§1εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον, ὦ ἄνδρες δικασταί, συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερʼ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων, θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι, πῇ παρακρούεταί ποθʼ ἕκασθʼ ὑμᾶς αὐτῶν.
若非以前在与阿福布斯的诉讼中,诸位法官,我深知他撒了比这些更大、更可怕的谎言,而我因其罪行的昭彰而轻易予以揭露,否则我也会惊恐地担心这次是否无法证明,他究竟在哪些地方欺骗了你们每一个人。
νῦν δὲ σὺν θεοῖς εἰπεῖν, ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθʼ ἡμῶν ἀκροαταί, πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων.
但现在,愿在神灵保佑下说,只要你们能成为我们公正且客观的听众,我抱有极大的希望,你们对他的厚颜无耻的认识,绝不会亚于先前的法官们。
καὶ ταῦτʼ εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας, ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν· νῦν δʼ ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν·
这件事如果需要任何辞令或修饰,我本会因羞愧于自己的年轻而退缩;但现在,只需直截了当地说明和叙述他针对我们所做的事。
ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι, πότερός ποθʼ ἡμῶν ἐσθʼ ὁ πονηρός.
从这些事情中,我相信你们所有人都会很容易看清,我们中到底谁才是那个恶棍。
§2οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τινʼ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλʼ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δʼ ἔλεον.
因此,我知道他之所以提起这起诉讼,并不是相信自己能证实有人对他作了伪证,而是认为由于他败诉的那场官司的赔偿金额巨大,对我将会产生某种嫉妒,而对他自己则会产生同情。
καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότʼ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν.
正因如此,他现在才为那场已经结束的官司辩护,而当时他对此却说不出任何公正的话来。
ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδʼ ἂν οὕτως, τὰ παρʼ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δʼ ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα.
而我,诸位法官,如果我当时向他强行征收了那笔罚款,或者不愿做出任何温和的让步,即使那样做,我作为执行你们法庭所作判决的人,也并没有行不义之事,但仍然会有人说,我极其残酷无情地将这个身为亲戚的人从其全部财产中驱逐了出去。
§3νῦν δὲ τοὐναντίον ἐστίν· οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδʼ ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δʼ ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματʼ ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδʼ ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματʼ ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδʼ ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν.
但现在情况恰恰相反:他伙同其他共同监护人,剥夺了我所有的父辈遗产,而且即使在你们面前被彻底揭穿,他也不认为有必要做出任何合乎情理的举动,反而隐匿了自己的财产,将公寓交给了埃西乌斯,将土地交给了奥内托尔,从而使我不得不与他们进行诉讼和纠纷;而他自己则从屋里搬走器皿,带走奴隶,砸毁蓄水池,拆下门扇,差一点就放火烧了这栋房子,然后迁居到麦加拉,并在那里缴纳了外邦人税。
ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τινʼ ἀνεπιείκειαν καταγνοίητε.
因此,由于这些行迹,你们去憎恨这个人,要比指责我的任何不近人情,合理得多。
§4περὶ μὲν οὖν τῆς αἰσχροκερδίας τῆς τούτου καὶ μιαρίας ὕστερόν μοι δοκεῖ διεξελθεῖν πρὸς ὑμᾶς· καὶ νῦν δʼ ὡς ἐν κεφαλαίοις ἀκηκόατε·
关于他的贪婪和卑劣,我想稍后向你们详细说明,而现在你们也已经听到了大概。
περὶ δὲ τῶν μεμαρτυρημένων, ὡς ἔστιν ἀληθῆ, περὶ ὧνπερ οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς.
至于那些作为你们投票依据的证言,其如何属实,我将立刻尝试向你们说明。
δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, δικαίαν δέησιν, ἐξ ἴσου ἡμῶν ἀμφοτέρων ἀκοῦσαι.
诸位法官,我向你们提出一个公正的请求,那就是平等地听取我们双方的陈述。
τοῦτο δʼ ἐστὶ καὶ ὑπὲρ ὑμῶν ὁμοίως· ὅσῳ γὰρ ἂν ἀκριβέστερον τὰ πεπραγμένα μάθητε, τοσούτῳ δικαιοτέραν καὶ εὐορκοτέραν θήσεσθε τὴν ψῆφον περὶ αὐτῶν.
这同样也是为了你们自己;因为你们对所发生的事情了解得越精确,你们对此所投下的票就会越公正、越符合誓言。
§5ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότʼ εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτʼ ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις τοὺς ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντʼ ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δʼ οὐδὲν ὑγιὲς εἴρηκεν.
我不仅要证明他曾承认米利亚斯是自由人,而且要在行动中显然地表明了这一点,此外还要证明他逃避了关于这些事情的最精确的检验——即通过拷问进行的审讯,且不愿以此表明真相,反而玩弄诡计,提供伪证,用自己的言辞企图掩盖事情的真相。 我将用如此重大且显而易见的证据来证明这一点,以至于你们所有人都会清楚地知道,我们说的是真话,而他所说的不值一信。
ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς ῥᾷστʼ ἂν μάθοιτε κἀγὼ τάχιστʼ ἂν διδάξαιμι.
我将从你们最容易理解、我也最能迅速说明的地方开始。
§6ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων.
因为我,诸位法官,由于被剥夺了所有的财产,向德摩丰、特里皮德斯以及这个人提起了关于监护权纠纷的诉讼。
γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθʼ ὅσʼ ἡμῖν κατελείφθη χρήματʼ ἀπεστερηκότα τοῦτον μετʼ ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος.
当我与这个人的诉讼首先进行时,我向当时的法官们清楚地证明了——正如我将向你们证明的那样——他如何与那些人一起剥夺了留给我们的所有财产,而我并没有使用任何伪证。