Humanitext Reader

狄摩西尼 · 控诉波尔米翁 §1-7

诉讼的正当性与福尔米翁的违约

第 1 段,共 7 段 · 希腊语

内容简介

起诉人向陪审员陈述自己一贯的守法态度,并说明福尔米翁违反契约、私自追加借款以及未按规定足额采购货物的经过,以此论证本起诉讼应当受理。

§1δίκαια ὑμῶν δεησόμεθα, ὦ ἄνδρες δικασταί, ἀκοῦσαι ἡμῶν μετʼ εὐνοίας ἐν τῷ μέρει λεγόντων, γνόντας ὅτι ἰδιῶται παντελῶς ἐσμέν, καὶ πολὺν χρόνον εἰς τὸ ὑμέτερον ἐμπόριον εἰσαφικνούμενοι καὶ συμβόλαια πολλοῖς συμβάλλοντες οὐδεμίαν πώποτε δίκην πρὸς ὑμᾶς εἰσήλθομεν, οὔτʼ ἐγκαλοῦντες οὔτʼ ἐγκαλούμενοι ὑφʼ ἑτέρων.
诸位陪审员,我们将向你们提出合理的请求,请你们在我们轮流发言时,怀着善意倾听我们的陈述。 请你们认识到,我们完全是普通市民,虽然长期以来一直频繁往来于你们的商埠,并与许多人签订了契约,但我们从未在你们面前进行过任何诉讼,既没有控告他人,也没有被他人控告。
§2οὐδʼ ἂν νῦν, ἀκριβῶς ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὑπελαμβάνομεν ἀπολωλέναι τὰ χρήματα ἐπὶ τῆς νεὼς τῆς διαφθαρείσης, ἃ ἐδανείσαμεν Φορμίωνι, οὐκ ἄν ποτʼ ἐλάχομεν τὴν δίκην αὐτῷ·
雅典的诸位,你们应当确切知道,即使是现在,如果我们认为我们贷给福尔米翁的资金已经在那艘毁坏的船上损失掉了,我们也绝不会对他提起诉讼。
οὐχ οὕτως ἡμεῖς ἀναίσχυντοί ἐσμεν οὐδʼ ἄπειροι τοῦ ζημιοῦσθαι.
我们并没有那样无耻,也并非没有承受过损失。
πολλῶν δʼ ἡμᾶς κακιζόντων, καὶ μάλιστα τῶν ἐν Βοσπόρῳ ἐπιδημησάντων ἅμα Φορμίωνι, οἵπερ τοῦτον ᾔδεσαν οὐ συναπολέσαντα τὰ χρήματα ἐν τῇ νηί, δεινὸν ἡγούμεθα εἶναι τὸ μὴ βοηθῆσαι ἡμῖν αὐτοῖς ἀδικουμένοις ὑπὸ τούτου.
然而,在众人——特别是那些与福尔米翁一同逗留在博斯普鲁斯、知道他并没有随船一同损失资金的人——对我们严加指责的情况下,我们认为,面对他的侵害而不捍卫自己,是不可容忍的事情。
§3περὶ μὲν οὖν τῆς παραγραφῆς βραχύς ἐστιν ὁ λόγος·
关于诉讼驳回申诉,话其实很简短。
καὶ γὰρ οὗτοι οὐ τὸ παράπαν συμβόλαιον ἐξαρνοῦνται μὴ γενέσθαι ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ, ἀλλʼ οὐκέτι εἶναί φασι πρὸς αὑτοὺς οὐδὲν συμβόλαιον· πεποιηκέναι γὰρ οὐδὲν ἔξω τῶν ἐν τῇ συγγραφῇ γεγραμμένων.
因为这些人并不完全否认在你们的商埠里曾产生过契约,只是声称对他们而言已不再存在任何契约,因为他们声称自己没有做出任何超出契约书规定之外的事情。
§4οἱ μὲν οὖν νόμοι, καθʼ οὓς ὑμεῖς δικασταὶ κάθησθε, οὐχ οὕτως λέγουσιν, ἀλλʼ ὑπὲρ μὲν τῶν μὴ γενομένων ὅλως συμβολαίων Ἀθήνησι μηδʼ εἰς τὸ Ἀθηναίων ἐμπόριον παραγράφεσθαι δεδώκασιν, ἐὰν δέ τις γενέσθαι μὲν ὁμολογῇ, ἀμφισβητῇ δὲ ὡς πάντα πεποίηκεν τὰ συγκείμενα, ἀπολογεῖσθαι κελεύουσιν εὐθυδικίαν εἰσιόντα, οὐ κατηγορεῖν τοῦ διώκοντος.
然而,你们作为陪审员所依据的法律却并非如此规定。 相反,法律规定,只有对于在雅典或者针对雅典商埠根本没有订立的契约,才允许提出诉讼驳回申诉;但如果有人承认契约确实订立,但对是否履行了全部约定存有争议,法律则要求其通过常规诉讼进行辩护,而不是倒打一耙控告起诉人。
οὐ μὴν ἀλλʼ ἔγωγε ἐλπίζω καὶ ἐξ αὐτοῦ τοῦ πράγματος δείξειν εἰσαγώγιμον τὴν δίκην οὖσαν.
尽管如此,我相信单凭事实本身,就能证明这起诉讼是应当受理的。
§5σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅ τι ὁμολογεῖται παρʼ αὐτῶν τούτων καὶ τί ἀντιλέγεται·
雅典的诸位,请看这些被告自己承认了什么,又反驳了什么。
οὕτω γὰρ ἂν ἄριστα ἐξετάσαιτε.
因为这样你们才能做出最清晰的审视。
οὐκοῦν δανείσασθαι μὲν τὰ χρήματα ὁμολογοῦσι καὶ συνθήκας ποιήσασθαι τοῦ δανείσματος, φασὶν δʼ ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι τῷ Δίωνος οἰκέτῃ ἐν Βοσπόρῳ.
他们承认借了资金并就该贷款订立了契约,但他们声称已在博斯普鲁斯将这笔黄金偿还给了迪翁的仆人兰皮斯。
ἡμεῖς τοίνυν οὐ μόνον τοῦτο δείξομεν, ὡς οὐκ ἀπέδωκεν, ἀλλʼ ὡς οὐδʼ ἐνῆν αὐτῷ ἀποδοῦναι.
然而,我们不仅要证明他没有偿还,还要证明他根本不可能偿还。
ἀναγκαῖον δʼ ἐστὶν βραχέα τῶν ἐξ ἀρχῆς διηγήσασθαι ὑμῖν.
为此,我必须向你们简要叙述一下最初的来龙去脉。
§6ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐδάνεισα Φορμίωνι τουτῳὶ εἴκοσι μνᾶς ἀμφοτερόπλουν εἰς τὸν Πόντον ἐπὶ ἑτέρᾳ ὑποθήκῃ, καὶ συγγραφὴν ἐθέμην παρὰ Κίττῳ τῷ τραπεζίτῃ.
雅典的诸位,我以另一份抵押物为条件,贷给了这边的福尔米翁二十明纳,用于往返蓬托斯的双程航海,并将契约书存放在银行家基托斯处。
κελευούσης δὲ τῆς συγγραφῆς ἐνθέσθαι εἰς τὴν ναῦν τετρακισχιλίων φορτία ἄξια, πρᾶγμα ποιεῖ πάντων δεινότατον· εὐθὺς γὰρ ἐν τῷ Πειραιεῖ ἐπιδανείζεται λάθρᾳ ἡμῶν παρὰ μὲν Θεοδώρου τοῦ Φοίνικος τετρακισχιλίας πεντακοσίας δραχμάς, παρὰ δὲ τοῦ ναυκλήρου Λάμπιδος χιλίας δραχμάς.
虽然契约书规定他必须在船上装载价值四千德拉克马的货物,他却做出了最恶劣的事情:因为他立刻在比雷埃夫斯背着我们,向腓尼基人狄奥多洛斯追加借款四千五百德拉克马,又向船主兰皮斯追加借款一千德拉克马。
§7δέον δʼ αὐτὸν καταγοράσαι φορτία Ἀθήνηθεν μνῶν ἑκατὸν δέκα πέντε, εἰ ἔμελλεν τοῖς δανεισταῖς πᾶσι ποιήσειν τὰ ἐν ταῖς συγγραφαῖς γεγραμμένα, οὐ κατηγόρασεν ἀλλʼ ἢ πεντακισχιλίων καὶ πεντακοσίων δραχμῶν, σὺν τῷ ἐπισιτισμῷ· ὀφείλει δὲ ἑβδομήκοντα μνᾶς καὶ πέντε.
如果他想要对所有的债权人履行契约书上的规定,他理应从雅典采购价值一百一十五明纳的货物,但他只采购了价值五千五百德拉克马的货物(包括口粮在内),还欠缺七十五明纳。
ἀρχὴ μὲν οὖν αὕτη ἐγένετο τοῦ ἀδικήματος, ὦ ἄνδρες Ἀθηναῖοι· οὔτε γὰρ τὴν ὑποθήκην παρέσχεν οὔτε τὰ χρήματʼ ἐνέθετʼ εἰς τὴν ναῦν, κελευούσης τῆς συγγραφῆς ἐπάναγκες ἐντίθεσθαι.
雅典的诸位,这就是不义行为的开端;因为他既没有提供抵押物,也没有将货物装载上船,尽管契约书强制规定必须装载。
καί μοι λαβὲ τὴν συγγραφήν.
请帮我拿一下契约书。
ΣΥΓΓΡΑΦΗ. λαβὲ δὴ καὶ τὴν τῶν πεντηκοστολόγων ἀπογραφὴν καὶ τὰς μαρτυρίας.
契约书。 请再拿一下五十分之一税征收官的申报单和证言。
ΑΠΟΓΡΑΦΗ. ΜΑΡΤΥΡΙΑΙ.
申报单。 证言。

词汇与语法注释

  1. §1γνόντας — 不定过去时分词阳性宾格复数形式 `γνόντας` 与不定式 `ἀκοῦσαι` 的逻辑主语(即 `δεησόμεθα` 的直接宾语)`ὑμᾶς`(你们)保持一致。
  2. §2οὐδʼ ἂν νῦν ... οὐκ ἄν ποτʼ ἐλάχομεν — 这是一个违背事实条件句(前件用 `εἰ` 加直说语气过去时,后件用 `ἄν` 加直说语气过去时 `ἐλάχομεν`)。句首 `οὐδʼ ἂν νῦν` 中的第一个 `ἄν` 是前置先导词,在后面的 `οὐκ ἄν ποτʼ` 中重复出现,用以加强否定语气。
  3. §3ἐξαρνοῦνται μὴ γενέσθαι — 在古典希腊语中,当含有否定或拒绝意义的动词如 `ἐξαρνέομαι`(否定)后接不定式时,常会带有冗余的否定小词 `μή`。翻译时不应理解为双重否定,而应译为“否认契约曾经缔结”。
  4. §4οὐ μὴν ἀλλʼ — 表示强烈转折或让步的惯用语(意为“尽管如此”或“然而”),用于将语气从对法律客观规定的叙述转过渡到说话人对自身诉讼合理性的主观信心上。
  5. §7δέον — 非人称动词 `δεῖ`(应当)的分词中性单数宾格形式,在此处用作非人称宾格绝对结构(accusative absolute),意为“本应当……”,表示一种未被实际履行的义务或让步语气。
  6. §7οὐ ... ἀλλʼ ἤ — 否定词 `οὐ` 与 `ἀλλʼ ἤ`(意为“除了……之外”)的结合,构成了表示限定的惯用表达,意为“仅仅……”、“只……”。

引用这一段

狄摩西尼, 控诉波尔米翁 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg034.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。