Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §29-36

变卖财产的合法性与矿山诉讼管辖权异议

第 5 段,共 8 段 · 希腊语

内容简介

尼科布洛斯通过列举交易的实际情况,反驳了潘泰内托斯关于违反协议变卖作坊的指控;他同时指出,诉状中杂糅的人身伤害、侮辱等控告超出了主管官员的管辖权,且不符合矿山诉讼的法定条件,因而是不合法的。

§29λέγε δʼ αὐτοῖς τὸ ἐφεξῆς.
请给他们读接下来的部分。
ΕΓΚΛΗΜΑ. καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με.
诉状。 “并且违反他与我达成的协议,变卖了我的作坊和奴隶。
ἐπίσχες.
” 停一下。
τουτὶ πολὺ πάνθʼ ὑπερβέβληκεν τἄλλα.
这远远超过了其他所有的谎言。
πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ.
因为首先,他说“违反他与我达成的协议”。
αὗται δʼ εἰσὶ τίνες;
但这是什么样的协议呢?
ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερʼ ἡμεῖς, καὶ ἄλλʼ οὐδέν· πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.
我们把我们的财产租给这个人,租金相当于应计的利息,此外别无他物;因为在他在场并要求下,姆内西克莱斯已经成为我们这笔财产的卖主。
§30μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφʼ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα.
此后,我们以与我们自己购买时完全相同的条件,将它们卖给了其他人,这不仅是由于他的要求,甚至还由于他的哀求;因为没有人愿意接受他作为卖主。
τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι;
那么,在这里,租赁协议又有什么关系呢?
τί τοῦτʼ, ὦ φαυλότατʼ ἀνθρώπων, ἐνέγραψας;
你为什么把这个写进去,你这最卑鄙的人?
ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφʼ οἷσπερ ἐωνήμεθʼ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν.
然而,为了证明是根据你的要求,并以我们自己购买时相同的条件再次卖掉的,请读证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§31μαρτυρεῖς τοίνυν καὶ σύ· ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθʼ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ·
事实上,你自己也证明了这一点;因为我们以一百零五米纳购得的财产,你后来却以三塔兰同二千六百德拉克马卖掉了。
καίτοι τίς ἂν καθάπαξ πρατῆρά σʼ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν;
然而,如果以你为直接的卖主,谁会愿意给你哪怕一个德拉克马呢?
ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
但是,为了证明我所说的是真话,请帮我传唤这些证人。
ΜΑΡΤΥΡΕΣ.
证人们。
§32ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δʼ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθʼ ὃ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται.
因此,既然他已经拿到了他自己同意的财产价款,并且恳求我在我出资的范围内充当卖主,他自己却又起诉索要两塔兰同。
καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτʼ ἐστὶ δεινότερα.
而诉状中其余的控告还要更加恶劣。
λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος.
请读诉状的其余部分。
ΕΓΚΛΗΜΑ.
诉状。
§33ἐνταυθὶ πόλλʼ ἄττα καὶ δεινά μοι ἅμʼ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα.
在这里,他同时对我提出了许多严重的指控;因为他指控我犯有人身伤害、侮辱、暴力行为以及针对女继承人的不法行为。
τούτων δʼ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθʼ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλʼ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δʼ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα.
然而,对于其中的每一项,都有各自独立的诉讼程序,既不提交给相同的官员受理,也不涉及相同的刑罚;相反,人身伤害和暴力行为的起诉提交给四十人官,侮辱罪提交给法律制定官,而涉及女继承人的则提交给执政官。
οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς.
而法律也允许,对于那些主管官员无权受理提起诉讼的事项,被告可以提出异议申诉。
λέγε δʼ αὐτοῖς τουτονὶ τὸν νόμον.
请给他们读这条法律。
ΝΟΜΟΣ.
法律。
§34τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος, ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ.
然而,尽管我将这一点与其他的异议申诉一同写明,而且法律制定官对潘泰内托斯起诉的事项并无受理权,这一项却已被抹去,没有包含在异议申诉书中。
τὸ δʼ ὅπως, ὑμεῖς σκοπεῖτε· ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδʼ ὁτιοῦν διαφέρει· οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαιʼ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.
至于这是如何发生的,请你们自己去考量;对我而言,只要我还能出示法律本身,这就毫无影响;因为他们无法抹杀你们辨识和理解公理的能力。
§35λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτʼ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τʼ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι.
请再拿来矿山法;因为我认为,从这部法律中我同样能证明,该诉讼是不可受理的,并且我更应该得到感激,而不是遭受恶意诬告。
λέγε.
请读。
ΝΟΜΟΣ. οὗτος σαφῶς ὁ νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς.
法律。 这部法律明确规定了哪些情况下应当提起矿山诉讼。
οὐκοῦν ὁ μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δʼ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλʼ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.
因此,法律规定,如果有人将他人逐出其作业场所,该人将受到起诉;但我不仅没有亲自驱逐他,反而使他重新占有并向他移交了别人企图夺走他的财产,并且在他本人的请求下充当了卖主。
§36ναί, φησίν· ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι.
“是的,”他会说,“但如果有人在矿山方面犯了其他过错,也有针对这些行为的诉讼。
ὀρθῶς γʼ, ὦ Πανταίνετε· ἀλλὰ ταῦτα τί ἐστιν;
”完全正确,潘泰内托斯;但这些是什么呢?
ἂν τύφῃ τις, ἂν ὅπλʼ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός.
“向矿井里放烟,或携带武器进犯,或越界开采。
ταῦτʼ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθʼ ὅπλων ἥκειν νομίζεις.
”这些就是其他情况,而我显然没有对你们犯下其中任何一项,除非你认为那些来收回借给你的资金的人是“携带武器”而来的。
εἰ δὲ ταῦθʼ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί.
如果你是这样认为的,那么对于所有出借自己资金的人,你都可以提起矿山诉讼。

词汇与语法注释

  1. 29τῶν τόκων τῶν γιγνομένων τούτῳ — 价格(代金)属格,意为“租金相当于应计给此人的利息”。说明了当时租赁契约中将租金与本金利息等额对冲的具体交易实质。
  2. 31καθάπαξ πρατῆρα — 副词 καθάπαξ(完全地、直接地)直接修饰名词 πρατῆρα,意为“直接卖主”或“拥有绝对资格的卖主”。以此强调由于潘泰内托斯缺乏信用,无法作为直接的主体与他人达成交易。
  3. 33περί ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς — 关系代词 ὧν 的先行词指代前文的各项诉讼案件(δίκαι)。εἰσαγωγεύς 指的是“有权将案件引入法庭审理的主管官员”。此处说明对于不具备该罪状受理权的官员,法律允许被告提起异议申诉(πα라γραφή)。
  4. 35οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλʼ... — “οὐχ ὅπως ... ἀλλʼ ...”句型,表示“非但不……反而……”的强烈对比否定。在此强调被告不仅没有将原告驱逐,反而帮其夺回财产并予以移交的事实。
  5. 36πλὴν εἰ τοὺς κομιζομένους... μεθʼ ὅπλων ἥκειν νομίζεις — 在由 πλὴν εἰ(除非、除……之外)引导的从句中,嵌套了动词 νομίζεις 支配的带对格的不定式结构:对格主语为名词化的分词 τοὺς κομιζομένους(指“收回所借资金的人们”),不定式为 ἥκειν。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §29-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:29-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。