← デモステネス

第三十五弁論 ラクリトスへの抗弁

§41-48

詭弁への批判と商業裁判の管轄の妥当性

告発者はラクリトスが詭弁を用いて陪審員を惑わそうとしていると非難し、もし立場が逆であれば彼も容赦なく取り立てただろうと指摘する。また、商業訴訟を拒否するラクリトスの抗弁の不当性と、アテナイの各司法官職の管轄を挙げてこの訴訟が商業裁判として扱われるべき必然性を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§41

Λάκριτος δʼ οὑτοσί, ὦ ἄνδρες δικασταί, οὐ τῷ δικαίῳ πιστεύων εἰσελήλυθε ταύτην τὴν δίκην, ἀλλʼ ἀκριβῶς εἰδὼς τὰ πεπραγμένʼ αὑτοῖς περὶ τὸ δάνεισμα τοῦτο, καὶ ἡγούμενος δεινὸς εἶναι1 καὶ ῥᾳδίως λόγους ποριεῖσθαι περὶ ἀδίκων πραγμάτων, οἴεται παράξειν ὑμᾶς ὅποι ἂν βούληται. ταῦτα γὰρ ἐπαγγέλλεται δεινὸς εἶναι, καὶ ἀργύριον αἰτεῖ καὶ μαθητὰς συλλέγει περὶ αὐτῶν τούτων ἐπαγγελλόμενος παιδεύειν.

しかし裁判員諸君、ここにいるラクリトスは、正しさに依拠してこの裁判に臨んだのではなく、この貸付に関して自分たちが何を行ったかを正確に知っており、また自分が雄弁であり、不正な事柄についても容易に弁明の言葉を用意できると考えて、あなた方を自分の望むところへどこへでも連れ回せると思っているのです。なぜなら、彼はそうしたことに自分が長けていると公言しており、まさにこれらのことについて教えると約束して、謝礼を要求し弟子たちを集めているからです。

§42

καὶ πρῶτον μὲν τοὺς ἀδελφοὺς τοὺς αὑτοῦ ἐπαίδευσεν τὴν παιδείαν ταύτην, ἣν ὑμεῖς αἰσθάνεσθε πονηρὰν καὶ ἄδικον, ὦ ἄνδρες δικασταί, δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα2 καὶ ταῦτʼ ἀποστερεῖν καὶ μὴ ἀποδιδόναι. πῶς ἂν γένοιντο πονηρότεροι ἄνθρωποι ἢ τοῦ παιδεύοντος τὰ τοιαῦτα ἢ αὐτῶν τῶν παιδευομένων; ἐπεὶ δʼ οὖν δεινός ἐστιν καὶ πιστεύει τῷ λέγειν καὶ ταῖς χιλίαις δραχμαῖς ἃς δέδωκεν τῷ διδασκάλῳ, κελεύσατε αὐτὸν διδάξαι ὑμᾶς, ἢ ὡς τὰ χρήματα οὐκ ἔλαβον παρʼ ἡμῶν, ἢ ὡς λαβόντες ἀποδεδώκασιν, ἢ ὅτι τὰς ναυτικὰς συγγραφὰς οὐ δεῖ κυρίας εἶναι, ἢ ὡς δεῖ ἄλλο τι χρήσασθαι τοῖς χρήμασιν ἢ ἐφʼ οἷς ἔλαβον κατὰ τὴν συγγραφήν. τούτων ὅ τι βούλεται πεισάτω ὑμᾶς. καὶ ἔγωγε καὶ αὐτὸς συγχωρῶ σοφώτατον εἶναι τοῦτον, ἐὰν ὑμᾶς πείσῃ τοὺς περὶ τῶν συμβολαίων τῶν ἐμπορικῶν δικάζοντας. ἀλλʼ εὖ οἶδʼ ὅτι οὐδὲν ἂν τούτων οἷός τʼ εἴη οὗτος οὔτε διδάξαι οὔτε πεῖσαι.

そしてまず、彼は自分の兄弟たちにこの教育を施しました。それは裁判員諸君、あなた方も邪悪で不正であるとお気づきのことですが、交易港で海上資金を借り入れておきながら、それを騙し取り、返済しないという教育です。このようなことを教える者、あるいは教えられる当の本人たち以上に、どうして邪悪な人間になり得ましょうか。しかしとにかく、彼が雄弁であり、自分の弁舌と、教師に支払った千ドラクメに頼っているからには、彼にあなた方を教えるよう命じてください。彼らが私たちから資金を受け取らなかったということか、あるいは受け取ったが返済したということか、あるいは海上契約書は効力を持つべきではないということか、あるいは契約書に従って受け取った本来の目的以外に資金を用いるべきであるということか、そのいずれかを。これらのうち、彼が望むものをあなた方に納得させるがよいでしょう。そして、商業契約についての裁判を行っているあなた方を彼が説得できるのなら、私自身も彼が最も知恵のある者だと認めましょう。しかし、彼がこれらのうち何一つとして、教えることも説得することもできないことを私はよく知っています。

§44

χωρὶς δὲ τούτων, φέρε πρὸς τῶν θεῶν, ὦ ἄνδρες δικασταί, εἰ τοὐναντίον συνεβεβήκει, μὴ ὁ τούτου ἀδελφὸς ὁ τετελευτηκὼς ἐμοὶ ὤφειλε χρήματα, ἀλλʼ ἐγὼ τῷ τούτου, τάλαντον ἢ ὀγδοήκοντα μνᾶς ἢ πλέον ἢ ἔλαττον, ἆρʼ ἂν οἴεσθε Λάκριτον τουτονί, ὦ ἄνδρες δικασταί, τοὺς αὐτοὺς λόγους λέγειν οἷσπερ νυνὶ κατακέχρηται, ἢ φάσκειν αὑτὸν οὐκ εἶναι κληρονόμον ἢ ἀφίστασθαι τῶν τοῦ ἀδελφοῦ, καὶ οὐκ ἂν πάνυ πικρῶς εἰσπράττειν3 με, ὥσπερ καὶ παρὰ τῶν ἄλλων εἰσπέπρακται, εἴ τίς τι ἐκείνῳ τῷ τετελευτηκότι ὤφειλεν ἢ ἐν Φασήλιδι ἢ ἄλλοθί που;

これらとは別に、神々に誓って、裁判員諸君、もし逆のことが起きていたとしたらどうでしょう。彼の亡くなった兄弟が私に債務を負っていたのではなく、私が彼の兄弟に、一タラントンか八十ムナ、あるいはそれ以上かそれ以下の金を負っていたとしたら、裁判員諸君、ここにいるラクリトスが、今彼が乱用しているのと同じ弁明を語ると思いますか。自分は相続人ではないとか、兄弟の遺産を放棄するとか言うでしょうか。そして、亡くなった彼に対してファセーリスや他の場所で債務を負っていた他の者たちから取り立てたのと同様に、私からも極めて厳しく取り立てないなどということがあったでしょうか。

§45

καὶ εἴ γέ τις ἡμῶν φεύγων δίκην ὑπὸ τούτου παραγραφὴν ἐτόλμησε παραγράφεσθαι, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, εὖ οἶδʼ ὅτι ἠγανάκτει ἂν αὐτὸς καὶ ἐσχετλίαζε πρὸς ὑμᾶς, δεινὰ φάσκων πάσχειν καὶ παρανομεῖσθαι, εἰ μή τις αὐτῷ τὴν δίκην ψηφιεῖται εἰσαγώγιμον εἶναι, ἐμπορικὴν οὖσαν. ἔπειτα, ὦ Λάκριτε, σοὶ μὲν τοῦτο δίκαιον δοκεῖ εἶναι, ἐμοὶ δὲ διὰ τί οὐκ ἔσται; οὐχ ἅπασιν ἡμῖν οἱ αὐτοὶ νόμοι γεγραμμένοι εἰσὶν καὶ τὸ αὐτὸ δίκαιον περὶ τῶν ἐμπορικῶν δικῶν;

そして、もし私たちの誰かが彼に訴えられて被告となり、この訴訟は受理されるべきではないという抗弁を申し立てるなどという大胆なことをしたなら、彼自身が憤慨し、あなた方に不満をぶつけ、商業裁判であるにもかかわらず、その訴訟を受理すべきであるという判決を下してもらえなければ、ひどい目に遭っており違法な扱いを受けていると叫び立てたであろうことを、私はよく知っています。それなら、ラクリトスよ、あなたにとってこれが正しいと思われるなら、私にとってなぜそうであってはならないのですか。私たち全員に対して、商業裁判に関して同じ成文法と同じ正義が定められているのではないですか。

§46

ἀλλʼ οὕτως βδελυρός τίς ἐστι καὶ ὑπερβάλλων ἅπαντας ἀνθρώπους τῷ πονηρὸς εἶναι, ὥστʼ ἐπιχειρεῖ πείθειν ὑμᾶς ψηφίσασθαι μὴ εἰσαγώγιμον εἶναι τὴν ἐμπορικὴν δίκην ταύτην, δικαζόντων ὑμῶν νυνὶ τὰς ἐμπορικὰς δίκας. ἀλλὰ τί κελεύεις, ὦ Λάκριτε; μὴ ἱκανὸν εἶναι4 ἡμᾶς ἀποστερεῖσθαι ἃ ἐδανείσαμεν χρήματα ὑμῖν, ἀλλὰ καὶ εἰς τὸ δεσμωτήριον παραδοθῆναι ὑφʼ ὑμῶν προσοφλόντας τὰ ἐπιτίμια, ἐὰν μὴ ἐκτίνωμεν.

しかし彼は、邪悪さにおいてすべての人間を超えるほど、それほどに嫌悪すべき人物であるため、あなた方が今まさに商業裁判を裁いているというのに、この商業訴訟を受理すべきではないという判決を下すようあなた方を説得しようと企てているのです。しかしラクリトスよ、あなたは何を求めているのですか。私たちがあなた方に貸し付けた資金を奪い取られるだけでは不十分で、もし私たちが支払わなければ、さらに罰金を科されて、あなた方によって牢獄に引き渡されるべきだと言うのですか。

§47

καὶ πῶς οὐκ ἂν δεινὸν εἴη καὶ σχέτλιον καὶ αἰσχρὸν ὑμῖν, ὦ ἄνδρες δικασταί, εἰ οἱ δανείσαντες ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ χρήματα ναυτικὰ καὶ ἀποστερούμενοι ὑπὸ τῶν δανεισαμένων καὶ ἀποστερούντων ἀπάγοιντο εἰς τὸ δεσμωτήριον; ταῦτʼ ἐστίν, ὦ Λάκριτε, ἃ τουτουσὶ πείθεις. ἀλλὰ ποῦ χρὴ λαβεῖν δίκην, ὦ ἄνδρες δικασταί, περὶ τῶν ἐμπορικῶν συμβολαίων; παρὰ ποίᾳ ἀρχῇ ἢ ἐν τίνι χρόνῳ; παρὰ τοῖς ἕνδεκα; ἀλλὰ τοιχωρύχους καὶ κλέπτας καὶ τοὺς ἄλλους κακούργους τοὺς ἐπὶ θανάτῳ οὗτοι εἰσάγουσιν.

そして、もしあなた方の交易港で海上資金を貸し付け、借り受けて騙し取ろうとしている者たちによってそれを奪われた側が、さらに牢獄へと連行されるとしたら、裁判員諸君、あなた方にとってどうしてそれが恐ろしく、耐え難く、恥ずべきことでないでしょうか。ラクリトスよ、これこそあなたがこの裁判員たちに納得させようとしていることなのです。しかし裁判員諸君、商業契約についての裁判はどこで行われるべきなのですか。いかなる政庁において、またいかなる時期にですか。十一役人のところですか。しかし、彼らが裁判にかけるのは、家宅侵入犯や泥棒、その他死罪に値する悪党たちです。

§48

ἀλλὰ παρὰ τῷ ἄρχοντι; οὐκοῦν ἐπικλήρων καὶ ὀρφανῶν καὶ τῶν τοκέων τῷ ἄρχοντι προστέτακται ἐπιμελεῖσθαι. ἀλλὰ νὴ Δία παρὰ τῷ βασιλεῖ. ἀλλʼ οὐκ ἐσμὲν γυμνασίαρχοι, οὐδὲ ἀσεβείας οὐδένα γραφόμεθα. ἀλλʼ ὁ πολέμαρχος εἰσάξει. ἀποστασίου γε καὶ ἀπροστασίου. οὐκοῦν ὑπόλοιπόν ἐστιν οἱ στρατηγοί. ἀλλὰ τοὺς τριηράρχους καθιστᾶσιν, ἐμπορικὴν δὲ δίκην οὐδεμίαν εἰσάγουσιν.

それなら、執政官のところですか。しかし、相続娘や孤児、そして親の保護に関する世話が執政官に課されているのです。それなら、ゼウスにかけて、王執政官のところですか。しかし、私たちは体育場管理者ではありませんし、誰かを不敬罪で告発しているのでもありません。では、軍事執政官が受理してくれるでしょうか。それは、解放奴隷に関する訴訟や後見人不在に関する訴訟に限られます。それなら、残っているのは将軍たちです。しかし、彼らは三段櫂船艤装義務者を割り当てる役職であり、商業訴訟は一切扱いません。

構文注4 件
  1. 41ἡγούμενος δεινὸς εἶναι

    分詞 ἡγούμενος(〜と考えて)の補語である δεινὸς εἶναι は、分詞の主語と不定詞の意味上の主語が一致しているため、対格ではなく主格(δεινός)になっている。また、それに続く καὶ ῥᾳδίως λόγους ποριεῖσθαι も ἡγούμενος に支配される不定詞句である。

  2. 42δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα

    この一連の不定詞句(δανείζεσθαι から μὴ ἀποδιδόναι まで)は、先行する関係代名詞 ἣν(その先行詞は τὴν παιδείαν ταύτην「この教育」)の具体的内容を同格的に説明している。なお、動詞 παιδεύω は二重対格(人を教育する、内容を教育する)を取り、ここでは「兄弟たちに(τοὺς ἀδελφοὺς)この教育を(τὴν παιδείαν)」授けたことを表す。

  3. 44οὐκ ἂν πάνυ πικρῶς εἰσπράττειν

    反実仮想の帰結(本来は ἂν εἰσέπραττε「取り立てただろう」)が、主節の ἆρʼ ἂν οἴεσθε(〜と思いますか)によって対格不定詞構文(ἂν ... εἰσπράττειν)に変換されている。否定の οὐκ は不定詞 εἰσπράττειν にかかり、「私から厳しく取り立てない(などということがあった)だろうと思いますか」という強い肯定(「いや、必ず厳しく取り立てたはずだ」)を導く修辞疑問として機能している。

  4. 46μὴ ἱκανὸν εἶναι

    疑問文 τί κελεύεις;(あなたは何を求めているのか)に続く不定詞句で、否定辞に μή が用いられている。これは、相手の理不尽な要求や不条理な主張(「〜では不十分であり、むしろ〜であること」)を名詞的に提示し、非難や驚きを込めて問いかける修辞的用法である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:41-48