§31σὺ δʼ ἀντὶ τοῦ πολλοὺς μάρτυρας τούτων ποιεῖσθαι πάντας ἀνθρώπους λανθάνειν ἐπειρῶ, ὥσπερ ἀδικῶν τι.
但你不仅没有让许多人作证,反倒试图瞒过所有人,仿佛在做着什么见不得人的坏事。
καὶ εἰ μὲν ἐμοὶ τῷ δανείσαντι ἀπεδίδους, οὐδὲν ἂν ἔδει μαρτύρων· τὴν γὰρ συγγραφὴν ἀνελόμενος ἀπήλλαξο ἂν τοῦ συμβολαίου·
如果你是将钱还给我这位债权人,那根本不需要证人,因为只要收回契约,你就能免除债务关系。
νῦν δʼ οὐκ ἐμοί, ἀλλʼ ἑτέρῳ ὑπὲρ ἐμοῦ ἀποδιδούς, καὶ οὐκ Ἀθήνησιν, ἀλλʼ ἐν Βοσπόρῳ, καὶ τῆς συγγραφῆς σοι κειμένης Ἀθήνησι καὶ πρὸς ἐμέ, καὶ ᾧ τὸ χρυσίον ἀπεδίδους ὄντος θνητοῦ καὶ πέλαγος τοσοῦτον μέλλοντος πλεῖν, μάρτυρα οὐδένα ἐποιήσω, οὔτε δοῦλον οὔτʼ ἐλεύθερον.
然而现在,你不是还给我,而是自称还给替我收款的他人,且不是在雅典,而是在博斯普鲁斯;不仅契约是保存在雅典我这里的,而且你付款给他的那个人是个凡人,还正要航行渡过如此广阔的大海,你却连一个证人都没有请,无论是奴隶还是自由人。
§32ἡ γὰρ συγγραφή με, φησί, τῷ ναυκλήρῳ ἐκέλευεν ἀποδοῦναι τὸ χρυσίον.
他辩称:“因为契约命令我把黄金还给船主。
μάρτυρας δέ γʼ οὐκ ἐκώλυεν παρακαλεῖν, οὐδὲ τὰς ἐπιστολὰς ἀποδοῦναι.
”然而,契约并没有禁止你邀请证人,也没有禁止你交割信件。
καὶ οἵδε μὲν πρὸς σὲ δύο συγγραφὰς ἐποιήσαντο ὑπὲρ τοῦ συμβολαίου, ὡς ἂν οἱ μάλιστʼ ἀπιστοῦντες· σὺ δὲ μόνος μόνῳ φὴς δοῦναι τῷ ναυκλήρῳ τὸ χρυσίον, εἰδὼς κατὰ σοῦ κειμένην Ἀθήνησι συγγραφὴν πρὸς τοῦτον.
这些人为了这笔交易,甚至与你订立了两份契约,就如同最不信任他人的人那样;而你却声称自己是和船主单独一对一交割了黄金,明知针对你的契约就保存在雅典、在原告手中。
§33λέγει δὲ ὡς ἡ συγγραφὴ σωθείσης τῆς νεὼς αὐτὸν ἀποδοῦναι κελεύει τὰ χρήματα.
他又说,契约规定在船只安全返航时他才要偿还资金。
καὶ γὰρ ἐνθέσθαι τἀγοράσματα εἰς τὴν ναῦν κελεύει σε, εἰ δὲ μή, πεντακισχιλίας δραχμὰς ἀποτίνειν.
没错,因为契约也命令你将购得的货物装上船,否则要罚款五千德拉克马。
σὺ δὲ τοῦτο μὲν τῆς συγγραφῆς οὐ λαμβάνεις, παραβεβηκὼς δʼ εὐθὺς ἐξ ἀρχῆς καὶ τὰ χρήματα οὐκ ἐνθέμενος ἀμφισβητεῖς πρὸς ἓν ῥῆμα τῶν ἐν τῇ συγγραφῇ, καὶ τοῦτʼ ἀνῃρηκὼς αὐτός.
但你却不理会契约的这一条款,反而从一开始就违约未将货物装船,却揪住契约中的一句话进行辩驳,而这句话正是你亲手废除的。
ὁπότε γὰρ ἐν τῷ Βοσπόρῳ φὴς μὴ τὰ χρήματα ἐνθέσθαι εἰς τὴν ναῦν, ἀλλὰ τὸ χρυσίον τῷ ναυκλήρῳ ἀποδοῦναι, τί ἔτι περὶ τῆς νεὼς διαλέγει;
既然你声称在博斯普鲁斯并未将货物装船,而是将黄金交给了船主,那你为何还在谈论船只呢?
οὐ γὰρ μετέσχηκας τοῦ κινδύνου διὰ τὸ μηδὲν ἐνθέσθαι.
因为你由于没有装载任何货物,根本就没有承担船只的风险。
§34καὶ τὸ μὲν πρῶτον, ὦ ἄνδρες δικασταί, ὥρμησεν ἐπὶ ταύτην τὴν σκῆψιν, ὡς ἐντεθειμένος τὰ χρήματα εἰς τὴν ναῦν· ἐπειδὴ δὲ τοῦτο ἐκ πολλῶν ἔμελλεν ἐλεγχθήσεσθαι ψευδόμενος, ἔκ τε τῆς ἀπογραφῆς τῆς ἐν Βοσπόρῳ παρὰ τοῖς ἐλλιμενισταῖς καὶ ὑπὸ τῶν ἐν τῷ ἐμπορίῳ ἐπιδημούντων κατὰ τὸν αὐτὸν χρόνον, τηνικαῦτα μεταβαλόμενος συνίσταται μετὰ τοῦ Λάμπιδος καί φησιν ἐκείνῳ τὸ χρυσίον ἀποδεδωκέναι, §35ἐφόδιον μὲν λαβὼν τὸ τὴν συγγραφὴν κελεύειν, οὐκ ἂν ἡγούμενος δʼ ἡμᾶς εὐπόρως ἐξελέγξαι ὅσα μόνοι πρὸς αὑτοὺς αὐτοὶ πράξειαν.
裁判官们,起初他急于使用这种托词,声称自己已经把货物装上了船;但是,当这一谎言注定要被许多证据揭穿时——既有博斯普鲁斯港口官员的登记簿,也有当时居住在交易港的人们的证言——他便随即改弦易辙,与兰皮斯勾结,声称自己已经将黄金还给了他,他以契约有此要求为借口,认为我们无法轻易揭穿他们关起门来私下勾当的事。
καὶ ὁ Λάμπις, ὅσα μὲν εἶπεν πρὸς ἐμὲ πρὶν ὑπὸ τούτου διαφθαρῆναι, οὐκ ἐντὸς ὢν αὑτοῦ φησιν εἰπεῖν· ἐπειδὴ δὲ τὸ χρυσίον τοὐμὸν ἐμερίσατο, τότʼ ἐντὸς εἶναί φησιν αὑτοῦ καὶ πάντʼ ἀκριβῶς μνημονεύειν.
而兰皮斯声称,他在被此人收买之前对我说过的话,是在他“神志不清”时说的;但自从分到了我的黄金,他就说自己现在“神志清醒”,并且能准确记住一切。
§36εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐμοῦ μόνου κατεφρόνει Λάμπις, οὐδὲν ἂν ἦν θαυμαστόν· νῦν δὲ πολλῷ δεινότερα τούτου πέπρακται αὐτῷ πρὸς πάντας ὑμᾶς.
裁判官们,如果兰皮斯仅仅是蔑视我一个人,那倒不值惊奇;但现在,他对你们所有人做出了比这严重得多的恶行。
κήρυγμα γὰρ ποιησαμένου Παιρισάδου ἐν Βοσπόρῳ, ἐάν τις βούληται Ἀθήναζε εἰς τὸ Ἀττικὸν ἐμπόριον σιτηγεῖν, ἀτελῆ τὸν σῖτον ἐξάγειν, ἐπιδημῶν ἐν τῷ Βοσπόρῳ ὁ Λάμπις ἔλαβε τὴν ἐξαγωγὴν τοῦ σίτου καὶ τὴν ἀτέλειαν ἐπὶ τῷ τῆς πόλεως ὀνόματι, γεμίσας δὲ ναῦν μεγάλην σίτου ἐκόμισεν εἰς Ἄκανθον κἀκεῖ διέθετο ὁ προσκοινωνήσας τούτῳ ἀπὸ τῶν ὑμετέρων χρημάτων.
因为当培里萨德斯在博斯普鲁斯发布宣告,允许任何想要向雅典的阿提卡交易港运送谷物的人免税出口谷物时,身在博斯普鲁斯的兰皮斯以你们城市的名义获取了谷物出口权和免税特权。 然而,他却将一艘大船装满谷物运往阿坎索斯,并在那里进行了销售,而他正是用你们的资金与此人合伙做这笔生意的。
§37καὶ ταῦτʼ ἔπραξεν, ὦ ἄνδρες δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσης δʼ αὐτῷ γυναικὸς ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τις οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν ἢ εἰς τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δʼ ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντες διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δʼ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατʼ ὀβολὸν τοὺς ἄρτους καὶ ἐπὶ τῆς μακρᾶς στοᾶς τὰ ἄλφιτα, καθʼ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι.
裁判官们,尽管他住在雅典,在这里有妻子和儿女,而且法律规定,如果任何住在雅典的人将谷物运往阿提卡交易港以外的任何其他地方,都将面临最严厉的惩罚,但他还是做出了这种事。 更不用说这还是在那样一个危机时刻:当时住在城里的你们,有些人在奥德翁音乐厅里分配大麦粉,而住在比雷埃夫斯的人,有些人在船坞里按一奥博尔一个面包的价格购买,在长廊里按半赫克特乌斯计量分配大麦粉,在混乱中被践踏。
καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τήν τε μαρτυρίαν καὶ τὸν νόμον.
为了证明我说的是实话,请为我拿取证言和法律。
ΜΑΡΤΥΡΙΑ. ΝΟΜΟΣ.
¦证言。 法律。 ¦