§39ἀλλὰ νὴ Δία ταῦθʼ ἡ πόλις εἴληφεν, καὶ δεινὰ πέπονθας πολλὰ καταλελῃτουργηκώς.
但是,靠宙斯起誓,(你会说)国家已经收受了这些款项,而你因为履行了许多公益服务而遭受了凄惨的境遇。
ἀλλʼ ἃ μὲν ἐκ κοινῶν ἐλῃτούργεις τῶν χρημάτων, σὺ καὶ ἁδελφὸς ἀνηλώσατε· ἃ δʼ ὕστερον, οὐκ ἔστιν ἄξια μὴ ὅτι δυοῖν ταλάντοιν προσόδου, ἀλλʼ οὐδʼ εἴκοσι μνῶν.
然而,你从共同财产中所履行的公益服务,是你和你的弟弟共同挥霍掉的;而此后你所做的服务,且不说值两个塔兰同的收益,甚至连二十米纳也不值。
μηδὲν οὖν τὴν πόλιν αἰτιῶ, μηδʼ ἃ σὺ τῶν ὄντων αἰσχρῶς καὶ κακῶς ἀνήλωκας, ὡς ἡ πόλις εἴληφεν, λέγε.
因此,请不要归咎于国家,也不要说你从自己的财产中可耻且恶劣地挥霍掉的东西是被国家收受了。
§40ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθʼ ἓν ἕκαστον.
雅典人啊,为了让你们知道他所收受的财产总额以及他所履行的公益服务,他将向你们逐一宣读。
λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.
请帮我拿来这本账簿、这份挑战书和这些证词。
ΒΙΒΛΙΟΝ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.
ΒΙΒΛΙΟΝ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ。
§41τοσαῦτα μὲν τοίνυν χρήματʼ εἰληφὼς καὶ χρέα πολλῶν ταλάντων ἔχων, ὧν τὰ μὲν παρʼ ἑκόντων, τὰ δʼ ἐκ τῶν δικῶν εἰσπράττει, ἃ τῆς μισθώσεως ἔξω τῆς τραπέζης καὶ τῆς ἄλλης οὐσίας, ἣν κατέλιπεν Πασίων, ὠφείλετʼ ἐκείνῳ καὶ νῦν παρειλήφασιν οὗτοι, καὶ τοσαῦτʼ ἀνηλωκὼς ὅσʼ ὑμεῖς ἠκούσατε, οὐδὲ πολλοστὸν μέρος τῶν προσόδων, μὴ ὅτι τῶν ἀρχαίων, εἰς τὰς λῃτουργίας, ὅμως ἀλαζονεύσεται καὶ τριηραρχίας ἐρεῖ καὶ χορηγίας.
因此,他收受了如此巨额的财产,并拥有许多塔兰同的债权——其中一部分由债务人自愿偿还,另一部分通过诉讼追回,这些是银行租赁和帕西翁留下的其他财产之外欠帕西翁的债务,如今由这些人继承——并且挥霍了如你们所听到的那么多钱,而他花在公益服务上的,甚至连收入的极微小一部分都算不上,更不用说他的元金了。 尽管如此,他依然会大言不惭,大谈其三列桨战船装备和合唱队赞助的事情。
§42ἐγὼ δʼ, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐρεῖ, ἐπέδειξα, οἶμαι μέντοι, κἂν εἰ ταῦτα πάντʼ ἀληθῆ λέγοι, κάλλιον εἶναι καὶ δικαιότερον τόνδʼ ἀπὸ τῶν αὑτοῦ λῃτουργεῖν ὑμῖν ἢ τούτῳ δόντας τὰ τούτου, μικρὰ τῶν πάντων αὐτοὺς μετασχόντας, τόνδε μὲν ἐν ταῖς ἐσχάταις ἐνδείαις ὁρᾶν, τοῦτον δʼ ὑβρίζοντα καὶ εἰς ἅπερ εἴωθεν ἀναλίσκοντα.
我已经表明,他所说的这些并非真话;但我认为,即使他说的这一切完全是真话,由福尔米翁用他自己的财产为你们履行公益服务,也要比你们把福尔米翁的财产判给阿波罗多洛斯,自己只分得其中微小的一部分,却眼睁睁看着福尔米翁陷于极度贫困,而阿波罗多洛斯却横行霸道、将其肆意挥霍在他惯常的享乐中,显得更美好、更公正。
§43ἀλλὰ μὴν περί γε τῆς εὐπορίας, ὡς ἐκ τῶν τοῦ πατρὸς τοῦ σοῦ κέκτηται, καὶ ὧν ἐρωτήσειν ἔφησθα, πόθεν τὰ ὄντα κέκτηται Φορμίων, μόνῳ τῶν ὄντων ἀνθρώπων σοὶ τοῦτον οὐκ ἔνεστʼ εἰπεῖν τὸν λόγον.
此外,关于福尔米翁的财富,以及你声称他是从你父亲的财产中获得财富的说法,还有你说你要质问“福尔米翁是从哪里得到这些财产的”,在这世上唯独你最不应该说这种话。
οὐδὲ γὰρ Πασίων ὁ σὸς πατὴρ ἐκτήσαθʼ εὑρὼν οὐδὲ τοῦ πατρὸς αὐτῷ παραδόντος, ἀλλὰ παρὰ τοῖς αὑτοῦ κυρίοις Ἀντισθένει καὶ Ἀρχεστράτῳ τραπεζιτεύουσι πεῖραν δοὺς ὅτι χρηστός ἐστι καὶ δίκαιος, ἐπιστεύθη.
因为你的父亲帕西翁也不是通过意外发现或由其父亲传授而获得财富的,而是在他的主人安蒂斯塞内斯和阿尔克斯特拉托斯经营银行时,通过证明自己是一个诚实正直的人,从而赢得了信任。
§44ἔστι δʼ ἐν ἐμπορίῳ καὶ χρήμασιν ἐργαζομένοις ἀνθρώποις φιλεργὸν δόξαι καὶ χρηστὸν εἶναι τὸν αὐτὸν θαυμαστὸν ἡλίκον.
对于在商界和用资金工作的人来说,被认为既勤奋又诚实,具有惊人的巨大价值。
οὔτʼ οὖν ἐκείνῳ τοῦθʼ οἱ κύριοι παρέδωκαν, ἀλλʼ αὐτὸς ἔφυ χρηστός, οὔτε τῷδʼ ὁ σὸς πατήρ· σὲ γὰρ ἂν πρότερον τοῦδε χρηστὸν ἐποίησεν, εἰ ἦν ἐπʼ ἐκείνῳ.
因此,主人并没有把这种品质传授给他,而是他天生正直;你的父亲也没有把这种品质传授给福尔米翁;因为如果这取决于你父亲,他本会先于福尔米翁让你变得正直。
εἰ δὲ τοῦτʼ ἀγνοεῖς, ὅτι πίστις ἀφορμὴ πασῶν ἐστι μεγίστη πρὸς χρηματισμόν, πᾶν ἂν ἀγνοήσειας.
如果你连这一点都不知道——即信用是所有创造财富的手段中最大的资本——那么你将一无所知。
χωρὶς δὲ τούτων πολλὰ καὶ τῷ σῷ πατρὶ καὶ σοὶ καὶ ὅλως τοῖς ὑμετέροις πράγμασι Φορμίων γέγονε χρήσιμος.
除此以外,福尔米翁对你的父亲、你以及你们的整个家业都大有帮助。
ἀλλʼ οἶμαι τῆς σῆς ἀπληστίας καὶ τοῦ σοῦ τρόπου τίς ἂν δύναιτʼ ἐφικέσθαι.
但我认为,谁能满足你的贪婪和你的本性呢?
§45καὶ δῆτα θαυμάζω πῶς οὐ λογίζει πρὸς σεαυτόν, ὅτι ἔστιν Ἀρχεστράτῳ τῷ ποτὲ τὸν σὸν πατέρα κτησαμένῳ υἱὸς ἐνθάδε, Ἀντίμαχος, πράττων οὐ κατʼ ἀξίαν, ὃς οὐ δικάζεταί σοι, οὐδὲ δεινά φησι πάσχειν, εἰ σὺ μὲν χλανίδα φορεῖς, καὶ τὴν μὲν λέλυσαι, τὴν δʼ ἐκδέδωκας ἑταίραν, καὶ ταῦτα γυναῖκʼ ἔχων ποιεῖς, καὶ τρεῖς παῖδας ἀκολούθους περιάγει, καὶ ζῇς ἀσελγῶς ὥστε καὶ τοὺς ἀπαντῶντας αἰσθάνεσθαι, αὐτὸς δʼ ἐκεῖνος πολλῶν ἐνδεής ἐστιν.
我实在感到奇怪,你为什么不在自己心里盘算一下:曾经占有你父亲的阿尔克斯特拉托斯,其子安蒂马科斯就在这里,过着与他的身份极不相称的穷困生活。 他既不向你提起诉讼,也不说自己遭受了不公正,尽管你穿着华丽的斗篷,为一个妓女赎身,又将另一个妓女嫁人——而且是在你已有妻子的情况下做出这些事——并且带着三个随从奴隶四处走动,生活放荡得以至于路人皆知,而他自己却多有匮乏。
§46οὐδὲ τὸν Φορμίωνʼ ἐκεῖνος οὐχ ὁρᾷ.
他也不是没有看到福尔米翁。
καίτοι εἰ κατὰ τοῦτʼ οἴει σοι προσήκειν τῶν τούτου, ὅτι τοῦ πατρός ποτʼ ἐγένετο τοῦ σοῦ, ἐκείνῳ προσήκει μᾶλλον ἢ σοί· ὁ γὰρ αὖ σὸς πατὴρ ἐκείνων ἐγένετο, ὥστε καὶ σὺ καὶ οὗτος ἐκείνου γίγνεσθʼ ἐκ τούτου τοῦ λόγου.
然而,如果你因为福尔米翁曾属于你的父亲,就认为你对他拥有的财产享有权利,那么他比你更有权利;因为你的父亲曾属于他的家族,所以按照这个逻辑,你和福尔米翁都属于他。
σὺ δʼ εἰς τοῦθʼ ἥκεις ἀγνωμοσύνης ὥσθʼ ἃ προσήκει σοι τοὺς λέγοντας ἐχθροὺς νομίζειν, ταῦτʼ αὐτὸς ποιεῖς ἀνάγκην εἶναι λέγειν.
而你已经愚蠢到了这种地步,以至于你竟亲手逼迫我们说出那些你应该把说出它们的人视为仇敌的话。