§24οὐ γὰρ δὴ τοῦτό γʼ αὐτῷ ἔνι εἰπεῖν, ὡς διὰ τὴν πρὸς ἐμὲ φιλίαν ὤκνει μοι ἀπεχθέσθαι.
他确实不能说这样的话,即由于对我的情谊,他不愿与我结怨。
αὐτὸς γὰρ εἰσεπέπρακτο ὑπʼ ἐμοῦ πρὸς ἔχθραν τὰς χιλίας δραχμὰς τὰς τοῦ Παρμένοντος, καὶ ὅτʼ ἐξώρμιζε τὴν ναῦν ἐπιβουλεύων ἀποδρᾶναι καὶ ἀποστερῆσαι τὸ ἐπὶ τὴν τράπεζαν χρέως, ἐκωλύθη ὑπʼ ἐμοῦ.
因为他自己就曾因帕尔农的一千德拉克马被我以敌对的方式追索过,而且当他试图开动船只逃跑、企图赖掉银行的债务时,也被我阻止了。
ὥστε εἰ ἦν ἠγγυημένος ἐγὼ τὸν Παρμένοντα, οὐκ ἂν τρίτῳ ἔτει ὕστερον, ἀλλʼ εὐθὺς τότε εἰσέπραττεν ἄν με τὴν ἐγγύην.
因此,如果我真的为帕尔农作保,他绝不会在三年后,而是在当时就会立即向我索要保证债务。
§25ἀλλὰ νὴ Δία εὐπόρως διέκειτο, ὥστʼ ἐνεδέχετο αὐτῷ καὶ ὕστερον ἐπʼ ἐμὲ ἐλθεῖν, τότε δʼ ἀσχόλως εἶχεν περὶ ἀναγωγὴν ὤν.
但是,凭宙斯起誓,也许他当时手头宽裕,所以他以后再来找我也可以,而当时由于忙于出海而无暇顾及。
ἀλλὰ διʼ ἀπορίαν ἐξειστήκει τῶν ἑαυτοῦ καὶ τὴν ναῦν ἐπεπράκει.
然而,他实际上因贫困而失去了自己的财产,并且已经卖掉了船只。
εἰ δʼ ἄρα ἐμποδών τι αὐτῷ ἐγένετο τοῦ μὴ εὐθὺς τότε δικάσασθαι, διὰ τί πέρυσιν ἐπιδημῶν, μὴ ὅτι δικάσασθαι, ἀλλʼ οὐδʼ ἐγκαλέσαι μοι ἐτόλμησεν;
退一步说,如果当时确实有什么阻碍了他立即提起诉讼,那么去年他在本地时,为什么他不仅没有提起诉讼,甚至连向我提出交涉都不敢呢?
καίτοι προσῆκεν, εἰ ὁ μὲν Παρμένων ὠφλήκει αὐτῷ τὴν δίκην, ἐγὼ δὲ ἐγγυητὴς ἦν, προσελθεῖν αὐτόν μοι ἔχοντα μάρτυρας καὶ ἀπαιτῆσαι τὴν ἐγγύην, εἰ μὴ προπέρυσιν, ἐν τῷ ἐξελθόντι ἐνιαυτῷ· καὶ εἰ μὲν αὐτῷ ἀπεδίδουν, κομίσασθαι, εἰ δὲ μή, δικάζεσθαι.
然而,如果帕尔农确实对他败诉,而我是保证人,那么他理应在去年,如果不是在前年的话,带着证人来找我,要求履行保证;如果我偿还,他就收下,如果不偿还,他再提起诉讼。
§26τῶν γὰρ τοιούτων ἐγκλημάτων πρότερον τὰς ἀπαιτήσεις ποιοῦνται ἅπαντες ἢ δικάζονται.
因为对于此类指控,所有人都是先提出索赔,然后才提起诉讼的。
οὐκ ἔστιν τοίνυν ὅστις μαρτυρήσει παραγενέσθαι, ὅπου οὗτος ἢ πέρυσιν ἢ προπέρυσιν ἐδικάσατό μοι ἢ λόγον ὁντινοῦν ἐποιήσατο πρὸς ἐμὲ περὶ ὧν νυνί μοι δικάζεται.
因此,没有人能够证明,在去年或前年,此人曾因他现在起诉我的事情而起诉过我,或与我进行过任何谈话。
ὅτι δʼ ἐπεδήμει πέρυσιν, ὅτε αἱ δίκαι ἦσαν, λαβέ μοι τὴν μαρτυρίαν.
为了证明他在诉讼进行期间的去年确实在本地,请为我取来证言。
ΜΑΡΤΥΡΙΑ. §27λαβὲ δή μοι καὶ τὸν νόμον, ὃς κελεύει τὰς ἐγγύας ἐπετείους εἶναι.
[ΜΑΡΤΥΡΙΑ] 也请为我取来规定保证债务有效期为一年的法律。
καὶ οὐκ ἰσχυρίζομαι τῷ νόμῳ, ὡς οὐ δεῖ με δίκην δοῦναι εἰ ἠγγυησάμην, ἀλλὰ μάρτυρά μοί φημι τὸν νόμον εἶναι τοῦ μὴ ἐγγυήσασθαι καὶ αὐτὸν τοῦτον· ἐδεδίκαστο γὰρ ἄν μοι τῆς ἐγγύης ἐν τῷ χρόνῳ τῷ ἐν τῷ νόμῳ γεγραμμένῳ.
我并非利用这条法律来主张如果我作了保就不应承担责任,而是说这条法律,以及此人自己,就是我未曾作保的证人;因为如果我作了保,他早就在法律规定的期限内就保证债务起诉我了。
ΝΟΜΟΣ. §28γενέσθω τοίνυν καὶ τοῦτο ὑμῖν τεκμήριον τοῦ ψεύδεσθαι Ἀπατούριον· εἰ γὰρ ἠγγυησάμην ἐγὼ τούτῳ τὸν Παρμένοντα, οὐκ ἔστιν ὅπως τούτῳ μὲν ὑπὲρ ἐκείνου ἀπηχθόμην, πρόνοιαν ποιούμενος ὅπως μὴ ἀπολεῖ ἃ διʼ ἐμοῦ τούτῳ συνέβαλεν, αὐτὸς δʼ ἐμαυτὸν περιεῖδον ἂν ὑπʼ ἐκείνου πρὸς τοῦτον ἐν ἐγγύῃ καταλειπόμενον.
[ΝΟΜΟΣ] 因此,这也请作为你们判定阿帕图里奥斯说谎的证据:因为如果我为帕尔农向此人作保,我不可能一方面为了帕尔农而与此人结怨,费尽心思不让帕尔农损失通过我贷给此人的财物,另一方面却听任自己被帕尔农留给此人作为保证人而置之不理。
τίνα γὰρ ἐλπίδα ἔσχον τοῦτον ἀποσχήσεσθαί μου, ὃν αὐτὸς ἠναγκάκειν ἐκείνῳ τὰ δίκαια ποιῆσαι;
因为我有什么希望指望这个被我亲自强迫向帕尔农履行正义的家伙会放过我呢?
καὶ τὴν ἐγγύην αὐτὸν εἰσπράξας τὴν πρὸς τὴν τράπεζαν πρὸς ἀπέχθειαν, τί προσεδόκων ὑπὸ τούτου αὐτὸς πείσεσθαι;
而且,我是在与他结怨的情况下,替银行向他追讨了担保债务,我自己又怎能预料会从他那里得到什么好果子吃呢?
§29ἄξιον τοίνυν καὶ τοῦτʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἄν ποτε ἔξαρνος ἐγενόμην, εἰ ἠγγυήμην·
陪审员们,这一点同样值得思考:如果我真的作了保,我是绝不会否认的。
πολὺ γὰρ ὁ λόγος ἦν μοι ἰσχυρότερος ὁμολογοῦντι τὴν ἐγγύην ἐπὶ τὰς συνθήκας ἰέναι, καθʼ ἃς ἡ ἐπιτροπὴ ἐγένετο.
因为如果我承认作保,而诉诸据以委托仲裁的协议,我的论据要强大得多。
ὅτι μὲν γὰρ τρισὶν ἐπετράπη διαιτηταῖς, μεμαρτύρηται ὑμῖν· ὁπότε δὲ μὴ ἔγνωσται ὑπὸ τῶν τριῶν, τί βουλόμενος ἠρνούμην ἂν τὴν ἐγγύην;
因为仲裁委托给三位仲裁人一意,已经向你们证实了;而既然这三位仲裁人没有做出裁决,我为什么要否认作保呢?
μὴ γὰρ γενομένης τῆς γνώσεως κατὰ τὰς συνθήκας, οὐδʼ ἂν ἐγὼ τῆς ἐγγύης ὑπόδικος ἦν.
因为如果没有按照协议做出裁决,我甚至不用承担保证人的法律责任。
ὥστε οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, παραλιπὼν τὴν οὖσάν μοι ἀπολογίαν, εἰ ἠγγυησάμην, ἐπὶ τὸ ἀρνεῖσθαι ἦλθον.
因此,陪审员们,如果我真的作了保,我是绝不会放过这现成的辩护理由而走向全盘否认的。
§30ἀλλὰ μὴν καὶ τοῦτο μεμαρτύρηται ὑμῖν, ὅτι ἐπειδὴ ἠφανίσθησαν αἱ συνθῆκαι ὑπὸ τούτων, ἐζήτουν ἑτέρας γράφεσθαι οὗτος καὶ ὁ Παρμένων, ὡς ἀκύρων ὄντων αὐτοῖς τῶν πρότερον ὡμολογημένων.
此外,这也已经向你们证实:当协议被这些人弄丢后,此人和帕尔农曾试图草拟另一份协议,因为先前的协议对他们而言已经失效。
καίτοι ὁπότε περὶ τῆς μελλούσης γνώσεως γενήσεσθαι ἑτέρας ἐνεχείρουν συνθήκας γράφεσθαι, ἐπειδὴ αἱ ὑπάρχουσαι ἀπώλοντο, πῶς ἐνῆν μὴ γραφεισῶν συνθηκῶν ἑτέρων ἢ δίαιταν γενέσθαι ἢ ἐγγύην;
然而,既然现存的协议已经丢失,当他们企图为将要做出的裁决草拟另一份协议时,在没有写下另一份协议的情况下,怎么可能存在仲裁或保证呢?
περὶ αὐτοῦ γὰρ τούτου διενεχθέντες οὐκ ἔγραψαν ἕτερα γράμματα, ὁ μὲν ἀξιῶν ἕνα διαιτητὴν αὑτῷ εἶναι, ὁ δὲ τρεῖς.
因为正是由于在这一点上产生分歧,他们没有写下另一份文件,此人要求由一人仲裁,而另一方要求由三人仲裁。
ὁπότε δὲ αἱ μὲν ἐξ ἀρχῆς συνθῆκαι ἠφανίσθησαν, καθʼ ἃς ἐμέ φησιν γενέσθαι ἐγγυητήν, ἕτεραι δὲ μὴ ἐγράφησαν, πῶς ὀρθῶς ἂν ἐμοὶ δικάζοιτο, καθʼ οὗ μὴ ἔχει παρασχέσθαι συνθήκας;
既然起初的协议(根据这些协议他说我成了保证人)已经丢失,而另一份协议又未写成,在他无法出示任何协议的情况下,他又怎么能公正地起诉我呢?