Humanitext Reader

狄摩西尼 · 控诉拉克里图斯 §41-48

谴责诡辩与论证商业诉讼管辖权

第 6 段,共 7 段 · 希腊语

内容简介

原告谴责拉克里托斯企图用诡辩误导陪审团,并指出如果立场倒转,拉克里托斯也绝不会宽贷。此外,他通过梳理雅典各级行政官署的管辖范围,驳斥了拉克里托斯关于该案不应作为商业诉讼受理的抗辩,论证了此案在商业法庭审理的必然性。

§41Λάκριτος δʼ οὑτοσί, ὦ ἄνδρες δικασταί, οὐ τῷ δικαίῳ πιστεύων εἰσελήλυθε ταύτην τὴν δίκην, ἀλλʼ ἀκριβῶς εἰδὼς τὰ πεπραγμένʼ αὑτοῖς περὶ τὸ δάνεισμα τοῦτο, καὶ ἡγούμενος δεινὸς εἶναι καὶ ῥᾳδίως λόγους ποριεῖσθαι περὶ ἀδίκων πραγμάτων, οἴεται παράξειν ὑμᾶς ὅποι ἂν βούληται.
诸位陪审员,这里的拉克里托斯并不是凭着正义来参加这场诉讼的,而是因为他心知肚明他们在这笔贷款上所做的一切,并自以为聪明、能够轻易为不义之事编造说辞,因而妄想把你们引向任何他想要的地方。
ταῦτα γὰρ ἐπαγγέλλεται δεινὸς εἶναι, καὶ ἀργύριον αἰτεῖ καὶ μαθητὰς συλλέγει περὶ αὐτῶν τούτων ἐπαγγελλόμενος παιδεύειν.
因为他自诩在这些事情上精明,并且以此为名招收学生、索取学费,承诺传授这些本领。
§42καὶ πρῶτον μὲν τοὺς ἀδελφοὺς τοὺς αὑτοῦ ἐπαίδευσεν τὴν παιδείαν ταύτην, ἣν ὑμεῖς αἰσθάνεσθε πονηρὰν καὶ ἄδικον, ὦ ἄνδρες δικασταί, δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα καὶ ταῦτʼ ἀποστερεῖν καὶ μὴ ἀποδιδόναι.
首先,他把这种教育传授给了他自己的兄弟们——诸位陪审员,你们也感觉得到这是多么邪恶和不义——那就是在贸易港借入航海资金,然后予以侵吞、拒不偿还。
πῶς ἂν γένοιντο πονηρότεροι ἄνθρωποι ἢ τοῦ παιδεύοντος τὰ τοιαῦτα ἢ αὐτῶν τῶν παιδευομένων;
无论是教授这种行径的人,还是被教授的那些人,怎么可能还有比他们更可恶的人呢?
ἐπεὶ δʼ οὖν δεινός ἐστιν καὶ πιστεύει τῷ λέγειν καὶ ταῖς χιλίαις δραχμαῖς ἃς δέδωκεν τῷ διδασκάλῳ, §43κελεύσατε αὐτὸν διδάξαι ὑμᾶς, ἢ ὡς τὰ χρήματα οὐκ ἔλαβον παρʼ ἡμῶν, ἢ ὡς λαβόντες ἀποδεδώκασιν, ἢ ὅτι τὰς ναυτικὰς συγγραφὰς οὐ δεῖ κυρίας εἶναι, ἢ ὡς δεῖ ἄλλο τι χρήσασθαι τοῖς χρήμασιν ἢ ἐφʼ οἷς ἔλαβον κατὰ τὴν συγγραφήν.
既然他如此精明,又如此信赖自己的辩才和付给老师的那一千德拉克马,那么请命令他向你们证明:要么他们根本没有从我们这里拿到钱,要么拿到钱后已经偿还了,要么航海契约不应该具有法律效力,要么他们有权将资金用于契约规定目的之外的其他用途。
τούτων ὅ τι βούλεται πεισάτω ὑμᾶς.
在这几点中,他想说服你们哪一点就由他说服好了。
καὶ ἔγωγε καὶ αὐτὸς συγχωρῶ σοφώτατον εἶναι τοῦτον, ἐὰν ὑμᾶς πείσῃ τοὺς περὶ τῶν συμβολαίων τῶν ἐμπορικῶν δικάζοντας.
而且,如果他能说服你们这些审判商业契约的陪审员,我本人也愿意承认他是最聪明的人。
ἀλλʼ εὖ οἶδʼ ὅτι οὐδὲν ἂν τούτων οἷός τʼ εἴη οὗτος οὔτε διδάξαι οὔτε πεῖσαι.
但我确信,这些事情他一件也无法证明,也无法说服你们。
§44χωρὶς δὲ τούτων, φέρε πρὸς τῶν θεῶν, ὦ ἄνδρες δικασταί, εἰ τοὐναντίον συνεβεβήκει, μὴ ὁ τούτου ἀδελφὸς ὁ τετελευτηκὼς ἐμοὶ ὤφειλε χρήματα, ἀλλʼ ἐγὼ τῷ τούτου, τάλαντον ἢ ὀγδοήκοντα μνᾶς ἢ πλέον ἢ ἔλαττον, ἆρʼ ἂν οἴεσθε Λάκριτον τουτονί, ὦ ἄνδρες δικασταί, τοὺς αὐτοὺς λόγους λέγειν οἷσπερ νυνὶ κατακέχρηται, ἢ φάσκειν αὑτὸν οὐκ εἶναι κληρονόμον ἢ ἀφίστασθαι τῶν τοῦ ἀδελφοῦ, καὶ οὐκ ἂν πάνυ πικρῶς εἰσπράττειν με, ὥσπερ καὶ παρὰ τῶν ἄλλων εἰσπέπρακται, εἴ τίς τι ἐκείνῳ τῷ τετελευτηκότι ὤφειλεν ἢ ἐν Φασήλιδι ἢ ἄλλοθί που;
除此之外,看在众神的份上,诸位陪审员,如果相反的情况发生,不是他那已故的兄弟欠我钱,而是我欠他兄弟一塔兰特或八十米纳,或多或少,诸位陪审员,你们认为这里的拉克里托斯会用他现在滥用的那些说辞吗? 他会声称自己不是继承人,或者放弃他兄弟的财产吗? 难道他不会像对待其他在法塞利斯或其他地方欠他亡弟债务的人那样,极其严厉地向我讨债吗?
§45καὶ εἴ γέ τις ἡμῶν φεύγων δίκην ὑπὸ τούτου παραγραφὴν ἐτόλμησε παραγράφεσθαι, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, εὖ οἶδʼ ὅτι ἠγανάκτει ἂν αὐτὸς καὶ ἐσχετλίαζε πρὸς ὑμᾶς, δεινὰ φάσκων πάσχειν καὶ παρανομεῖσθαι, εἰ μή τις αὐτῷ τὴν δίκην ψηφιεῖται εἰσαγώγιμον εἶναι, ἐμπορικὴν οὖσαν.
而且,如果我们中有人被他起诉而作为被告,竟敢提出抗辩,声称诉讼不应被受理,我确信他自己会极其愤怒,并向你们大吐苦水,宣称如果法庭不投票判定他的诉讼(既然是商业诉讼)可以受理,他就遭受了可怕的对待和不法的侵害。
ἔπειτα, ὦ Λάκριτε, σοὶ μὲν τοῦτο δίκαιον δοκεῖ εἶναι, ἐμοὶ δὲ διὰ τί οὐκ ἔσται;
那么,拉克里托斯啊,既然你认为这对你是正当的,为什么对我来说就不行呢?
οὐχ ἅπασιν ἡμῖν οἱ αὐτοὶ νόμοι γεγραμμένοι εἰσὶν καὶ τὸ αὐτὸ δίκαιον περὶ τῶν ἐμπορικῶν δικῶν;
难道对于我们所有人,关于商业诉讼,不都是制定了相同的法律和相同的公正标准吗?
§46ἀλλʼ οὕτως βδελυρός τίς ἐστι καὶ ὑπερβάλλων ἅπαντας ἀνθρώπους τῷ πονηρὸς εἶναι, ὥστʼ ἐπιχειρεῖ πείθειν ὑμᾶς ψηφίσασθαι μὴ εἰσαγώγιμον εἶναι τὴν ἐμπορικὴν δίκην ταύτην, δικαζόντων ὑμῶν νυνὶ τὰς ἐμπορικὰς δίκας.
但他是如此令人厌恶,在邪恶上超过了所有人,以至于他企图说服你们投票判定这桩商业诉讼不可受理,而你们此时此刻正是在审判商业诉讼。
ἀλλὰ τί κελεύεις, ὦ Λάκριτε;
但是,拉克里托斯,你究竟在要求什么?
μὴ ἱκανὸν εἶναι ἡμᾶς ἀποστερεῖσθαι ἃ ἐδανείσαμεν χρήματα ὑμῖν, ἀλλὰ καὶ εἰς τὸ δεσμωτήριον παραδοθῆναι ὑφʼ ὑμῶν προσοφλόντας τὰ ἐπιτίμια, ἐὰν μὴ ἐκτίνωμεν.
难道我们被骗走贷给你们的资金还不够,如果我们不支付(罚款),还要背负上诉讼费并被你们送进监狱吗?
§47καὶ πῶς οὐκ ἂν δεινὸν εἴη καὶ σχέτλιον καὶ αἰσχρὸν ὑμῖν, ὦ ἄνδρες δικασταί, εἰ οἱ δανείσαντες ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ χρήματα ναυτικὰ καὶ ἀποστερούμενοι ὑπὸ τῶν δανεισαμένων καὶ ἀποστερούντων ἀπάγοιντο εἰς τὸ δεσμωτήριον;
诸位陪审员,如果在你们的贸易港贷出航海资金、却被那些企图赖账的借款人骗走的人,反而要被带进监狱,这对于你们来说怎么能不是一件可怕、痛苦且可耻的事呢?
ταῦτʼ ἐστίν, ὦ Λάκριτε, ἃ τουτουσὶ πείθεις.
拉克里托斯,这就是你想说服这些人的事情。
ἀλλὰ ποῦ χρὴ λαβεῖν δίκην, ὦ ἄνδρες δικασταί, περὶ τῶν ἐμπορικῶν συμβολαίων;
但是,诸位陪审员,关于商业契约,应当在什么地方寻求审判呢?
παρὰ ποίᾳ ἀρχῇ ἢ ἐν τίνι χρόνῳ;
在哪个官署,或者在什么时间?
παρὰ τοῖς ἕνδεκα;
是在十一役人那里吗?
ἀλλὰ τοιχωρύχους καὶ κλέπτας καὶ τοὺς ἄλλους κακούργους τοὺς ἐπὶ θανάτῳ οὗτοι εἰσάγουσιν.
但他们起诉的是撬墙盗贼、小偷以及其他应处死刑的歹徒。
§48ἀλλὰ παρὰ τῷ ἄρχοντι;
那么,是在执政官那里吗?
οὐκοῦν ἐπικλήρων καὶ ὀρφανῶν καὶ τῶν τοκέων τῷ ἄρχοντι προστέτακται ἐπιμελεῖσθαι.
但是,照管女继承人、孤儿和父母,这是指派给执政官的职责。
ἀλλὰ νὴ Δία παρὰ τῷ βασιλεῖ.
那么,凭着宙斯起誓,是在王者执政官那里吗?
ἀλλʼ οὐκ ἐσμὲν γυμνασίαρχοι, οὐδὲ ἀσεβείας οὐδένα γραφόμεθα.
但我们既不是体育馆长,也没有以不敬神罪起诉任何人。
ἀλλʼ ὁ πολέμαρχος εἰσάξει.
那么,军政官会受理此案吗?
ἀποστασίου γε καὶ ἀπροστασίου.
是的,那也只限于针对被释奴隶背叛保护者或外邦人缺少保护者的诉讼。
οὐκοῦν ὑπόλοιπόν ἐστιν οἱ στρατηγοί.
那么,剩下的就只有将军们了。
ἀλλὰ τοὺς τριηράρχους καθιστᾶσιν, ἐμπορικὴν δὲ δίκην οὐδεμίαν εἰσάγουσιν.
但是,他们负责指派三列桨战船艤装人,并不受理任何商业诉讼。

词汇与语法注释

  1. §41ἡγούμενος δεινὸς εἶναι — 形容词 `δεινὸς` 采用主格形式作为 `εἶναι` 的补足语,这是因为不定式的逻辑主语与支配它的分词 `ἡγούμενος` 的主语一致(意为“自以为聪明”)。接下来的不定式短语 `καὶ ῥᾳδίως λόγους ποριεῖσθαι` 同样受 `ἡγούμενος` 支配。
  2. §42δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα — 这一连串的不定式短语(从 `δανείζεσθαι` 到 `μηδʼ ἀποδιδόναι`)与前文的关系代词 `ἣν`(其先行词为 `τὴν παιδείαν ταύτην`“这种教育”)构成同格关系,用于具体解释其内容。动词 `παιδεύω` 接双宾格(被教授的人和教授的内容),此处意为“他将这种教育传授给他的兄弟们”。
  3. §44οὐκ ἂν πάνυ πικρῶς εἰσπράττειν — 反事实条件句的结论部分(原本为 `ἂν εἰσέπραττε`)在此被转化为受主句疑问句 `ἆρʼ ἂν οἴεσθε`(“你们认为……吗?”)支配的带 `ἂν` 的不定式结构(`ἂν ... εἰσπράττειν`)。否定词 `οὐκ` 修饰不定式 `εἰσπράττειν`,构成修辞性疑问:“你们认为他难道不会向我严厉讨债吗?”,暗含“他肯定会极其严厉地向我讨债”。
  4. §46μὴ ἱκανὸν εἶναι — 此处带有否定词 `μὴ` 的不定式短语紧跟在疑问句 `τί κελεύεις;`(“你究竟在要求什么?”)之后。它将对方不合理的要求或主张(“……还不够,反而还要……”)作为名词性成分呈现,用于表达愤慨或惊讶的修辞手法。

引用这一段

狄摩西尼, 控诉拉克里图斯 §41-48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:41-48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。