Humanitext Reader

狄摩西尼 · 为波尔米翁辩护 §24-30

出诉时效法与帕西翁安排婚姻的正当性

第 4 段,共 8 段 · 希腊语

内容简介

福尔米翁辩护方指出,阿波罗多洛斯的起诉因先前的免除协议和出诉期限法而在法律上不可受理,并说明帕西翁让福尔米翁娶其妻是为了保护家业而采取的当时银行家群体的普遍且合理的做法。

§24συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου παρεγραψάμεθʼ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον.
由于此人提出恶意且违法的诉讼,我们根据法律提出了抗辩,指明该诉讼是不可受理的。
ἵνʼ οὖν εἰδῆθʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόντων, ὅτʼ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων Ἀπολλόδωρος.
因此,为了让你们知道你们将对什么进行投票,书记将向你们宣读这项法律,并依次宣读当阿波罗多洛斯免除租赁责任及所有其他控告时在场人员的证词。
λαβέ μοι τὰς μαρτυρίας ταυτασὶ καὶ τὸν νόμον.
请帮我拿来这些证词和法律。
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ. §25ἀκούετε τοῦ νόμου λέγοντος, ὦ ἄνδρες Ἀθηναῖοι, τά τʼ ἄλλʼ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν.
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ. 雅典人啊,请听法律所规定的,在其他不予起诉的事情中,也包括任何人已经免除或解脱的所有事情。
εἰκότως· εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη, μηκέτʼ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον μὴ εἶναι δίκας.
这是理所当然的;因为如果对于已经审判过一次的事情不再允许起诉是公道的,那么对于已经免除的事情不予起诉就更是公道得多。
ὁ μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχʼ ἂν εἴποι τοῦθʼ ὡς ἐξηπατήθηθʼ ὑμεῖς· ὁ δʼ αὑτοῦ φανερῶς καταγνοὺς καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίνʼ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο;
因为在你们面前败诉的人,或许会说你们被欺骗了;但一个显然否定了自己、并予以免除和解脱的人,又怎能以什么理由指责自己而理直气壮地就同一事情再次提起诉讼呢?
οὐδεμίαν δήπου.
当然没有。
διόπερ τοῦτο πρῶτον ἔγραψεν ὁ τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας, ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν.
因此,立法者在不予起诉的事情中,首先写下了任何人已经免除或解脱的所有事情。
ἃ τῷδε γέγονεν ἀμφότερα· καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν.
这两者在此人身上都发生了:因为他既免除了,也解脱了。
ὡς δʼ ἀληθῆ λέγω, μεμαρτύρηται ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι.
雅典人啊,我所说的是真话,已经向你们证实了。
λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον.
现在,请帮我把关于出诉期限的法律也拿来。
ΝΟΜΟΣ. §26ὁ μὲν τοίνυν νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ τὸν χρόνον ὥρισεν· Ἀπολλόδωρος δʼ οὑτοσὶ παρεληλυθότων ἐτῶν πλέον ἢ εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθʼ οὓς ὀμωμοκότες δικάζετε.
ΝΟΜΟΣ. 雅典人啊,法律就是这样明确地限制了时间;但这里的阿波罗多洛斯在二十多年过去之后,竟要求你们看重他那恶意的诬告,甚至超过你们宣誓据以审判的法律。
καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθʼ ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ὦ ἄνδρες Ἀθηναῖοι.
然而,雅典人啊,虽然你们理应遵守所有的法律,但对这一条法律更应如此。
§27δοκεῖ γάρ μοι καὶ ὁ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν ἢ τοῦ μὴ συκοφαντεῖσθαι ὑμᾶς.
因为在我看来,梭伦制定这条法律不为别的原因,正是为了防止你们受到恶意诬告的骚扰。
τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντʼ ἔτη ἱκανὸν ἡγήσατʼ εἶναι εἰσπράξασθαι· κατὰ δὲ τῶν ψευδομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι.
因为他认为对于蒙受不公的人来说,五年的时间足够用来追讨损失;而对于说谎者,他认为时间将是最明确的检验。
καὶ ἅμʼ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.
同时,由于他知道契约当事人和证人不可能永远活着,他便用这条法律来代替他们,以便为那些失去证人的人作为公道的证人。
§28θαυμάζω τοίνυν ἔγωγʼ, ὦ ἄνδρες δικασταί, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτʼ ἐπιχειρήσει λέγειν Ἀπολλόδωρος οὑτοσί.
审判官们,我真的很奇怪,这里的阿波罗多洛斯究竟会企图用什么话来回应这些。
οὐ γὰρ ἐκεῖνό γʼ ὑπείληφεν, ὡς ὑμεῖς, μηδὲν ὁρῶντες εἰς χρήματα τοῦτον ἠδικημένον, ὀργιεῖσθʼ ὅτι τὴν μητέρʼ ἔγημεν αὐτοῦ Φορμίων.
因为他绝不会以为,在你们看到他在金钱上没有受到任何不公对待的情况下,仍会因为福尔米翁娶了他的母亲而感到愤怒。
οὐ γὰρ ἀγνοεῖ τοῦτο, οὐδʼ αὐτὸν λέληθεν, οὐδʼ ὑμῶν πολλούς, ὅτι Σωκράτης ὁ τραπεζίτης ἐκεῖνος, παρὰ τῶν κυρίων ἀπαλλαγεὶς ὥσπερ ὁ τούτου πατήρ, ἔδωκε Σατύρῳ τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτοῦ ποτὲ γενομένῳ.
因为他并非不知道这件事,他以及你们中的许多人都没有忽略:那个著名的银行家苏格拉底,在像此人的父亲一样被主人解脱之后,把自己的妻子嫁给了曾属于他的萨堤罗斯。
§29ἕτερος Σωκλῆς τραπεζιτεύσας ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα Τιμοδήμῳ τῷ νῦν ἔτʼ ὄντι καὶ ζῶντι, γενομένῳ ποθʼ αὑτοῦ.
另一位曾经营银行的索克莱斯,把自己的妻子嫁给了至今仍健在的蒂莫德莫斯,而蒂莫德莫斯曾是他的奴隶。
καὶ οὐ μόνον ἐνθάδε ταῦτα ποιοῦσιν οἱ περὶ τὰς ἐργασίας ὄντες ταύτας, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἐν Αἰγίνῃ ἔδωκεν Στρυμόδωρος Ἑρμαίῳ τῷ ἑαυτοῦ οἰκέτῃ τὴν γυναῖκα, καὶ τελευτησάσης ἐκείνης ἔδωκε πάλιν τὴν θυγατέρα τὴν ἑαυτοῦ.
雅典人啊,不仅在这里,从事这种行业的人会做出这些事,而且在埃伊纳,斯特里莫多罗斯把妻子嫁给了自己的奴隶赫尔迈欧斯,在那女人去世后,他又把自己的女儿嫁给了他。
καὶ πολλοὺς ἂν ἔχοι τις εἰπεῖν τοιούτους.
人们还可以举出许多这样的例子。
§30εἰκότως· ὑμῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γένει πολίταις, οὐδὲ ἓν πλῆθος χρημάτων ἀντὶ τοῦ γένους καλόν ἐστιν ἑλέσθαι· τοῖς δὲ τοῦτο μὲν δωρεὰν ἢ παρʼ ὑμῶν ἢ παρʼ ἄλλων τινῶν λαβοῦσιν, τῇ τύχῃ δʼ ἐξ ἀρχῆς ἀπὸ τοῦ χρηματίσασθαι καὶ ἑτέρων πλείω κτήσασθαι καὶ αὐτῶν τούτων ἀξιωθεῖσιν, ταῦτʼ ἐστὶν φυλακτέα.
这是理所当然的;因为雅典人啊,对于你们这些生来就是公民的人来说,选择任何巨额财富来代替高贵的出身都不是一件体面的事;但对于那些从你们或其他人那里获得公民权作为礼物,并因好运从一开始通过经商获得比他人更多的财富、且恰因这些财富才被认为配得上这一身份的人来说,这些是必须守护的。
διόπερ Πασίων ὁ πατὴρ ὁ σὸς οὐ πρῶτος οὐδὲ μόνος, οὐδʼ αὑτὸν ὑβρίζων οὐδʼ ὑμᾶς τοὺς υἱεῖς, ἀλλὰ μόνην ὁρῶν σωτηρίαν τοῖς ἑαυτοῦ πράγμασιν, εἰ τοῦτον ἀνάγκῃ ποιήσειεν οἰκεῖον ὑμῖν, ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα, μητέρα δʼ ὑμετέραν τούτῳ.
因此,你的父亲帕西翁并不是第一个也不是唯一一个这样做的人,他既不是为了侮辱自己,也不是为了侮辱你们这些儿子,而是看出,如果他通过必然性使此人成为你们的亲属,这就是他产业的唯一保障,所以才把自己的妻子、也就是你们的母亲,嫁给了此人。

词汇与语法注释

  1. §25ὧν μὴ εἶναι δίκας — 关系代词 ὧν 包含了其先行词(如 τούτων),而不定式 εἶναι 在法律条文中表示命令或规定,或者依赖于前文隐含的动词或名词 νόμος。
  2. §27τοῖς ἐρήμοις — 形容词 ἔρημος 的名词化与格用法。在此处它不仅仅指“孤独的人”,而是承接前文提到契约当事人和证人死亡的情况,特指“因失去证人或证明手段而孤立无援的人”。
  3. §30τοῖς δὲ ... ταῦτʼ ἐστὶν φυλακτέα — 伴随动形容词 φυλακτέα(中性复数,与主语 ταῦτα 一致)的与格(施事者与格)。从文首开始的长与格短语(τοῖς δὲ... ἀξιωθεῖσιν)整体表示“对于……而言应当守护(即……必须守护)”。

引用这一段

狄摩西尼, 为波尔米翁辩护 §24-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:24-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。