§7τεκμήριον δὲ μέγιστον· μαρτυριῶν γὰρ πλέον ἢ πάνυ πολλῶν τῶν ἁπασῶν ἀναγνωσθεισῶν ἐπὶ τῇ δίκῃ, καὶ τούτων τῶν μὲν ὡς ἔδοσάν τι τούτῳ τῶν ἐμῶν καταμαρτυρουσῶν, τῶν δʼ ὡς παρῆσαν κομιζομένῳ, τῶν δʼ ὡς πριάμενοι παρὰ τούτου τούτῳ τὰς τιμὰς διέλυσαν, οὐδʼ ᾗ τινι τούτων τῶν ψευδομαρτυρίων ἐπεσκήψατο, οὐδὲ τετόλμηκεν διώκειν ἀλλʼ ἢ ταύτην μίαν οὖσαν, ἐν ᾗ δραχμὴν οὐκ ἂν ἔχοι δεῖξαι μεμαρτυρημένην.
这有一个极大的证据:因为在诉讼中读了非常多的全部证言,其中有些指证说他们把我的部分财产给了他,有些指证说他们在他接收财产时在场,有些则指证说他们从他那里购买了财产并向他支付了价款,但这些涉嫌伪证的证言,他一个也没有指控,也未曾敢于起诉,除了这唯一的一个。 而在这个证言中,他连一德拉克马被证明也指不出来。
§8καίτοι τό γε τίμημα τῶν χρημάτων ὧν ἀπεστερήμην, οὐκ ἐκ ταύτης συντιθεὶς ἐλογιζόμην τοσοῦτον (οὐ γὰρ ἔνεστʼ ἀργύριον), ἀλλʼ ἐξ ἐκείνων καθʼ ἕκαστα τιθείς, αἷς οὗτος οὐκ ἐπεσκήψατο.
然而,我被剥夺的财产的估价,并不是通过这份证言合算出来而有如此之大(因为其中并不涉及金钱),而是通过他没有指控的那些其他证言逐一加总而来的。
ὅθεν οἱ τότʼ ἀκούσαντες οὐ μόνον αὐτοῦ κατέγνωσαν, ἀλλὰ καὶ τῶν ἐπιγεγραμμένων ἐτίμησαν.
因此,当时听审的人不仅判他有罪,而且还按照登记的金额课以罚款。
τίνος οὖν ἕνεκʼ ἐκείνας μὲν εἴασε, τῇδε δʼ ἐπεσκήψατο;
那么,为什么他放过了那些证言,却唯独指控这一份呢?
ἐγὼ καὶ τοῦτο διδάξω.
我也将说明这一点。
§9τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματʼ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτʼ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθʼ ἓν περὶ ἑκάστου.
因为在那些指证他占有财产的证言中,他清楚地知道,针对每一项的具体讨论越多,他就越会被彻底揭露出占有这些财产。
τοῦτο δʼ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· ὃ γὰρ τότʼ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ διδάξειν ἐμέλλομεν.
而这必然会发生在伪证的审判中;因为我们当时在全部水(限时)的极小一部分中与其他事情一同控诉的事,现在我们将用全部的水来针对其自身逐一详细说明。
§10ἀποκρίσει δʼ ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθʼ ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτʼ ἐφʼ ἑαυτῷ γενήσεσθαι.
但通过对该回答提出控诉,他以为,就像他当时承认的那样,再次予以否认将取决于他自己。
διὰ ταῦτα τήνδε διώκει.
正是出于这个原因,他起诉了这份证言。
βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλʼ ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου.
现在,我希望向你们大家清楚地证明这份证言是真实的,不是通过推测,也不是通过为眼前场合编造的言辞,而是通过在我看来你们所有人都会认为公正的事实。
σκοπεῖτε δʼ ἀκούσαντες.
请听并审视。
§11ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι.
诸位法官,我深知我的这场争讼是围绕着写在书板上的这份证言,也深知你们将就此投票,因此我认为,在此之前我必须首先通过向他提出挑战来揭露他。
καὶ τί ποιῶ;
那我做了什么呢?
παραδοῦναι παῖδʼ ἤθελον αὐτῷ γράμματʼ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθʼ ὡμολόγει ταῦθʼ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφʼ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δʼ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλʼ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι.
我想要向他移交一名识字的奴隶进行拷问,这名奴隶在此人承认这些事情时在场,并写下了这份证言,我们并未命令他玩弄任何诡计,也没有对这个人关于这些事情所说的话写一部分而删去另一部分,而仅仅是为了写下全部真相和此人所说的话。
§12καίτοι τί κάλλιον ἦν τοῦ τὸν παῖδα στρεβλοῦντʼ ἐλέγξαι ψευδομένους ἡμᾶς;
然而,有什么比拷问这名奴隶来戳穿我们撒谎更好呢?
ἀλλὰ συνῄδει πάντων μάλιστʼ ἀνθρώπων ὅτι τἀληθῆ μεμαρτύρηται· διόπερ ἔφευγε τὴν βάσανον.
但他比任何人都清楚,所见证的是真话;因此他逃避了拷问。
ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτʼ ἴσασιν, οὐδʼ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλʼ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων.
而且,知道这些事的绝非一两个人,而挑战也并非暗中进行,而是在有许多人在场的广场中央。
καί μοι κάλει τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ.
请帮我传唤这些事情的证人。
§13οὕτω τοίνυν οὗτός ἐστιν σοφιστὴς καὶ σφόδρʼ ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος, ὥστε ψευδομαρτυρίων διώκων, καὶ περὶ τούτου τὴν ψῆφον ὑμῶν μελλόντων οἴσειν καὶ ὀμωμοκότων, περὶ τῆς μαρτυρίας μὲν ἔφευγε τὴν βάσανον, περὶ οὗ μάλιστα προσῆκεν αὐτῷ τὸν λόγον ποιεῖσθαι, περὶ δʼ ἄλλων φησὶν ἐξαιτεῖν, ψευδόμενος.
[证人] 因此,这个人是个诡辩者,极力故意装作不懂什么是公正;以至于,在起诉伪证、且你们即将就此投票并已宣誓的情况下,他却逃避了关于证言本身的拷问——这本是他最应当进行辩论的事——反而撒谎说他要求对其他奴隶进行拷问。
§14καίτοι πῶς οὐχ ὑπερφυές, αὑτὸν μὲν δεινὰ πεπονθέναι φάσκειν, εἰ τὸν ἐλεύθερον ἐξαιτῶν, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω, μὴ παρέλαβεν, τοὺς δὲ μάρτυρας οὐ δεινὰ πάσχειν νομίζειν, τὸν ὁμολογουμένως δοῦλον περὶ ὧν ἐμαρτύρησαν ἐκδιδόντος, οὐκ ἐθέλοντος τούτου παραλαβεῖν;
然而,如果他声称自己因要求移交自由人而未获接收(正如我将向你们明确证明的那样)而遭受了可怕的对待,却不认为当我在证人所作证的事情上,愿意交出公认的奴隶而他却不愿接收时,证人正遭受着可怕的对待,这岂非荒谬至极?
οὐ γὰρ δὴ τοῦτό γʼ ἔνεστιν εἰπεῖν, ὡς περὶ μὲν τινῶν ὧν αὐτὸς βούλεται σαφὴς ἡ βάσανος, περὶ δʼ αὖ τινῶν οὐ σαφής.
因为绝不能说,对于他自己所希望的某些事情,拷问就是清晰可靠的,而对于其他事情,拷问就是不清晰可靠的。