Humanitext Reader

狄摩西尼 · 为波尔米翁辩护 §1-8

帕西翁的租赁契约与遗嘱及财产分配

第 1 段,共 8 段 · 希腊语

内容简介

说话人代替不善言辞的被告福尔米翁进行辩护,针对阿波罗多洛斯提出的不当诉讼,详细阐述了当年帕西翁的银行与盾牌作坊租赁契约、其生前遗嘱的内容以及后来提前分配财产的因由。

§1τὴν μὲν ἀπειρίαν τοῦ λέγειν, καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, αὐτοὶ πάντες ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι·
雅典的众位公民,福尔米翁在言辞上的笨拙,以及他是如何地没有辩才,你们大家自己都亲眼看到了。
ἀνάγκη δʼ ἐστὶν τοῖς ἐπιτηδείοις ἡμῖν, ἃ σύνισμεν πολλάκις τούτου διεξιόντος ἀκηκοότες, λέγειν καὶ διδάσκειν ὑμᾶς, ἵνʼ εἰδότες καὶ μεμαθηκότες ὀρθῶς τὰ δίκαια παρʼ ἡμῶν, ἃν ᾖ δίκαια καὶ εὔορκα, ταῦτα ψηφίσησθε.
因此,我们这些作为他朋友的人,因为常常听他讲述而对这些事实了如指掌,便有必要向你们说明并指教,以便你们从我们这里正确地了解并掌握事情的是非,从而投出符合正义和你们誓言的票。
§2τὴν μὲν οὖν παραγραφὴν ἐποιησάμεθα τῆς δίκης, οὐχ ἵνʼ ἐκκρούοντες χρόνους ἐμποιῶμεν, ἀλλʼ ἵνα τῶν πραγμάτων, ἐὰν ἐπιδείξῃ μηδʼ ὁτιοῦν ἀδικοῦνθʼ ἑαυτὸν οὑτοσί, ἀπαλλαγή τις αὐτῷ γένηται παρʼ ὑμῖν κυρία.
因此,我们对这起诉讼提出了抗辩(反诉),并非为了拖延时间,而是为了在这位福尔米翁证明自己没有任何不公行为的情况下,能在你们这里获得对这些纠纷的最终免责。
ὅσα γὰρ παρὰ τοῖς ἄλλοις ἐστὶν ἀνθρώποις ἰσχυρὰ καὶ βέβαια ἄνευ τοῦ παρʼ ὑμῖν ἀγωνίσασθαι, ταῦτα πάντα πεποιηκὼς Φορμίων οὑτοσί, καὶ πολλὰ μὲν εὖ πεποιηκὼς Ἀπολλόδωρον τουτονί.
因为在其他人之间,无需在你们面前打官司就能具有效力和保障的所有事情,这位福尔米翁都已经做到了,并且他还曾多次恩待这里的阿波罗多洛斯。
§3πάντα δʼ, ὅσων κύριος τῶν τούτου κατελείφθη, διαλύσας καὶ παραδοὺς δικαίως, καὶ πάντων ἀφεθεὶς μετὰ ταῦτα τῶν ἐγκλημάτων, ὅμως, ὡς ὁρᾶτε, ἐπειδὴ φέρειν τοῦτον οὐχ οἷός τʼ ἐστίν, δίκην ταλάντων εἴκοσι λαχὼν αὐτῷ ταύτην συκοφαντεῖ.
而且,尽管他已经公正地清算并移交了受托保管的此人的全部财产,并在此后免除了所有指控,但正如你们所见,由于阿波罗多洛斯无法容忍他的幸运,便对他提起了这桩标的额达二十塔兰同的诉讼,用诬告来纠缠他。
ἐξ ἀρχῆς οὖν ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλόδωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι, ἐξ ὧν εὖ οἶδʼ ὅτι ἥ τε τούτου συκοφαντία φανερὰ γενήσεται, καὶ ὡς οὐκ εἰσαγώγιμος ἡ δίκη γνώσεσθʼ ἅμα ταῦτʼ ἀκούσαντες.
因此,我将尽力从头开始,用最简短的话语,向你们讲述他与帕西翁及阿波罗多洛斯之间所发生的一切事情。 我深信,通过这些陈述,不仅这小子的诬告会暴露无遗,同时,你们听完这些也会明白这起诉讼是不可受理的。
§4πρῶτον μὲν οὖν ὑμῖν ἀναγνώσεται τὰς συνθήκας, καθʼ ἃς ἐμίσθωσε Πασίων τὴν τράπεζαν τούτῳ καὶ τὸ ἀσπιδοπηγεῖον.
因此,首先,他将向你们宣读帕西翁将银行和盾牌作坊租赁给他的合同。
καί μοι λαβὲ τὰς συνθήκας καὶ τὴν πρόκλησιν καὶ τὰς μαρτυρίας ταυτασί.
请帮我拿来合同、挑战书以及这些证词。
ΣΥΝΘΗΚΑΙ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ. αἱ μὲν οὖν συνθῆκαι, καθʼ ἃς ἐμίσθωσεν ὁ Πασίων τούτῳ τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον ἤδη καθʼ ἑαυτὸν ὄντι, αὗταί εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι·
【合同。 挑战书。 证词。 】雅典人啊,以上就是帕西翁在福尔米翁已经独立经营时,将银行和盾牌作坊租赁给他的合同。
δεῖ δʼ ὑμᾶς ἀκοῦσαι καὶ μαθεῖν ἐκ τίνος τρόπου προσώφειλεν τὰ ἕνδεκα τάλανθʼ ὁ Πασίων ἐπὶ τὴν τράπεζαν.
但你们必须听一听并了解,帕西翁究竟是通过何种方式对银行负债达十一塔兰同的。
§5οὐ γὰρ διʼ ἀπορίαν ταῦτʼ ὤφειλεν, ἀλλὰ διὰ φιλεργίαν.
因为他欠下这笔钱并不是因为贫困,而是因为他热衷于经营。
ἡ μὲν γὰρ ἔγγειος ἦν οὐσία Πασίωνι μάλιστα ταλάντων εἴκοσιν, ἀργύριον δὲ πρὸς ταύτῃ δεδανεισμένον πλέον ἢ πεντήκοντα τάλαντα.
帕西翁的土地财产最多也就价值二十塔兰同左右,但此外他还有超过五十塔兰同的放贷资金。
ἐν τοῖς πεντήκοντα ταλάντοις τούτοις ἀπὸ τῶν παρακαταθηκῶν τῶν τῆς τραπέζης ἕνδεκα τάλαντʼ ἐνεργὰ ἦν.
在这五十塔兰同中,有十一塔兰同是属于银行的存款,被用于实际投资中。
§6μισθούμενος οὖν ὅδε τὴν ἐργασίαν αὐτὴν τῆς τραπέζης καὶ τὰς παρακαταθήκας, ὁρῶν ὅτι, μήπω τῆς πολιτείας αὐτῷ παρʼ ὑμῖν οὔσης, οὐχ οἷός τʼ ἔσοιʼ εἰσπράττειν ὅσα Πασίων ἐπὶ γῇ καὶ συνοικίαις δεδανεικὼς ἦν, εἵλετο μᾶλλον αὐτὸν τὸν Πασίωνα χρήστην ἔχειν τούτων τῶν χρημάτων ἢ τοὺς ἄλλους χρήστας, οἷς προειμένος ἦν.
因此,当福尔米翁承租银行的经营及存款时,他看到由于自己尚未获得你们的公民权,他将无法收回帕西翁以土地和出租房为抵押所贷出的资金,于是他宁可让帕西翁本人成为这笔资金的债务人,也不愿让那些已经把钱借给他们的其他债务人来当债务人。
καὶ οὕτω διὰ ταῦτʼ ἐγράφη εἰς τὴν μίσθωσιν προσοφείλων ὁ Πασίων ἕνδεκα τάλαντα, ὥσπερ καὶ μεμαρτύρηται ὑμῖν.
正是由于这个原因,在租赁合同中写明了帕西翁欠款十一塔兰同,正如已向你们证实的那样。
§7ὃν μὲν τοίνυν τρόπον ἡ μίσθωσις ἐγένετο, μεμαρτύρηται ὑμῖν ὑπʼ αὐτοῦ τοῦ ἐπικαθημένου·
因此,租赁是如何进行的,已由银行主管本人向你们作证。
ἐπιγενομένης δʼ ἀρρωστίας τῷ Πασίωνι μετὰ ταῦτα, σκέψασθʼ ἃ διέθετο.
此后帕西翁生病,请看他是如何处置的。
λαβὲ τῆς διαθήκης τὸ ἀντίγραφον καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.
请帮我拿来遗嘱副本、这份挑战书以及这些证词。
ΔΙΑΘΗΚΗ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.
【遗嘱。 挑战书。 证词。
§8ἐπειδὴ τοίνυν ὁ Πασίων ἐτετελευτήκει ταῦτα διαθέμενος, Φορμίων οὑτοσὶ τὴν μὲν γυναῖκα λαμβάνει κατὰ τὴν διαθήκην, τὸν δὲ παῖδʼ ἐπετρόπευεν.
】帕西翁立下遗嘱去世后,这位福尔米翁按照遗嘱娶了他的妻子,并成为了他孩子的监护人。
ἁρπάζοντος δὲ τούτου καὶ πόλλʼ ἀπὸ κοινῶν ὄντων τῶν χρημάτων ἀναλίσκειν οἰομένου δεῖν, λογιζόμενοι πρὸς ἑαυτοὺς οἱ ἐπίτροποι, ὅτι, εἰ δεήσει κατὰ τὰς διαθήκας, ὅσʼ ἂν οὗτος ἐκ κοινῶν τῶν χρημάτων ἀναλώσῃ, τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν, οὐδʼ ὁτιοῦν ἔσται περιόν, νείμασθαι τὰ ὄνθʼ ὑπὲρ τοῦ παιδὸς ἔγνωσαν.
而由于阿波罗多洛斯大肆挥霍,并认为应该从共同财产中支用巨额资金,其他监护人们私下权衡,如果按照遗嘱,必须扣除此人从共同财产中所支用的数额,再将剩余部分等分,那么将一无所剩。 因此,为了那孩子的利益,他们决定分配现有的财产。

词汇与语法注释

  1. 1ἀδυνάτως ἔχει — 由接续词 `ὡς`(如何、怎样)引导的从句,使用了非人称的 `ἔχω` +副词结构(意为“处于……状态”)。此处表示“福尔米翁在(言辞辩解中)是如何无能”。
  2. 2ἀπαλλαγή τις αὐτῷ γένηται παρʼ ὑμῖν κυρία — `παρʼ ὑμῖν` 意为“在你们(法庭)这里”。`κυρία` 作表语修饰 `γένηται`,表示目的从句中的结果,“从而使他能够获得一项决定性的(或具有法律约束力的)免责”。
  3. 3ὅσων κύριος τῶν τούτου κατελείφθη — `ὅσων` 是关系代词,本应作其他格,但受到支配属格的 `κύριος`(……的管理者)的影响而被吸引为属格。`τῶν τούτου`(此人[阿波罗多洛斯]的财产)与 `ὅσων` 同格,或同受 `κύριος` 支配。被动动词 `κατελείφθη`(被留下/被委托)的实际主语是福尔米翁。
  4. 5ἀργύριον δὲ πρὸς ταύτῃ δεδανεισμένον — `πρὸς ταύτῃ`(除此之外)指代前文的阴性名词 `οὐσία`(不动产)。完成被动分词 `δεδανεισμένον` 意为“(由帕西翁向他人)贷出的现金”,虽然是受动形式,但指代帕西翁对外放贷的债权资产。
  5. 6οὐχ οἷός τʼ ἔσοιʼ — `ἔσοιʼ` 是将来希求式 `ἔσοιτο` 的元音脱落(elision)形式。由于主句处于过去时态(分词 `ὁρῶν` 及主动词 `εἵλετο`),因而在间接引语中采用希求式来表示“过去立场的将来动作”(替代直说式将来时 `ἔσομαι`)。
  6. 8τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν — `τούτοις` 是中性复数与格,指代阿波罗多洛斯从共同财产中支用的数额(`ὅσʼ ἂν οὗτος... ἀναλώσῃ`),受分词 `ἐξελόντας`(扣除/取出)支配。宾格复数分词 `ἐξελόντας` 逻辑上与作不定式主语的“监护人们(`οἱ ἐπίτροποι`)”相一致。此处描述了“先扣除与阿波罗多洛斯所花费用相等的份额,再将余下财产等分”的具体财产分割计算方法。

引用这一段

狄摩西尼, 为波尔米翁辩护 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。