Humanitext Reader

狄摩西尼 · 控诉拉克里图斯 §26-32

非法停靠盗贼港与虚伪海难借口的揭露

第 4 段,共 7 段 · 希腊语

内容简介

诉讼人控诉拉克里托斯等人返回雅典时避开正规贸易港,停泊在“盗贼港”延期还款,并谎称所有资产已在海难中损失。诉讼人进一步揭露,该遇难船只及货物与他们的契约担保毫无关系,纯属借口。

§26ἀλλὰ πεπόνθαμεν καινότατον, ὦ ἄνδρες δικασταί·
但是,诸位陪审员,我们遭受了最前所未闻的事情。
ἐν γὰρ τῇ πόλει τῇ ἡμετέρᾳ αὐτῶν, οὐδὲν ἀδικοῦντες οὐδὲ δίκην οὐδεμίαν ὠφληκότες τούτοις, σεσυλήμεθα τὰ ἡμέτερʼ αὐτῶν ὑπὸ τούτων Φασηλιτῶν ὄντων, ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατʼ Ἀθηναίων.
因为在我们自己的城市里,我们既没有做错任何事,也没有对这些人负有任何判决债务,我们自己的财产却被这些身为法塞利斯人的人掠夺了,就好像法塞利斯人被赋予了针对雅典人的报复权一样。
ἐπειδὰν γὰρ μὴ ἐθέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἄλλο ὄνομα ἔχοι θέσθαι τοῖς τοιούτοις ἢ ὅτι ἀφαιροῦνται βίᾳ τὰ ἀλλότρια;
因为当他们不愿意归还其所收受之物时,人们对这样的人除了说“他们暴力夺取他人财物”之外,还能起什么别名字呢?
ἐγὼ μὲν οὐδὲ ἀκήκοα πώποτε πρᾶγμα μιαρώτερον ἢ ὃ οὗτοι διαπεπραγμένοι εἰσὶ περὶ ἡμᾶς, καὶ ταῦτα ὁμολογοῦντες λαβεῖν παρʼ ἡμῶν τὰ χρήματα.
我自己还从未听说过比这些人对我们所做的事更令人发指的恶行,尤其是他们还承认从我们这里拿了钱。
§27ὅσα μὲν γὰρ ἀμφισβητήσιμά ἐστι τῶν συμβολαίων, κρίσεως δεῖται, ὦ ἄνδρες δικασταί· τὰ δὲ παρʼ ἀμφοτέρων ὁμολογηθέντα τῶν συντιθεμένων, καὶ περὶ ὧν συγγραφαὶ κεῖνται ναυτικαί, τέλος ἔχειν ἅπαντες νομίζουσιν, καὶ χρῆσθαι προσήκει τοῖς γεγραμμένοις.
诸位陪审员,因为契约中凡是有争议的条款都需要裁判;但凡是双方当事人共同认可的约定,以及订有航海契约的事项,大家都认为具有最终效力,且应当遵循所写的条款。
ὅτι δὲ κατὰ τὴν συγγραφὴν οὐδʼ ὁτιοῦν πεποιήκασιν, ἀλλʼ εὐθὺς ἀπʼ ἀρχῆς ἀρξάμενοι ἐκακοτέχνουν καὶ ἐπεβούλευον μηδὲν ὑγιὲς ποιεῖν, ὑπό τε τῶν μαρτυριῶν καὶ αὐτοὶ ὑφʼ ἑαυτῶν ἐλέγχονται οὑτωσὶ καταφανῶς.
但是,他们根本没有按照契约做任何事情,反而从一开始就玩弄诡计、密谋不干好事,这不仅被证言所证实,也被他们自己如此显然地揭穿了。
§28ὃ δὲ πάντων δεινότατον διεπράξατο Λάκριτος οὑτοσί, δεῖ ὑμᾶς ἀκοῦσαι· οὗτος γὰρ ἦν ὁ πάντα ταῦτα διοικῶν.
但你们必须听听这里的拉克里托斯所做的最恶劣的事情;因为他才是总管所有这些事务的人。
ἐπειδὴ γὰρ ἀφίκοντο δεῦρο, εἰς μὲν τὸ ὑμέτερον ἐμπόριον οὐ καταπλέουσιν, εἰς φωρῶν δὲ λιμένα ὁρμίζονται, ὅς ἐστιν ἔξω τῶν σημείων τοῦ ὑμετέρου ἐμπορίου, καὶ ἔστιν ὅμοιον εἰς φωρῶν λιμένα ὁρμίσασθαι, ὥσπερ ἂν εἴ τις εἰς Αἴγιναν ἢ εἰς Μέγαρα ὁρμίσαιτο· ἔξεστι γὰρ ἀποπλεῖν ἐκ τοῦ λιμένος τούτου ὅποι ἄν τις βούληται καὶ ὁπηνίκʼ ἂν δοκῇ αὐτῷ.
因为当他们到达这里时,他们并没有驶入你们的贸易港,而是停泊在“盗贼港”,该港口位于你们贸易港口界限之外。 在“盗贼港”停泊就和在埃伊纳或麦加拉停泊一样;因为从这个港口,任何人都可以随时启航前往他想去的任何地方。
§29καὶ τὸ μὲν πλοῖον ὥρμει ἐνταῦθα πλείους ἢ πέντε καὶ εἴκοσιν ἡμέρας, οὗτοι δὲ περιεπάτουν ἐν τῷ δείγματι τῷ ἡμετέρῳ, καὶ ἡμεῖς προσιόντες διελεγόμεθα, καὶ ἐκελεύομεν τούτους ἐπιμελεῖσθαι ὅπως ἂν ὡς τάχιστα ἀπολάβωμεν τὰ χρήματα.
船在那儿停泊了二十五天以上,而这些人却在我们的商品陈列所里走来走去,我们走上前去与他们谈话,并催促他们设法让我们尽快收回资金。
οὗτοι δὲ ὡμολόγουν τε καὶ ἔλεγον ὅτι αὐτὰ ταῦτα περαίνοιεν.
他们也表示同意,并说正在办理这件事情。
καὶ ἡμεῖς τούτοις προσῇμεν, καὶ ἅμα ἐπεσκοποῦμεν εἴ τι ἐξαιροῦνταί ποθεν ἐκ πλοίου ἢ πεντηκοστεύονται.
我们一边与他们交涉,一边在暗中观察他们是否从船上卸下了什么货物,或者是否缴纳了五十分之一税。
§30ἐπειδὴ δὲ ἡμέραι τε ἦσαν συχναὶ ἐπιδημοῦσι τούτοις, ἡμεῖς τε οὐδʼ ὁτιοῦν εὑρίσκομεν οὔτʼ ἐξῃρημένον οὔτε πεπεντηκοστευμένον ἐπὶ τῷ ὀνόματι τῷ τούτων, ἐνταῦθα ἤδη μᾶλλον προσεκείμεθα ἀπαιτοῦντες.
然而,在他们进城逗留了许多天之后,我们发现他们的名下既没有卸下任何货物,也没有申报缴纳五十分之一税,于是我们便更加严厉地向他们逼债。
καὶ ἐπειδὴ ἠνωχλοῦμεν αὐτοῖς, ἀποκρίνεται Λάκριτος οὑτοσί, ἁδελφὸς ὁ Ἀρτέμωνος, ὅτι οὐκ ἂν οἷοί τʼ εἴησαν ἀποδοῦναι, ἀλλʼ ἀπόλωλεν ἅπαντα τὰ χρήματα· καὶ ἔφη Λάκριτος δίκαιόν τι ἔχειν λέγειν περὶ τούτων.
当我们纠缠不放时,这里的阿尔特蒙之弟拉克里托斯回答说,他们无法偿还,因为所有的资金都损失殆尽了;并且拉克里托斯声称,关于此事他有一些正当的辩解。
§31καὶ ἡμεῖς, ὦ ἄνδρες δικασταί, ἠγανακτοῦμεν ἐπὶ τοῖς λεγομένοις, πλέον δὲ οὐδὲν ἦν ἀγανακτοῦσιν ἡμῖν· τούτοις γὰρ οὐδʼ ὁτιοῦν ἔμελεν.
诸位陪审员,我们听了这话非常气愤,但我们的气愤毫无用处;因为这些人根本毫不在乎。
οὐδὲν δʼ ἧττον ἠρωτῶμεν αὐτούς, ὅντινα τρόπον ἀπολωλότα εἴη τὰ χρήματα.
尽管如此,我们还是问他们,资金是以何种方式损失的。
Λάκριτος δὲ οὑτοσὶ ναυαγῆσαι ἔφη τὸ πλοῖον παραπλέον ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν, ναυαγήσαντος δὲ τοῦ πλοίου ἀπολωλέναι τὰ χρήματα τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ, ἃ ἔτυχεν ἐν τῷ πλοίῳ ἐνόντα· ἐνεῖναι δὲ τάριχός τε καὶ οἶνον Κῷον καὶ ἄλλʼ ἄττα, καὶ ταῦτα ἔφασαν πάντα ἀντιφορτισθέντα μέλλειν ἀπάγειν Ἀθήναζε, εἰ μὴ ἀπώλετο ἐν τῷ πλοίῳ.
这里的拉克里托斯则称,船只在从潘提卡派乌姆沿海驶向狄奥多西亚的途中遭遇了海难,并称由于船只失事,他兄弟们当时碰巧在船上的财产也随之损失了;船上装有腌鱼、科斯葡萄酒以及其他一些东西,他们声称这些全部是作为回程货物购入的,如果不是随船损失的话,本来是要运回雅典的。
§32καὶ ἃ μὲν ἔλεγεν, ταῦτʼ ἦν· ἄξιον δὲ ἀκοῦσαι τὴν βδελυρίαν τῶν ἀνθρώπων τούτων καὶ τὴν ψευδολογίαν.
他的说辞就是这些;但是,非常值得一听这些人是多么的厚颜无耻和谎话连篇。
πρός τε γὰρ τὸ πλοῖον τὸ ναυαγῆσαν οὐδὲν ἦν αὐτοῖς συμβόλαιον, ἀλλʼ ἦν ἕτερος ὁ δεδανεικὼς Ἀθήνηθεν ἐπὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον καὶ ἐπʼ αὐτῷ τῷ πλοίῳ (Ἀντίπατρος ὄνομα ἦν τῷ δεδανεικότι, Κιτιεὺς τὸ γένος)· τό τε οἰνάριον τὸ Κῷον ὀγδοήκοντα στάμνοι ἐξεστηκότος οἴνου, καὶ τὸ τάριχος ἀνθρώπῳ τινὶ γεωργῷ παρεκομίζετο ἐν τῷ πλοίῳ ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν τοῖς ἐργάταις τοῖς περὶ τὴν γεωργίαν χρῆσθαι.
因为首先,对于那只遇难的船只,他们没有签订任何契约关系;相反,另有其人从雅典以去往蓬托斯的运费及船体本身为担保提供了贷款(该贷方的名字叫安提帕特罗斯,基提翁人);至于那点科斯葡萄酒,不过是八十罐变质的酸酒,而那些腌鱼,则是为某个农夫用船从潘提卡派乌姆运往狄奥多西亚,供从事农业生产的雇工们食用的。
τί οὖν ταύτας τὰς προφάσεις λέγουσιν;
那么,他们为什么还要说这些借口呢?
οὐδὲν γὰρ προσήκει.
因为这些跟本案毫无关系。

词汇与语法注释

  1. §26ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατʼ Ἀθηναίων — 由 osper(仿佛)引导的属格绝对结构(genitive absolute)。dedomenon 是完成时被动分词属格复数,修饰 sylon(报复权,属格复数)。sylae 是指城邦之间法律上允许的针对他国公民财物的合法扣押权。
  2. §26τί ἄν τις ἄλλο ὄνομα ἔχοι θέσθαι τοῖς τοιούτοις ἢ ὅτι — 带有 an 的潜在希求法疑问句(exoi an +不定式),表示“谁能命名……”。短语 onoma tithesthai(命名)采取双重格结构,给与格 tois toioutois(这样的人)命名,而具体名字则用 e oti(除了说……之外)引导的名词性从句代替直接宾语。
  3. §29ὅπως ἂν ὡς τάχιστα ἀπολάβωμεν τὰ χρήματα — 由表示努力、设法的动词 epimeleisthai 引导的宾语从句(或努力从句)。opos an 搭配虚拟式(apolabomen),强调如何切实并尽快收回资金的手段和目的。
  4. §32ὀγδοήκοντα στάμνοι ἐξεστηκότος οἴνου — exestekotos 是不及物动词 existemi(变质、酸腐)的完成时主动分词属格单数,修饰葡萄酒品质的败坏。属格 oinou(葡萄酒)作为内容属格修饰容器 stamnoi(罐)。

引用这一段

狄摩西尼, 控诉拉克里图斯 §26-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:26-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。