Humanitext Reader

狄摩西尼 · 控诉波尔米翁 §15-22

兰皮斯的反水与福尔米翁的无力还债

第 3 段,共 7 段 · 希腊语

内容简介

原告出示证据证明被告福尔米翁在先前的诉讼程序中并未声称还款,阐明了兰皮斯在私下仲裁中转向作伪证的经过,并论证被告根本不具备还款的资金来源。

§15καίτοι εἰκός γʼ ἦν αὐτὸν εἰπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τί με προσκαλεῖ, ἄνθρωπε;
然而,雅典的诸位,他自己本该这样说:“喂,你为什么传唤我?
ἀποδέδωκα γὰρ τούτῳ τῷ παρεστηκότι τὸ χρυσίον , καὶ ἅμα ὁμολογοῦντα παρέχειν τὸν Λάμπιν·
因为我已经把黄金还给站在你身旁的这个人了。 ”同时还应该让兰皮斯当场予以承认。
νυνὶ δʼ οὐδέτερος αὐτῶν οὐδʼ ὁτιοῦν εἶπεν ἐν τοιούτῳ καιρῷ.
但在当时,他们两人在这种关键时刻都一言不发。
καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν τῶν κλητήρων.
为了证明我说的是实话,请拿取传唤证人的证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§16λαβὲ δή μοι καὶ τὸ ἔγκλημα ὃ ἔλαχον αὐτῷ πέρυσιν· ὅ ἐστιν οὐδενὸς ἔλαττον τεκμήριον, ὅτι οὐδέπω τότʼ ἔφησεν Φορμίων ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι.
另外,请拿取我去年对他提起的诉状;这绝非最弱的证据,它证明当时福尔米翁还未曾声称已向兰皮斯偿还黄金。
ΕΓΚΛΗΜΑ. τοῦτο τὸ ἔγκλημα ἔγραφον ἐγώ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδαμόθεν ἄλλοθεν σκοπῶν ἀλλʼ ἢ ἐκ τῆς ἀπαγγελίας τῆς Λάμπιδος, ὃς οὐκ ἔφασκεν οὔτε τὰ χρήματα ἐντεθεῖσθαι τοῦτον οὔτε τὸ χρυσίον ἀπειληφέναι·
诉状。 雅典的诸位,我起草这份诉状,完全是根据兰皮斯的报告,他说福尔米翁既没有装载货物,自己也没有收到黄金。
μὴ γὰρ οἴεσθέ με οὕτως ἀπόπληκτον εἶναι καὶ παντελῶς μαινόμενον, ὥστε τοιοῦτο γράφειν ἔγκλημα ὁμολογοῦντος τοῦ Λάμπιδος ἀπειληφέναι τὸ χρυσίον, ὑφʼ οὗ ἔμελλον ἐξελεγχθήσεσθαι.
因为你们绝不会认为我竟然如此糊涂和完全疯癫,以至于在兰皮斯已经承认收到黄金的情况下,还会起草这样一份明知会被他戳穿的诉状。
§17ἔτι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκέψασθε· αὐτοὶ γὰρ οὗτοι παραγραφὴν διδόντες πέρυσιν, οὐκ ἐτόλμησαν ἐν τῇ παραγραφῇ γράψαι ὡς ἀποδεδώκασιν Λάμπιδι τὸ χρυσίον.
此外,雅典的诸位,请考虑这一点:正是这些人在去年提出诉讼却下申诉时,竟不敢在申诉书中写明他们已将黄金偿还给兰皮斯。
καί μοι λαβὲ αὐτὴν τὴν παραγραφήν.
请帮我拿取申诉书本身。
ΠΑΡΑΓΡΑΦΗ. ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδαμοῦ γέγραπται ἐν τῇ παραγραφῇ ὡς ἀποδέδωκεν τὸ χρυσίον Φορμίων Λάμπιδι, καὶ ταῦτʼ ἐμοῦ διαρρήδην γράψαντος εἰς τὸ ἔγκλημα ὃ ἠκούσατε ἀρτίως, ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὔτʼ ἀπέδωκεν τὸ χρυσίον.
诉讼却下申诉书。 雅典的诸位,你们听到了,申诉书中绝无一处写着福尔米翁已向兰皮斯偿还黄金,尽管我已在你们刚才听到的诉状中明确写道,他既没有将货物装船,也没有偿还黄金。
τίνα οὖν ἄλλον χρὴ περιμένειν ὑμᾶς μάρτυρα, ὅταν τηλικαύτην μαρτυρίαν παρʼ αὐτῶν τούτων ἔχητε;
那么,当你们从这些人自己那里得到了如此重大的证据时,你们还需要等待什么其他证人呢?
§18μελλούσης δὲ τῆς δίκης εἰσιέναι εἰς τὸ δικαστήριον ἐδέοντο ἡμῶν ἐπιτρέψαι τινί· καὶ ἡμεῖς ἐπετρέψαμεν Θεοδότῳ ἰσοτελεῖ κατὰ συνθήκας.
当诉讼即将提交法庭时,他们请求我们将此事委托给某人仲裁;我们便按照协议,委托给了享有平等纳税权的在留外邦人塞奥多托斯。
καὶ ὁ Λάμπις μετὰ ταῦτα νομίσας αὑτῷ ἀσφαλὲς ἤδη εἶναι μαρτυρεῖν ὅ τι βούλοιτο, μερισάμενος τὸ ἐμὸν χρυσίον μετὰ Φορμίωνος τουτουί, ἐμαρτύρει τἀναντία οἷς πρότερον εἰρήκει.
在此之后,兰皮斯认为自己现在可以安全地随意作证,在与这边的福尔米翁瓜分了我的黄金之后,便作了与他之前所说完全相反的伪证。
§19οὐ γὰρ ὅμοιόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰς τὰ ὑμέτερα πρόσωπα ἐμβλέποντα τὰ ψευδῆ μαρτυρεῖν καὶ πρὸς διαιτητῇ·
雅典的诸位,看着你们的脸说谎作证,和在仲裁人面前作证是完全不同的。
παρʼ ὑμῖν μὲν γὰρ ὀργὴ μεγάλη καὶ τιμωρία ὑπόκειται τοῖς τὰ ψευδῆ μαρτυροῦσιν, πρὸς δὲ τῷ διαιτητῇ ἀκινδύνως καὶ ἀναισχύντως μαρτυροῦσιν ὅ τι ἂν βούλωνται.
因为在你们面前,伪证者要面临极大的愤怒和惩罚;但在仲裁人面前,他们却可以毫无危险和厚颜无耻地随心所欲作证。
ἀγανακτοῦντος δέ μου καὶ σχετλιάζοντος, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῇ τόλμῃ τοῦ Λάμπιδος, §20καὶ παρεχομένου πρὸς τὸν διαιτητὴν τὴν αὐτὴν μαρτυρίαν ἥνπερ καὶ νῦν πρὸς ὑμᾶς παρέχομαι, τῶν ἐξ ἀρχῆς προσελθόντων αὐτῷ μεθʼ ἡμῶν, ὅτε οὔτε τὸ χρυσίον ἔφη ἀπειληφέναι παρὰ τούτου οὔτε τὰ χρήματα αὐτὸν ἐνθέσθαι εἰς τὴν ναῦν, οὕτως ὁ Λάμπις κατὰ κράτος ἐξελεγχόμενος τὰ ψευδῆ μαρτυρῶν καὶ πονηρὸς ὤν, ὡμολόγει μὲν εἰρηκέναι ταῦτα πρὸς τοῦτον, οὐ μέντοι γε ἐντὸς ὢν εἰπεῖν αὑτοῦ.
雅典的诸位,当我因兰皮斯的狂妄无耻而愤怒和痛惜时,并向仲裁人提供了与我现在向你们提供的相同的证言,即那些最初与我们一同去找兰皮斯、听到他说自己既未从福尔米翁处收到黄金、福尔米翁也未将货物装船的人的证言。 因此,兰皮斯被彻底戳穿了其伪证和歹毒,他承认曾对福尔米翁说过这些话,但却辩称自己说这话时并非神志清醒。
καί μοι ἀνάγνωθι ταύτην τὴν μαρτυρίαν.
请帮我宣读这份证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§21ἀκούσας τοίνυν ἡμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ Θεόδοτος πολλάκις, καὶ νομίσας τὸν Λάμπιν ψευδῆ μαρτυρεῖν, οὐκ ἀπέγνω τῆς δίκης, ἀλλʼ ἀφῆκεν ἡμᾶς εἰς τὸ δικαστήριον·
雅典的诸位,因此,塞奥多托斯在多次听取了我们的陈述并认为兰皮斯在作伪证后,并没有驳回诉讼,而是将我们转交给了法庭。
καταγνῶναι μὲν γὰρ οὐκ ἐβουλήθη διὰ τὸ οἰκείως ἔχειν Φορμίωνι τουτῳί, ὡς ἡμεῖς ὕστερον ἐπυθόμεθα, ἀπογνῶναι δὲ τῆς δίκης ὤκνει, ἵνʼ αὐτὸς μὴ ἐπιορκήσειεν.
因为他由于与这边的福尔米翁关系亲密而不想判他败诉,正如我们后来所了解到的,但他又因担心自己违背誓言而迟疑于判其无罪。
§22ἐξ αὐτοῦ δὴ τοῦ πράγματος λογίσασθε, ὦ ἄνδρες δικασταί, παρʼ ὑμῖν αὐτοῖς, ὁπόθεν ἔμελλεν οὗτος ἀποδώσειν τὸ χρυσίον.
雅典的裁判官们,请根据事实本身,在你们心中算一算,这个家伙本该从何处偿还黄金。
ἐνθένδε μὲν γὰρ ἐξέπλει οὐκ ἐνθέμενος εἰς τὴν ναῦν τὰ χρήματα καὶ ὑποθήκην οὐκ ἔχων, ἀλλʼ ἐπὶ τοῖς ἐμοῖς χρήμασιν ἐπιδανεισάμενος· ἐν Βοσπόρῳ δʼ ἀπρασίαν τῶν φορτίων κατέλαβεν, καὶ τοὺς τὰ ἑτερόπλοα δανείσαντας μόλις ἀπήλλαξεν.
因为他从这里起航时既没有把货物装船,也没有任何抵押物,反而用我的资金作为担保进行了二次借贷;而在博斯普鲁斯,他面临着货物滞销的境地,勉强才打发了那些借出单程航海资金的债权人。

词汇与语法注释

  1. §15καὶ ἅμα ὁμολογοῦντα παρέχειν τὸν Λάμπιν — “παρέχειν” 的句法分析。该不定式取决于无人称结构 “εἰκὸς ἦν”,意为“让兰皮斯当场承认(福尔米翁的话)”。分词 “ὁμολογοῦντα” 修饰作为不定式宾语(或逻辑主语)的 “τὸν Λάμπιν”。
  2. §16ὁμολογοῦντος τοῦ Λάμπιδος ἀπειληφέναι τὸ χρυσίον, ὑφʼ οὗ ἔμελλον ἐξελεγχθήσεσθαι — “ὁμολογοῦντος τοῦ Λάμπιδος” 为属格独立结构,表让步或条件(“在兰皮斯承认已收到黄金的情况下”)。关系代词 “οὗ” 的先行词是 “τοῦ Λάμπιδος”,关系从句意为“我注定会被其(兰皮斯)戳穿”。
  3. §20οὐ μέντοι γε ἐντὸς ὢν εἰπεῖν αὑτοῦ — 介词 “ἐντός” 连同属格 “αὑτοῦ” 与分词 “ὤν” 连用,比喻“神志清醒”或“理智”。字面意思是“但说这话时他并不在自己的神志之内”,即他辩称自己当时并非在清醒状态下说出那些话。

引用这一段

狄摩西尼, 控诉波尔米翁 §15-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg034.humanitext-grc2:15-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。