉状。 “当我欠下国家债务时,他不顾我的阻拦,将他的奴隶安提革涅斯安插在位于色拉叙洛斯纪念碑旁的我的作坊里,使之掌控我的财产。
" ἐπίσχες.
” 停一下。
πάλιν ταυτὶ πάνθʼ ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος.
在这里,这所有话同样会被事实本身证明是谎言。
γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δʼ αὑτόν.
因为他写道是我安插了人,而他自己进行了阻拦。
ταῦτα δʼ οὐχ οἷόν τε τὸν μὴ παρόντα.
但是,对于不在场的人来说,这些事情是不可能的。
οὔτε γὰρ καθίστην ἐγώ, ὅ γʼ ὢν ἐν τῷ Πόντῳ, οὔτʼ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι·
因为我当时远在蓬托斯,根本无法安置奴隶,而他也不可能阻拦一个不在场的人。
πῶς γάρ;
这怎么可能呢?
§26πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθʼ οὕτω γράψαι;
那么,他怎么会被逼得不得不这样写呢?
ὁ Εὔεργος τότʼ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρʼ ἐμοῦ φυλάττειν ὡς αὑτόν.
我认为,当时正在犯下后来已受惩罚之罪行的埃乌埃尔戈斯,因为是我的熟人和朋友,便从我家带走了那个奴隶,并把他安插在那里,像看管自己的财产一样进行看守。
εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν·
如果他写出实情,就会沦为笑柄。
τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σʼ ἀδικῶ;
因为,如果是埃乌埃尔戈斯安插的人,我又有何处伤害了你?
φεύγων δὲ τοῦτο τοιαῦτʼ ἠνάγκασται γράφειν, ἵνʼ ᾖ πρὸς ἔμʼ αὐτῷ τὸ ἔγκλημα.
为了避免这一点,他才被迫写下这些话,好让他对我的指控能够成立。
λέγε τὰ ἐφεξῆς.
请读接下来的部分。
ΕΓΚΛΗΜΑ. "κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.
诉状。 “然后,他唆使我的奴隶坐到选矿场里以图损害我。
" §27τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν·
” 这已经是完全且厚颜无耻的谎言了。
οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ʼθέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν.
因为不仅由于我曾提议交出这些奴隶而他拒绝交出,而且从一切情况来看,这显然是一个谎言。
τίνος γὰρ εἵνεκʼ ἔπειθον;
我究竟出于什么目的要去唆使他们?
ἵνα νὴ Δίʼ αὐτοὺς κτήσωμαι.
难道是指望靠宙斯发誓,把他们据为己有吗?
ἀλλʼ αἱρέσεώς μοι δοθείσης ἢ ἔχειν ἢ κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται.
但是,当我可以选择是占有他们还是收回我自己的资金时,我选择收回资金,而且这已经得到了证实。
λέγε δὴ τὴν πρόκλησιν ὅμως.
尽管如此,还是请读一下那份提议。
ΠΡΟΚΛΗΣΙΣ.
提议。
§28ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθʼ οἷον εὐθέως μετὰ ταῦτʼ ἐγκαλεῖ.
那么,他没有接受这一提议,反而逃避了,请看他紧接着又提出了怎样的控告。
λέγε τοὐχόμενον.
请读下一段。
ΕΓΚΛΗΜΑ. "καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος.
诉状。 “并且精炼了我的奴隶们所开采的银矿石,占有了从该矿石中提炼出的银子。
" πάλιν ταῦτα πῶς ἔνεστʼ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω;
” 同样,对于当时不在场的我来说,这怎么可能做得到? 而且这些事你不是已经让埃乌埃尔戈斯被判有罪了吗?

词汇与语法注释

  1. 22καταβολὴν — 名词 `καταβολή`(付款、分期款)的单数宾格。在此作为与 `ὃ ἔφερεν`(“他所携带的[金钱]”)相关的谓语性宾格(或表示目的/结果的同位语)发挥作用,意为“作为向国家支付的(矿山)分期款”。
  2. 24λέγονθʼ — `λέγοντα`(现在分词,阳性单数宾格)的省音形式。它修饰不定式 `γεγραφέναι`(在诉状中写道)的逻辑主语宾格(即原告潘泰内托斯)。该分词跟在省略了主句动词的 `πόση μωρία [ἐστίν]`(“这是多么愚蠢啊”)之后,用以描绘被告发者的荒谬行为:一边声称自己是阴谋的受害者,一边却在诉状中写下那些指控。
  3. 26ὧν — 关系代词 `ὧν`(属格复数)是语法格吸引(attraction)的体现。该关系代词在关系从句中逻辑上应作为动词短语 `δίκην δέδωκε`(“为此付出了代价/受罚”)的直接宾语宾格 `ἅ`,但受到了被省略的先行词 `τούτων` 的属格影响,从而被吸引成了属格。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §22-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:22-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。