Humanitext Reader

狄摩西尼 · 控诉拉克里图斯 §49-56

违反雅典通商法与诉求公正裁决

第 7 段,共 7 段 · 希腊语

内容简介

原告要求宣读法律条文,以证明该交易本是符合雅典法律的合法航海契约,并谴责被告违反法律,将资金非法转运至希奥斯。他强调,此类违约行为不仅侵害了债权人,也损害了雅典的国家利益和法律权威,并恳请陪审团做出公正裁决。

§49ἐγὼ δʼ εἰμὶ ἔμπορος, καὶ σὺ ἀδελφὸς καὶ κληρονόμος ἑνὸς τῶν ἐμπόρων, τοῦ λαβόντος παρʼ ἡμῶν τὰ ἐμπορικὰ χρήματα.
我是一个商人,而你是那些从我们这里拿到商业资金的商人之一的兄弟和继承人。
ποῖ οὖν δεῖ ταύτην εἰσελθεῖν τὴν δίκην;
那么,这桩诉讼应该带到哪里去呢?
δίδαξον, ὦ Λάκριτε, μόνον δίκαιόν τι λέγων καὶ κατὰ τοὺς νόμους.
拉克里托斯啊,只要说出任何合乎正义且合乎法律的话,你就来指教一下吧。
ἀλλʼ οὐκ ἔστιν οὕτω δεινὸς ἄνθρωπος οὐδεὶς ὅστις ἂν περὶ τοιούτων πραγμάτων ἔχοι τι δίκαιον εἰπεῖν.
然而,没有任何人聪明到能够对这样的事情说出任何合乎公理的话。
§50οὐ τοίνυν ταῦτα μόνον, ὦ ἄνδρες δικασταί, δεινὰ ἐγὼ πάσχω ὑπὸ Λακρίτου τουτουί, ἀλλὰ καὶ χωρὶς τοῦ ἀποστερεῖσθαι τὰ χρήματα καὶ εἰς τοὺς ἐσχάτους ἂν κινδύνους ἀφικόμην τὸ τούτου μέρος, εἰ μή μοι ἡ συγγραφὴ ἐβοήθει ἡ πρὸς τούτους, καὶ ἐμαρτύρει ὅτι εἰς τὸν Πόντον ἔδωκα τὰ χρήματα καὶ πάλιν Ἀθήναζε.
诸位陪审员,我从这里的拉克里托斯身上遭受的可怕对待不仅于此;除了被骗走资金之外,如果与他们签订的契约没有帮到我、没有证明我是把钱贷往博斯普鲁斯(蓬托斯)并返回雅典的话,就他那一部分而言,我已经陷入了极大的危险之中。
ἴστε γάρ, ὦ ἄνδρες δικασταί, τὸν νόμον ὡς χαλεπός ἐστιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ Ἀθήναζε, ἢ χρήματα δανείσῃ εἰς ἄλλο τι ἐμπόριον ἢ τὸ Ἀθηναίων, οἷαι ζημίαι περὶ τούτων εἰσίν, ὡς μεγάλαι καὶ δειναί.
诸位陪审员,因为你们知道,如果有任何雅典人将粮食运往雅典以外的其他地方,或者将资金贷给雅典人以外的其他贸易港,这项法律是多么严厉,对此的处罚又是多么巨大和可怕。
§51μᾶλλον δὲ αὐτὸν ἀνάγνωθι αὐτοῖς τὸν νόμον, ἵνʼ ἀκριβέστερον μάθωσιν.
还是向他们宣读法律原文吧,以便他们能更准确地了解。
ΝΟΜΟΣ "ἀργύριον δὲ μὴ ἐξεῖναι ἐκδοῦναι Ἀθηναίων καὶ τῶν μετοίκων τῶν Ἀθήνησι μετοικούντων μηδενί, μηδὲ ὧν οὗτοι κύριοί εἰσιν, εἰς ναῦν ἥτις ἂν μὴ μέλλῃ ἄξειν σῖτον Ἀθήναζε, καὶ τἄλλα τὰ γεγραμμένα περὶ ἑκάστου αὐτῶν.
【法律】 “雅典人及居住在雅典的侨民中,任何人以及受其监护的人,均不得将资金贷给不打算将粮食运往雅典的船只,对于其中每一项所规定的其他事宜亦同。
ἐὰν δέ τις ἐκδῷ παρὰ ταῦτα, εἶναι τὴν φάσιν καὶ τὴν ἀπογραφὴν τοῦ ἀργυρίου πρὸς τοὺς ἐπιμελητάς, καθάπερ τῆς νεὼς καὶ τοῦ σίτου εἴρηται, κατὰ ταὐτά.
若有人违反这些规定进行贷款,应向监督官对该资金进行揭发和登记,完全如同对船只和粮食所规定的那样。
καὶ δίκη αὐτῷ μὴ ἔστω περὶ τοῦ ἀργυρίου, ὃ ἂν ἐκδῷ ἄλλοσέ ποι ἢ Ἀθήναζε, μηδὲ ἀρχὴ εἰσαγέτω περὶ τούτου μηδεμία.
对于他贷往雅典以外其他地方的资金,他不得享有诉讼权,任何官署亦不得受理关于此事的诉讼。
" §52ὁ μὲν νόμος, ὦ ἄνδρες δικασταί, οὕτω χαλεπός ἐστιν·
” 诸位陪审员,法律确实是如此严厉。
οὗτοι δὲ οἱ μιαρώτατοι ἀνθρώπων ἁπάντων, γεγραμμένον διαρρήδην ἐν τῇ συγγραφῇ Ἀθήναζε πάλιν ἥκειν τὰ χρήματα, εἰς Χίον ἐπέτρεψαν καταχθῆναι ἃ ἐδανείσαντο Ἀθήνηθεν παρʼ ἡμῶν.
然而,这群全人类中最可憎的家伙,尽管契约中明文写着资金应返回雅典,却允许他们从雅典我们这里借去的资金被运到希奥斯。
δανειζομένου γὰρ ἐν τῷ Πόντῳ τοῦ ναυκλήρου τοῦ Φασηλίτου ἕτερα χρήματα παρά τινος Χίου ἀνθρώπου, οὐ φάσκοντος δὲ τοῦ Χίου δανείσειν, ἐὰν μὴ ὑποθήκην λάβῃ ἅπαντα ὅσα ἦν περὶ τὸν ναύκληρον, καὶ ἐπιτρέπωσι ταῦτα οἱ πρότερον δεδανεικότες, ἐπέτρεψαν ταῦτα ὑποθήκην γενέσθαι τῷ Χίῳ τὰ ἡμέτερα καὶ κύριον ἐκεῖνον γενέσθαι ἁπάντων,
因为当那个法塞利斯船主在博斯普鲁斯向一个希奥斯人借另外一笔钱时,那个希奥斯人声称,除非他能拿到该船主名下的所有东西作为抵押,且先前的债权人也对此表示同意,否则他绝不贷款;于是,他们竟然允许我们那部分资产成为该希奥斯人的抵押品,并允许他掌控一切。
§53καὶ οὕτως ἀπέπλεον ἐκ τοῦ Πόντου μετὰ τοῦ Φασηλίτου ναυκλήρου καὶ μετὰ τοῦ Χίου τοῦ δεδανεικότος, καὶ ὁρμίζονται ἐν φωρῶν λιμένι, εἰς δὲ τὸ ὑμέτερον ἐμπόριον οὐχ ὡρμίσαντο.
于是,他们就这样与那个法塞利斯船主以及提供贷款的希奥斯人一起从博斯普鲁斯启航,并在“小偷港”靠泊,而绝不在你们的贸易港停泊。
καὶ νυνί, ὦ ἄνδρες δικασταί, τὰ Ἀθήνηθεν δανεισθέντα χρήματα εἰς τὸν Πόντον καὶ πάλιν ἐκ τοῦ Πόντου Ἀθήναζε εἰς Χίον κατηγμένα ἐστὶν ὑπὸ τούτων.
诸位陪审员,如今,从雅典贷往博斯普鲁斯、本应再从博斯普鲁斯返回雅典的资金,已经被他们运到了希奥斯。
§54ὅπερ οὖν ἐν ἀρχῇ ὑπεθέμην τοῦ λόγου, ὅτι καὶ ὑμεῖς ἀδικεῖσθε οὐδὲν ἧττον τῶν δόντων ἡμῶν τὰ χρήματα.
因此,这正如我在此前的发言开头所说的那样:你们受到的侵害,绝不亚于出资的我们。
σκοπεῖτε δέ, ὦ ἄνδρες δικασταί, πῶς οὐκ ἀδικεῖσθε, ἐπειδάν τις τῶν νόμων τῶν ὑμετέρων κρείττων ἐγχειρῇ εἶναι, καὶ τὰς συγγραφὰς τὰς ναυτικὰς ἀκύρους ποιῇ καὶ καταλύῃ, καὶ τὰ χρήματα τὰ παρʼ ἡμῶν εἰς Χίον ᾖ διαπεσταλκώς, πῶς οὐκ ἀδικεῖ ὁ τοιοῦτος ἄνθρωπος καὶ ὑμᾶς;
诸位陪审员,请考虑一下:当有人企图凌驾于你们的法律之上,使航海契约失效并予以废除,且已将我们这里的资金转运至希奥斯时,这样的人难道不也是在侵害你们吗? 你们怎么能说没有受到侵害呢?
§55ἐμοὶ μὲν οὖν ἐστιν, ὦ ἄνδρες δικασταί, πρὸς τούτους ὁ λόγος (τούτοις γὰρ ἔδωκα τὰ χρήματα)· τούτοις δʼ ἔσται πρὸς τὸν ναύκληρον ἐκεῖνον τὸν Φασηλίτην, τὸν πολίτην τὸν αὑτῶν, ᾧ φασὶν δανεῖσαι τὰ χρήματα ἄνευ ἡμῶν παρὰ τὴν συγγραφήν·
诸位陪审员,因此对我而言,我的交涉对象是他们(因为我是把钱交给了他们);而对他们而言,他们的交涉对象则是那个法塞利斯船主,即他们自己的同胞,也就是他们自称在违背契约且未经我们同意的情况下将资金贷给的那个人。
οὐδὲ γὰρ ἡμεῖς ἴσμεν τίνα ἐστὶν τὰ πεπραγμένα τούτοις πρὸς τὸν ἑαυτῶν πολίτην, ἀλλʼ αὐτοὶ οὗτοι ἴσασιν.
因为我们并不清楚他们和他们自己的同胞之间做了些什么,但他们自己是清楚的。
§56ταῦτα ἡγούμεθα δίκαια εἶναι, καὶ ὑμῶν δεόμεθα, ὦ ἄνδρες δικασταί, βοηθεῖν ἡμῖν τοῖς ἀδικουμένοις, καὶ κολάζειν τοὺς κακοτεχνοῦντας καὶ σοφιζομένους, ὥσπερ οὗτοι σοφίζονται.
我们认为这些要求是正当的,并且请求你们,诸位陪审员,来帮助我们这些受侵害的人,惩罚那些玩弄花招、使用诡计的人,正如他们所做的那样。
καὶ ἐὰν ταῦτα ποιῆτε, ὑμῖν τε αὐτοῖς τὰ συμφέροντα ἔσεσθε ἐψηφισμένοι, καὶ περιαιρήσεσθε τῶν πονηρῶν ἀνθρώπων τὰς πανουργίας ἁπάσας, ἃς ἔνιοι πανουργοῦσι περὶ τὰ συμβόλαια τὰ ναυτικά.
如果你们这样做,你们不仅是为你们自己的利益投票,而且还将彻底扫除恶人们在航海契约上所施展的一切阴谋诡计。

词汇与语法注释

  1. §50τὸ τούτου μέρος — 限制宾格(副词性宾格),意为“就他而言”或“在他的能力范围内”。
  2. §50τὸν νόμον ὡς χαλεπός ἐστιν — 先导结构(prolepsis)的典型例子。从句的主语 `ὁ νόμος` 被提前作为主句动词 `ἴστε` 的直接宾格(`τὸν νόμον`)。字面直译为“你们知道那项法律,它是多么严厉”。
  3. §52γεγραμμένον — 非人称动词 `γέγραπται` 的绝对宾格(宾格独立分词),表示让步,意为“尽管(契约中)写着……”。
  4. §52δανειζομένου γὰρ ἐν τῷ Πόντῳ τοῦ ναυκλήρου τοῦ Φασηλίτου ἕτερα χρήματα παρά τινος Χίου ἀνθρώπου, οὐ φάσκοντος δὲ τοῦ Χίου δανείσειν, ἐὰν μὴ ὑποθήκην λάβῃ ἅπαντα ὅσα ἦν περὶ τὸν ναύκληρον, καὶ ἐπιτρέπωσι ταῦτα οἱ πρότερον δεδανεικότες — 一个长而复杂的属格独立分词结构,用以解释主句动词 `ἐπέτρεψαν` 发生时的背景和原因。其中并列了两个属格独立分词:`δανειζομένου ... τοῦ ναυκλήρου`(当船主借款时)与 `οὐ φάσκοντος δὲ τοῦ Χίου`(而当希奥斯人声称不贷款时),在后者内部还嵌套了一个条件从句 `ἐὰν μὴ ... λάβῃ ... καὶ ... ἐπιτρέπωσι`(除非他拿到担保且先前的债权人同意)。

引用这一段

狄摩西尼, 控诉拉克里图斯 §49-56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:49-56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。